Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

429
  • 1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.
  • 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας.
  • 3. Περὶ τῆς τῶν πολεμίων ἀσκῄσεως καὶ σωφροσύνης.
  • 4. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο.
  • 5. Δειλῶν διάκρισις.
  • 6. Φίλων δοκιμασία.
  • 7. Περὶ κατασκόπων.
  • 8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν.
  • 9. Περὶ ἀπιστίας εὐκαίρου.
  • 10. Περὶ χάρακος.
  • 11. Περὶ μονομαχιῶν.
  • 12. Κατάπληξις πολεμίων.
  • 13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης.
  • 14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην.
  • 15. Φαντασία πλήθους.
  • 16. Φαντασία ὀλιγότητος.
  • 17. Τακτικά.
  • 18. Περὶ τῆς παρατάξεως.
  • 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.
  • 20. Περὶ συνθημάτων.
  • 21. Περὶ πυρσῶν.
  • 22. Ἐκ πυρὸς βοήθεια.
  • 23. Ἐξ ἀνέμων βοήθεια.
  • 24. Δῄωσις καὶ φειδώ τῆς τῶν πολεμίων χώρας.
  • 25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.
  • 26. Κώλυσις ὁρμῆς ἀλογίστου.
  • 27. Πανικοῦ φόβου λύσις.
  • 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης.
  • [*](In titulo ἐκ τῶν Πολυαίνου add. Hp rec. m. in marg.)
    430

    Excerpta Polyaeni.

  • 29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης.
  • 30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι.
  • 31. Περὶ αἰφνιδίων ἐπιθέσεων.
  • 32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.
  • 33. Προσποίησις φυγῆς.
  • 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.
  • 35. Προφυλακὴ ἐνέδρας.
  • 36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι.
  • 37. Ὅσα κατὰ ἱππέων.
  • 38. Περὶ τόπου.
  • 39. Περὶ ὅρκων καὶ συνθηκῶν.
  • 40. Περὶ προδοτῶν.
  • 41. Περὶ ψευδοπροδοτῶν.
  • 42. Περὶ αἰχμαλώτων.
  • 43. Περὶ ὁμήρων.
  • 44. Περὶ αὐτομόλων.
  • 45. Περὶ διώξεων.
  • 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.
  • 47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.
  • 48. Ποταμῶν διαβάσεις.
  • 49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.
  • 50. Περὶ ἀποσκευῆς.
  • 51. Ἀλωσις ἑνὸς ἀνδρός.
  • 52. Φυγὴ ἑνὸς καὶ μιᾶς.
  • 53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.
  • 54. Πόλεων ἁλώσεις.
  • 55. Πέτρας ἀποτόμου ἅλωσις.
  • 56. Ἀσφάλεια πόλεων.
  • 57. Ναυμαχικά.
  • 58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.
  • [*](58 πολεμίων H.)
    431

    Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς [*](8,24, 4) μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] [*](8,24, 6) ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- [*](2,2,3) κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- [*](3,9, 17) λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά [*](1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H.)

    432
    τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- [*](3, 9, 34) γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον [*](4, 3, 3) ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- [*](4, 3, 25) τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας [*](4, 6, 2) ἐκπλήσσῃ ὡς πολυμνήμων.