Epistulae

Cratetis Epistulae

Cratetis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἡ μὲν κυνικὴ φιλοσοφίᾳ ἐστὶν ἡ Διογένειος, ὁ δὲ κύων ὁ κατὰ ταύτην πονῶν, τὸ δὲ κυνίζειν τὸ συντόμως φιλοσοφεῖν. ὥστε μὴ φοβεῖσθε τὸ ὄνομα, μηδὲ διὰ ταῦτα φεύγετε τὸν τρίβωνα καὶ τὴν πήραν, τὰ θεῶν ὅπλα· συντόμως γὰρ ἐκφέρεται τοῖς διὰ τὸ ἦθος τιμίοις. ὥσπερ οὖν, εἰ ἀγαθοί, οὐκ ἂν κακοὶ λεγόμενοι ἠσχάλλετε, οὕτως μηδὲ νυνί, ὅτε καὶ τὸ φιλοσοφεῖν συντόμως κυνίζειν λέγεται καὶ ὁ ὧδε φιλοσοφῶν κύων καὶ ἡ φιλοσοφία κυνική· δόξα γὰρ τὸ ὅλον τοῦτο. δόξῃ δὲ καὶ ἀδοξίᾳ δουλεύειν, καὶ τοῦτ’ ἐν σκιαῖς, ὥς φασι, τοῖς ὀνόμασι, πάντων χαλεπώτατον. πειρᾶσθε οὖν καὶ τούτων καὶ τῶν ὁμοίων καταφρονεῖν.