Fragmenta
Heraclitus of Ephesus
Heraclitus of Ephesus. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[74—76]— — 8 αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη
[121]— — IV 40, 23 Ἡ. ἔφη ὡς ἦθος ἀνθρώπωι δαίμων.
[30]Strabo I 6 p. 3 Βέλτιον δ’ Ἡ. καὶ ὁμηρικωτέρως ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων· ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος.
[114]XIV 25 p. 642. Diog. IX 2 [s. S. 67, 29] ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀνάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἶς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ’ ἄλλων.
[9]Suid. s. v. ἀμφισβατεῖν und ἀγχιβατεῖν: ἀγχιβασίην Ἡράκλειτος.