Fragmenta
Heraclitus of Ephesus
Heraclitus of Ephesus. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[74—76]— — 8 αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη
[121]— — IV 40, 23 Ἡ. ἔφη ὡς ἦθος ἀνθρώπωι δαίμων.
[30]Strabo I 6 p. 3 Βέλτιον δ’ Ἡ. καὶ ὁμηρικωτέρως ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων· ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος.
[114]XIV 25 p. 642. Diog. IX 2 [s. S. 67, 29] ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀνάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἶς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ’ ἄλλων.
[9]Suid. s. v. ἀμφισβατεῖν und ἀγχιβατεῖν: ἀγχιβασίην Ἡράκλειτος.
[10]Themist. or. 5 p. 69 φύσις δὲ καθ’ Ἡράκλειτον κρύπτεσθαι φιλεῖ.
[46 Anm.]Theophr. Metaphys. 15 p. 7a 10 Usen. ἄλογον δὲ κἀκεῖνο δόξειεν ἄν, εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ’ ἐν τάξει καὶ λόγωι, καὶ μορφαῖς καὶ δυνάμεσιν καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον, ἀλλ’ ὥσπερ
σάρμα εἰκῇ κεχυμένον ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, [ὁ] κόσμος.[84]Theophr. de vert. 9 καὶ ὁ κυκεὼν διίσταται 〈μὴ〉 κινούμενος.
[0]Tzetzes ad Aristoph. Plut. 88 [Ambr., Paris.] τυφλὸν δὲ τὸν Πλοῦτον ποιεῖ ὡς οὐκ ἀρετῆς, κακίας δὲ παραιτίου. ὅθεν καὶ Ἡ. ὁ Ἐφέσιος ἀρώμενος Ἐφεσίοις, οὐκ ἐπευχόμενος· μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵν’ ἐξελέγχοισθε πονηρευόμενοι.
[39]schol. ad exeg. II p. 126 Herm. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.
[0]Anatol. de decade p.36 Heiberg (Annales d’histoire. Congrès de Paris 1901. 5. section) κατὰ λόγον δὲ ὡρέων συμβάλλεται ἑβδομὰς κατὰ σελήνην, διαιρεῖται δὲ κατὰ τὰς ἄρκτους, ἀθανάτου Μνήμης σημείω.
[0]Anonym. in Plat. Τheaet. [Berl. Klassikert. 2] 71, 12 zu p. 152 E [13 A 6] Ἐπίχαρμος ὁ 〈ὁμιλή〉σας τοῖς Πυθα〈γορείοις〉 ἄλλα τ〈έ〉 τινα ἐ〈πινενόη〉κεν δ〈ειν〉ὰ τ〈όν τε περὶ το〉ῦ αὐξο〈μένου λόγον〉. ἐφοδ〈εύει δὲ κατὰ τὸ〉 Ἡρα〈κλείτου〉 ἄλλως ἄ〈λλο ἀεὶ αὔξε〉ται πρὸς ὃ 〈ἂν ἦι ἐλλι〉πές. εἰ οὖν 〈μηδεὶς〉 〈παύε〉ται 〈ρέων καὶ ἀλ〉λ〈ἀτ〉των 〈τὸ εἶδος, αἱ〉 οὐσίαι ἄλλ〈οτε ἄλλαι〉 γίνονται 〈κατὰ συν〉εχῆ ῥύσιν.
[0]Aristocritus Theos. 69 [nach B 5] ὁ αὐτὸς πρὸς Αἰγυπτίους ἔφη· εἰ θεοί εἰσιν, ἵνα τί θρηνεῖτε αὐτούς; εἰ δὲ θρηνεῖτε αὐτούς, μηκέτι τούτους ἡγεῖσθε θεούς.
[0]— 74 ὅτι ὁ Ἡράκλειτος ὁρῶν τοὺς Ἕλληνας γέρα τοῖς δαίμοσιν ἀπονέμοντας εἶπεν· δαιμόνων ἀγάλμασιν εὔχονται οὐκ ἀκούουσιν, ὥσπερ ἀκούοιεν, οὐκ ἀποδιδοῦσιν, ὥσπερ οὐκ ἀπαιτοῖεν.
[17]Diog. VIII 6 Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγ
γραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην, πολυμαθείην, κακοτε χνίην.[0]Gnomol. Monac. lat. I 19 (Caecil. Balb. Wölffin p. 18) non convenit ridiculum esse ita, ut ridiculus ipse videaris. Heraclitus dixit.
[134]Paris. ed. Sternbach n. 209 ὁ δὲ γε Ἡ. ἔλεγε τὴν οἴησιν κροκοκῆς ἐγκοπήν.
[0]— Vatic. 743 n. 312 Sternb. τιμαὶ θεοὺς καὶ ἀνθρώπους καταδουλοῦνται.
[0]—— 313 ἄνθρωποι κακοὶ ἀληθινῶν ἀντίδικοι.
[135]—— 314 τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμἐνοις.