16. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι
152
λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῇσι γίγνεται τῶν ἐμπυημάτων. Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.
17. Τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι. Πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες
154
πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐτέοισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα. Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα· ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος. Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοισίδε γιγνώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῥῆξιν, ἢ καὶ ἔτι πρόσθεν· ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν
156
ῥῆξιν ἐς ὕστερον· γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῥήξιος. Περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὕς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. Ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν· ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται. Ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν πτύῃ, ἢ φλεγματῶδες καὶ ἀφρῶδες· ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται· ὁκόσοισι δ᾿ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται.
158
Ἀλλ᾿ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν.
18. Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται. Ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν
160
ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. Γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται· αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης. Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι· εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο· εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ
162
ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν. Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυέλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος. Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται· ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσιν. Ὁκόσοι δὲ τῶν
164
ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.
19. Αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφῦν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα. Προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες.
166
Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι· ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων τῶν κύστιων πόνοι ἱκανοὶ ἀποκτεῖναι· καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην· λύει δέ οὖρον πυῶδες οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν. Ἢν δὲ μήτε
168
τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι. Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται.
20. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν· οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων
170
ἀριθμέεσθαι ἀτρεκέως· οὐδὲ γὰρ ό ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ᾿ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ᾿ ἡμερέων. Τουτέων δ᾿ ἐν ἀρχῇσίν ἐστι χαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι· ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ᾿ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι· καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι· μέγιστα γὰρ τὰ διαφέροντα ἀπ᾿ ἀρχῆς αὐτέων ἐστίν· οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα· οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. Ὡς οὖν τουτέων οὕτω
172
γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.