Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Αἱ γυναῖκες ἀνδρῶν οὐκ ἔφυσαν χείρους. Ἀμαζόνες γοῦν αἱ τοσαῦτα ἔργα ἀσκήσασαι ἐν οὐδενὶ ἀνδρῶν ἐμειονέκτησαν. ὥστε εἰ μέμνησαι τούτων, μὴ ἀπολιποῦ τούτων· οὐ γὰρ ἂν πείσειας ἡμᾶς, ὡς παρ’ ἑαυτῇ θρύπτει. αἰσχρὸν δὲ ὡς ἐπὶ τούτῳ συγκυνίζειν καὶ ἐν πύλαις εὐδοκιμήσασαν τῷ γαμέτῃ καὶ τῷ πλούτῳ νῦν μετανοεῖν καὶ ἐκ μέσης τῆς ὁδοῦ ἀναστρέφειν.