Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔπεμψά σοι τὴν ἐξωμίδα, ἣν ὑφηναμένη μοι ἔπεμψας, ὅτι ἀπαγορεύεται τοῖς καρτερίᾳ χρωμένοις τοιαῦτα ἀμπέχεσθαι, καὶ ἵνα σε τούτου τοῦ ἔργου ἀποπαύσαιμι, εἰς ὃ πολλῇ σπουδῇ ἐξῆλθες, ἵνα τις δόξῃς φίλανδρος τοῖς πολλοῖς εἶναι. ἐγὼ δὲ εἰ μὲν διὰ ταῦτά σε ἠγόμην, εὖ γε ποιεῖς καὶ αὐτὴ διὰ τούτων ἐπιδεικνυμένη μοι· εἰ δὲ διὰ φιλοσοφίαν, ἧς καὶ αὐτὴ ὠρέχθης, τὰ τοιαῦτα σπουδάσματα ἔα χαίρειν, πειρῶ δὲ εἰς τὰ κρείττω τῶν ἀνθρώπων τὸν βίον ὠφελεῖν. ταῦτα γὰρ ἔμαθες καὶ παρ’ ἐμοὶ καὶ παρὰ Διογένει.

Λόγος ψυχῆς ἡγεμὼν καλὸν ἔργον καὶ μέγιστον ἀγαθὸν ἀνθρώποις. ζήτει οὖν, ὅτῳ τρόπῳ κτήσῃ τοῦτον· ἀνθέξῃ γὰρ εὐδαίμονος βίου καὶ κτήματος. ζήτει δὲ ἄνδρας σοφούς, κἂν δέῃ ἐπ’ ἔσχατα γῆς ἀφικνεῖσθαι.

Ἧκόν τινες παρὰ σοῦ κομίζοντες ἐξωμίδα καινήν, ἣν ἔφασκον ποιῆσαί σε, ἵνα ἔχοιμι ἐς τὰ χειμάδια. ἐγὼ δὲ ὅτι μέν σοι μέλω, ἀπεδεξάμην σε, ὅτι δὲ ἔτι ἰδιωτεύεις καὶ οὐ φιλοσοφεῖς, εἰς ὅ σε προυτρεψάμην, μέμφομαι. ἔτι οὖν καὶ νῦν ἐπάνηκε, εἴ σοι ὄντως

μέλει καὶ οὐ καλλωπίζῃ ἐπὶ τούτῳ, καὶ σπούδαζε δι’ ἂ ἐπεθύμησας ἡμῖν συνελθεῖν πρὸς γάμον ταῦτα πράττειν, ταλασίας δὲ τὰς μικρὰς ὠφελείας ἔα ποιεῖν ταῖς ἄλλαις γυναιξίν, αἳ μηδενὸς τῶν αὐτῶν σοι ὠρέχθησαν.

Ἐπυθόμην σε ἀποτεκεῖν καὶ εὐμαρῶς· σὺ μὲν γὰρ οὐδὲν ἡμῖν ἐδήλωσας. χάρις δὲ θεῷ καὶ σοί. πέπεισαι ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν· οὐδὲ γὰρ ἂν ὧδέ γ’ εὐμαρῶς ἀπέτεκες, εἰ μὴ κύουσα ἐπόνεις ὥσπερ οἱ ἀγωνισταί. ἀλλ’ αἱ πολλαὶ γυναῖκες ἐπειδὰν κύωσι, θρύπτονται· ἐπειδὰν δὲ ἀποτέκωσιν, αἷς δ’ ἂν συμβῇ περισωθῆναι, νοσερὰ τὰ βρέφη γεννῶνται. ἀλλ’ ἐπιδείξασα, εἰ ὅπερ ἐχρῆν ἥκειν ἀφῖκται, μελέτω σοι τούτου τοῦ σκυλακίου ἡμῶν· μελήσει δέ, ἐὰν ἀσφαλῶς σαυτῇ παραπλησίως ἐπεισέλθῃς. **.

(2) ἔστω οὖν λουτρὸν μὲν ψυχρόν, σπάργανα δὲ τρίβων, τροφὴ δὲ γάλακτος ὅσον γε μὴ ἐς κόρον, βαυκαλήσεις δὲ ἐν ὀστρακίῳ χελώνης· τοῦτο γάρ φασι καὶ πρὸς νοσήματα παιδικὰ διαφέρειν. ἐπειδὰν δὲ ἐς τὸ λαλεῖν ἢ περιπατεῖν ἔλθῃ, κοσμήσασα αὐτὸ μὴ ξίφει, ὥσπερ ἡ Αἴθρα τὸν Θησέα, ἀλλὰ βακτηρίᾳ καὶ τρίβωνι καὶ πήρᾳ, τοῖς μᾶλλον δυναμένοις φυλάττειν ἀνθρώπους ξιφῶν, πέμπε Ἀθήναζε. τὰ δʼ ἄλλα ἡμῖν μελήσει πελαργὸν ἐς τὸ γῆρας ἑαυτῶν ἀντὶ κυνὸς θρέψαι.