Prognosticon

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

6. Οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν,

124
ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν. Ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. Οἳ δ᾿ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες. Κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου. Καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν· οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί. Οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί. Κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων. Γίγνονται γὰρ οἱ μὲν δι᾿ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.

7. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν

126
καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερά. Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ᾿ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ᾿ ἀριστερά. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ
128
κάρτα ὠφελέει· ἀλλ᾿ ἔπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι. Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή. Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ
130
ῥῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. Ἁπάντοιν δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα· τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα· δσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω. χωρίῳ ἐπικοινωνέει, ἀλλ᾿ ἔστι προσεσταλμένα. τε καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον.

8. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν; ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος· οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι·

132
ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.

9. Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων. Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς. Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον. Εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα· μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν᾿ ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή· ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν πρὸς τουτέοισι τοῖσι σημείοισιν

134
ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν. Ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.

10. Περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. Ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα. δ᾿ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωΐ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ ἀπὸ τουτέου| τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι· κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου.