De diaeta acutorum (spurium)
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
10. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν· ὁκόταν δὲ ταῦτα συνειδῇς, οὅτω προλέγειν, ἤν
444
σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. Ὁκόταν δὲ πυρετοῖσε φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ 446
σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κἄν μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες· ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληἴδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι· σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ 448
κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. Τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως· τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει. Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα 450
ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν. Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ, καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν· κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον· ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, 452
τῆς πλεονεξίης κατὰ ῥῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ 454
ἐς σκέλεα· λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν. Πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν 456
πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν· ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίξῃ· κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.