Fragmenta
Heraclitus of Ephesus
Heraclitus of Ephesus. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[64]—— 21 (II 205, 7) οὐχὶ καὶ Ἡ. θάνατον τὴν γένεσιν καλεῖ . . . ἐν οἶς φησι· θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.
[8]—— IV 4 (II 249, 23) χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.
[60]10 (II 252, 25) Δίκης ὄνομα οὐκ ἂν ἤιδεσαν, εἰ ταῦτα μὴ ἦν.
[102]—— 16 (II 255, 30) ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωπο:.
[101]50 (II 271, 3) μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι.
[77]——— 143 (II 310, 21) ἄνθρωπος ἐν εὐφρόνηι φάος ἅπτεται ἑαυτῶι ἀποθανών, [ἀποσβεσθεὶς ὄψεις], ζῶν δέ· ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις, ἐγρηγορὼς ἅπτεται εὕδοντος.
[122]——— 146 (II 312, 15) ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
[118]—— V 9 (II 331, 20) δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας.
[111b]——— 60 (II 366, 11) [nach B 104] vgl. IV 50 (II 271, 17) αἱρεῦνται γὰρ ἕν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωςπερ κτήνεα.
[20]Clem. Strom. V 105 (II 396, 10) [Plut. d. anim. 5 p 1014A] κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἧν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.
[21]—— (II 396, 13) [nach 30] ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμενα· πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὁ καλεῖ θάλασσαν, ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· [23] θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.
[65]—— 116 (II 404, 1) ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.
[110] ——— νόμος καὶ βουλῆι πείθεσθαι ἑνός.
[3] ——— ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι.
[49] —— 141 (II 421, 4) χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι καθ’ Ἡράκλειτον.
[68] —— VI 16 (II 435, 25) ψυχῆισιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
[53]Columella VIII 4 si modo credimus Ephesio Heracleto qui ait sues caeno [vgl. B 13], cohortales aves pulvere vel cinere lavari.
[33]Diog. I 23 [1 A 1 Thales] δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι . . . μαρτυρεῖ δ’ αὐτῶι καὶ Ἡ καὶ Δημόκριτος.
[112]— Ι 88 ἐν Πριήνηι Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων. [Vgl. B 104].
[16]Diog. IX 1 [s. A 1 S. 67, 25 vgl. Athen. XIII 610 B] πολυμαθίη νόον ἔχειν οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον.