Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μὴ ἀπέχου τοῦ καλλίστου κόσμου, ἀλλὰ κόσμει σαυτὴν ἑκάστης ἡμέρας, ἵνα διαφέρουσα ἦς. κάλλιστος δὲ κόσμος ἐστὶν ὁ κάλλιστα κοσμῶν, κάλλιστα δὲ κοσμεῖ ὁ κοσμιωτάτην ποιῶν, κοσμιωτάτην δὲ ποιεῖ κοσμιότης, ᾗ μοι δοκοῦσι καὶ ἡ Πηνελόπη καὶ ἡ Ἄλκηστις κεκοσμῆσθαι καὶ ἔτι καὶ νῦν ἐπ’ ἀρετῇ ὑμνεῖσθαι καὶ τιμᾶσθαι. ἵν’ οὖν καὶ σὺ ταύταις ἐνάμιλλος γένῃ, πειρῶ τούτων ἀντέχεσθαι τῶν παραινουμένων.