De diaeta acutorum (spurium)

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

17. Τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων

478
καὶ βρωμάτων φυσωδέὡν ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.