Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

[*](1,29,2)

Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο.

[*](2,1,30)

Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

[*](2,1,32)

Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

[*](6,10,1)

Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα- ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

[*](11 ὅτι H || 16 τῶν πολιτῶν H || 22 προκείμενοι H)
482

Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, [*](8,12) ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε- μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.

Ὅτι Ἀντίγονος μισθωσάμενος Γαλάτας ὑπέσχετο ἀνὰ [*](4, 6, 17) ταλάντου δώσειν ἑνὸς ὅμηρα δοὺς αὐτοῖς τῶν οἰκείων τινὰς εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε- σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν.

Ὅτι Πόρκιος Ῥωμαίων στρατηγὸς ἐνέβαλεν εἰς τὴν [*](8,17) Ἰβήρων ἐκ δὲ τῶν πόλεων ἀπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς [*](3 ἀναστρέψει H || 6 εἶεν] οἱ ἐν H || 11 αὐτοὺς H || τότε αὐτοῦ H || 14 Ἀντίγων H || 17 (μὲν) seclusi || τοὺς μὲν ὁπλίτας H || παρόρα H.)

483
πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ.