Excerpta Polyaeni
Polyaenus Macedo
Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς [*](2, 28, 2) πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ πολλὴν λείαν συνῆξεν.
Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους [*](6,2, 1) πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ- τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι- πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.
Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- [*](6, 19, 2) σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες. Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς.
Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] [*](1,39,3) κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν.
[*](9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui.)Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο.
[*](4, 7,9)Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν.
[*](4,9, 5)Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο.
Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.
Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ.
[*](2,1,10)Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς [*](7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H.)
Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον [*](3,9, 44) χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.
Ὅτι Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς [*](1, 40, 3) Ἀθήνας βουλόμενος τοὺς ἰδίους καὶ φύλακας ἀγρύπνους κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα, ὅς δʼ ἂν μὴ ἀντανά- σχῃ ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον, ἀφορῶντες πάντες εἰς τὴν ἀκρό- πολιν.
Ὅτι Ἐπαμινώνδας βουλόμενος προσβαλεῖν ἐς [*](2,3,9) μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίνμισεν. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαιπώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως κατῆλθεν.
Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν [*](deest in Polyaeni codicibus) τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας· ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε. [*](2 πολλοὺς λίαν H || 13 προσηγόρευσεν H || 14 ἀνάσχη H 19 Ἰαώνιον H.)
Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χεινμερίου γενομέ- νης διελὼν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολειμικὸν, τὸ πρῶτον μέρος προσ- βαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων παυσαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον. καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.
Ὅτι Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπείγοντο ἐξελθεῖν ἐν τῇ μάχῃ. Ἰφικράτης δὲ ὀρῶν τοὺς πολενμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μέγα φρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ῾ ἐγὼ μὲν [ ὑμᾶς] εἰς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρο- νεῖν Βοιωτῶν δύνασθαι, τῶν δὲ ἐμοῦ κρειττόνων στρατη- γῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύσασθαι ὁρμῆς.
[*](deest in Polyaeni codicibus)Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν· ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βου- λομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῇ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέπτειν τὰ δημόσια.᾿
Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος, [*](13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς] inserui.)
Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ [*](1, 20, 2) ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ- τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε- θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν.
Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- [*](3, 9, 52) φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν.
Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν [*](5, 44, 5) τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ- μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας.
Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα [*](deest in Polyaeni codicibus) ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε- δέξαντο.
Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ [*](7, 11, 6) μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς [*](19 ἀπεκδεχόμενος H 21 συμμάχων H.)
Ὅτι Ἱέρων ποταμὸν περάσαι βουλόμενος τῶν πολεμίων ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω- τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι- παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν.
[*](1, 4, 5)Ὅτι Ἀλκιβιάδης [Κατάνην| κατασχὼν ἄνδρα Καταναῖον Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά- νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη- ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού- σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ- ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος.
[*](2, 1,9)Ὅτι Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποιούς ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα- νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ- λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν κατέσχεν.
[*](1 προῆγε H 11 Ἱέρακος H 15 [Κατάνην] inserui || 18 Ἀθηναίοις καταλιποῦσι H || 24 ἐν τῆ H || 28 (ἐπὶ) seclusi.)Ὅτι Δημοσθένης ἐπὶ Πύλον ἐκπλεύσας ταύτην ἕλε [*](3, 1, 1) τρόπῳ τοιούτῳ· προσεποιήσατο γὰρ, ὡς πρὸς τὴν ἄκραν ἔχει τὴν ὁρμὴν ἀποπλεῦσαι. οἱ δὲ τῆς Πύλου ἀφέντες τὴν πόλιν πρὸς τὰ ἐκεῖσε τὴν ὁρμὴν ἐποιοῦντο. αὐτὸς δὲ σπουδῇ ἀναχθεὶς καὶ τῇ Πύλῳ προσορμισθεὶς ἐπειδὴ κενὴν ἀνδρῶν εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί.
Ὅτι Δημήτριος ἐς Κόρινθον προδότας ἔχων νύκτωρ [*](4, 7, 8) προῆλθε καὶ τῶν προδοτῶν αὐτῷ τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων, δεδιὼς αὐτὸς, μὴ μαθόντες οἱ πολῖται ἐπί- θοιντο ταῖς κατὰ τὸ ἕτερον μέρος πύλαις, πολλῇ στρατιᾷ προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ- θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους.
Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος, τοῦτον αἰσθό- [*](deest in Polyaeni codicbus) μένος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν, ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέ- σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν, νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ- πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ- γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων στρατιωτῶν ἑπτακισχιλίους.
Ὅτι Λακεδαίμονος σεισθείσης Ἀρχίδαμος τοὺς ἀνθρώ- [*](1, 41, 3) πους ὁρῶν ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δεδιὼς, μή πως καὶ οἱ ἀπολειφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι [*](1 ὁ δὲ H || 19 συντόνως W ; συντόμως H 20 διαφυλάξαντας Η 21 ἀπῆγεν H.)
Ὅτι Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ἴνα γοῦν μὴ λύσωσι τὸν συνασπισμὸν, διήγγειλεν, ὡς θανάσιμον τὸ τοῦ ποταμοῦ ὕδωρ τοῖς προσιεμένοις. οἱ μὲν φεισάμενοι τὴν τάξιν διέ- σωζον ἀδιάλυτον, αὐτὸς δὲ μετὰ τὸ τροπώσασθαι τὸν πολέ- μιον ἐπʼ ὄψει πάντων προσγελάσας ἐκ τοῦ ποταμοῦ ἔπιεν οἱ Μακεδόνες τὸ στρατήγημα ἀποθαυμάσαντες ἀπεδέξαντο.
[*](4,2,21)Ὅτι Φίλιππος Βυζαντίους πολιορκῶν συμμάχους ἔχοντας πλείστους διʼ αὐτομόλου ἐξεφήμισεν, ὡς τὰς τούτων χώρας διʼ ἑτέρων αὐτὸς καταληίζεται. ἀπόμοιράν τε τοῦ στρατοῦ ἐξέπεμψεν οὐκ ἐπὶ πρᾶξιν, λάθρα δὲ παραγγείλας ἐπανελ- θεῖν, ὡς ἂν τὴν τοιαύτην δόκησιν ἀληθῆ πιστώσηται εἶναι. καὶ οὕτω πεισθέντες οἱ σύμμαχοι ἀφέντες Βυζαντίους πρὸς τὸ φυλάξαι τὰ οἰκεῖα ἀνεχώρησαν.
Ἀθηναῖοι ἐν Αἰγὸς ποταμοῖς τετράκις ἀνήχθησαν πρὸς τὸ ναυμαχεῖν. Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γανύμενοι παιῶνας ᾄδοντες, Λύσανδρος δὲ κατ- όπιν πέαπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι, Λύσανδρος αὐτίκα ὑπεσήμανεν ἐπίπλουν. καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκ- βάντας, καὶ οἱ μὲν ἀνεπαύσαντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι καὶ συντεταγμένοι γυμνοῖς καὶ ἀσυντάκτοις ἐνίκησαν.
[*](3, 4, 1)Ὅτι Φορμιῶν ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας ἀνέστρεψεν. Χαλκιδεῖς ἐπρεσβεύ- [*](3 καταπεσόντων H || 8 πόλεμον H || 27 ἀφʼ ὧν H || 29 Χαλκι- δαίων H.)
Ὅτι Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων [*](3,9, 41) ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευο- φόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινο- τέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺ καὶ σύσκιον. ἡμέρας δὲ γενομένης οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλληνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπα- γὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πολεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.
Ὅτι Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν [*](3,9,46) ὀκτακισχιλίων ἐστρατοπέδευσε· πυθόμενος τοὺς Θρᾷκας νύκ- τωρ ἐπιτίθεσθαι μέλλοντας ἀναλαβὼν τοὺς στρατιώτας ἀν- εχώρησεν ἑσπέρας ὅσον στάδια τρία ἐς φάραγγα κρύψαι δυνα- μένην. οἱ Θρᾷκες ἐμπεσόντες εἰς τὸ στρατόπεδον διήρπαζον ἀτάκτως καταγελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφι- κράτης ἐξ ἀφανοῦς ἐφορμήσας πολλοὺς μὲν αὐτῶν ἀπ- ἐκτεινεν, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.
Ὅτι Φιλοκλῆς Πτολεμαίου στρατηγὸς Καύνῳ προσ- [*](3,16) εστρατοπέδευσε· καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύλακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [ σῖτον], οἱ δὲ τὰς φυλακὰς τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμέτρουν. Φιλοκλῆς δὲ ἐν τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβεν τὴν πόλιν.
[*](4 ὡρμήσατο H || 5 τῷ ] τὸ (bis) H || 26 στρατηγοῦντος H 29 [σῖτον| inserui.)Ὅτι Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν ἀποσχὼν ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησεν ὕλας κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπι- δαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον, ὁ δὲ τὴν κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πό- λεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, τὰς δὲ πύλας τῆς πόλεως ἀνεῳγμένας εὑρὼν καὶ ταύτην κατέσχεν.
[*](4, 7,3)Ὅτι Δημήτριος πόλιν πολιορκῆσαι βουλόμενος ἀνέχώ- ρησε μικρὸν ἐξ αὐτῆς κακεῖσε διατρίβων ἡμέραις πλείοσι προσεῖχεν ἡδοναῖς καὶ τρυφαῖς, ὁπηνίκα δὲ πόρρω τῆς ὑπο- νοίας ἐγένοντο οἱ πολέμιοι, τηνικαῦτα ἀπόμοιραν μὲν μίαν νυκτὸς ἔταξε προσβαλεῖν πρός τινας τῶν πολεμίων πυλῶν τῆς πόλεως, ἑτέραν δὲ ἀλλαχοῦ, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, αὐτὸς δὲ μετὰ τοῦ ὁπλιτικοῦ καὶ τῷ τοιούτῳ τρόπῳ κατέσχεν τὴν πόλιν.
[*](4, 15)Ὅτι Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ ἦν ἐφύ- λασσεν Δίων, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περ- σικὴν ἑορτὴν θαλιάζειν καὶ προσεῖχε ταῖς εὐωχίαις μετὰ πάντων τῶν ὑπʼ αὐτόν. ἡ τοιαύτη δὲ φήμη ἔπεισε τὸν Δίωνα τὴν φυλακὴν κατολιγωρῆσαι τῆς πόλεως. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν κρημνωδῶν καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκόν.
[*](5, 18)Ὅτι Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης, Πτολεμαίου ναύαρχος ἀνήχθη πολε- μήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγεν ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχύν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. [*](1 Κάσανδρος H || 3 ὀρίων H || 15 τοῖς λιμέσιν] τῆς πόλεως ex dittograpbia 20 θαλίζειν H 26 Ῥόδιοι] Ῥωμαῖοι et 28 Ῥωμαίους H 27 Χερμονίδης H.)
Ὅτι Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- [*](5, 32, 1) κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, πέμψας εἰς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κατα- κομίσαι. ὡς δὲ κεκομισμένην εἶδεν, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθη- ναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο ἄλλος ἄλλῃ διασπαρέντες, ὁ δὲ μετὰ τοῦ στρατοῦ ἑτοίνμῃ τῇ ἀγορᾷ χρησαμένου ἀναχθεὶς αὐτίκα καὶ προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀριστοποιουμένοις ἐνίκησεν.
Ὅτι ὁ αὐτὸς πάλιν ἅμα ἕῳ ἀριστοποιήσας τοὺς ἰδίους [*](5, 32, 2) εἰσήγαγεν εἰς τὰ καταστρώματα τῶν νεῶν. καὶ ἀναχθεὶς πρὸς τὸ ναυνμαχῆσαι, ἐπειδὴ ἐπὶ πολὺ παρετάθη ὁ καιρὸς καὶ οὐ συνέβαλον, σημεῖον ἄρας τοῦ ἀριστοποιῆσαι ἀνήχθη πρὸς τὸν λιμένα. τὸ αὐτὸ δὲ καὶ οἱ πολέμιοι ἐποίησαν. ὁ δὲ ἄφνω προσπεσὼν ἀριστοποιουμένους εὑρὼν ἐνίκησεν.
Ὅτι Πομπίσκος χωρίον πολιορκῶν ἑλεῖν οὐχ οἷός τε [*](5, 33, 4) ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μετα- πεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν. οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολ τὴν στρατιὰν ἀναχωρήσασαν ἰδόντες πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι ἀπελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ ἀναστρέψας ἐπι- θέμενος ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.
Ὅτι Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων Μαγνη- [*](5,44, 4) σίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρεν κύκλῳ τοῦ στρατοπέδου. Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον Μέμνων [*](14 χρησαμένων H || 23 αὐτῶν H.)
Ὅτι Πύρρος εἰς τὴν Πελοπόννησον ἐμβαλὼν Σπαρτια- τῶν πρεσβευόντων περὶ Ἀρκαδίαν φιλανθραώπως αὐτοὺς διε- δέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρ- τιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγειλαν, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττοι, γελάσας ἔφη· οὐδὲ γὰρ ὑμεῖς εἰώ- θατε προλέγειν, ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους· μὴ τοίνυν ἀγανακτῆτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λα- κωνικῷ στρατηγήματι.
[*](7,27,1)Ὅτι Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νῦξ ἐπῆλθεν· οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν ἀνεχώρησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτέρους λαβὼν πολλῇ σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τὴν Πισιδῶν χώραν ἐπόρθησεν.
[*](4 προσελθών H || 15 διελέξατο H || 17 παιδευθησομένοις H || Λυκούργιον H.)Ὅτι ὁ αὐτὸς Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς [*](7, 27, 2) πλείονας ἀδολεσχοῦντας προσεκαλέσατο τοὺς ἄρχοντας αὐτῶν διαλέξασθαι περὶ τῶν συμφερόντων κοινῇ· οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλι- τῶν πρὸ πολλοῦ παράγγελμα εἶχον τῶν ἀρχόντων διαλεγο- μένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.
Ὅτι Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρεσβευ- [*](7, 28, 1) σαμένων πρὸς αὐτὸν ὡμολόγησε περὶ διαλύσεως καὶ τὴν πολιορκίαν διαλύσας παρακαλεῖ Βαρκαίους βασιλεῖ κοινωνῆ- σαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βου- λευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμ- πρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις τῶν ἐπιτηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρεν τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόντες τὰς πύλας διήρπασαν τὴν πόλιν.
Ὅτι Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- [*](8, 28) εποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασ- σαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο ὡς νενικηκότες· ἐπεὶ δὲ μετὰ πολύν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.
Ὅτι Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν [*](1, 30, 4) ἔφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγνμα λύειν, ἵνα βασιλεὺς μὴ φύγοι. Θεμιστοκλῆς ἀντιβουλεύεται, ὅτι ὁ βασιλεὺς ἀπο- [*](22 κατέλαβεν] κατέλαβεν τὸ Περσικὸν ex dittogr. H || 23 ἱερίων H || ἀναίδην Η || 30 ἀπολειφθεὶς H.)
Ὅτι Ἀγησίλαος ἐν Κορωνείᾳ Ἀθηναίους ἐνίκησεν. ἤγ- γελλέ τις· οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών.᾿ ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι ὅποι βούλοιντο, σφαλερὸν ἡγούμενος συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.
[*](2, 1, 19)Ὅτι ὁ αὐτὸς Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λακω- νικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἦν ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿ οἱ μὲν διέστησαν, Θηβαῖοι δὲ διαδραμόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο καὶ οὐκέτι φόνος ἦν ἀμφοτέ- ρων, ἀλλὰ μόνον τῶν φευγόντων.
[*](2, 1, 28)Ὅτι ὁ αὐτὸς Μεσσηνίους ἰδὼν ἔξω τῆς πόλεως μετὰ γυναικῶν καὶ παίδων παραταξαμένους ἀνέζευξεν ὡς ἀπεγνω- κότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειότερον μαχομένων.
[*](3, 9, 3)Ὅτι Ἰφικράτης νύκτωρ κατελάβετο πολειμίων πόλιν. οἱ δὲ συνέφευγον εἰς τὴν ἀγορὰν καὶ πλῆθος ἡθροίζετο. Ἰφι- κράτης ἀνοίγειν ἐκέλευσεν τὰς πύλας παρασχὼν αὐτοῖς ἀφορ- μὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδύνως κρατήσῃ.
[*](7, 44, 2)Ὅτι Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά- μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο· πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι, Σκύθης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευεν, ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέ- τας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμη- σαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.
[*](14 δραμόντες H || 24 Σκυθιάδες H.)Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι [*](5, 22, 1) καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά- των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.
Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.
Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα [*](7,15,4 cf.2,1,23 4,6,10) τὸν στρατηγὸν ἀποκρύπτειν.
Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς [*](2,1,15) στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητῆται.
Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- [*](2, 3, 10) τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.
[*](3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα- σάμενος H|| 12 καταχθεὶς εἰς τὴν στρ. H.)Ὅτι Ἀρξιλαΐδας ὁ Λάκων διερχόμενος μετὰ τοῦ στρα- τεύματος εἴσοδον ὕποπτον δυναμένην κρύψαι ἐνέδραν πολε- μίων παρήγγειλε τῷ πλήθει, ὡς προεγνώκει προκαθημένην ἐνέδραν καὶ προσέταξε πάντας διεσκευασμένους πρὸς μάχην διαβαίνειν πολεμήσοντας τὸν προκείμενον λόχον. ἐξ οὗ συνέβη κατὰ τύχην εὑρεθῆναι λόχον μέγαν μὴ προορώμενον τὴν τῶν πολεμίων παρασκευήν. οὓς ὡς προπαρασκευασμένος ῥᾳδίως διέφθειρεν.
[*](2,37)Ὅτι ἐκ τοῦ ὁρᾶν ὄρνεις ὑπεριπταμένους καὶ μὴ ἐπὶ γῆς ἱζάνοντας χρὴ συνιέναι, ὡς λόχος ἐγκέκρυπται ἐκεῖσε.
[*](3, 9, 24)Ὅτι᾿ Ἰφικράτης πολιορκῶν πόλιν, ἐπειδὴ ἐπαπειλουμένους αὐτὸν τοὺς πολίτας ἤκουεν, φωράσας ἐνέδραν συντόνμως ἀνέ- ζευξεν καὶ ἐρευνησάμενος καὶ εὑρὼν πάντας διέφθειρεν.
Ὅτι Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- τιώτας ἀποβιβάσας νύκτα καὶ ἡμέραν ἀναμείνας τῶν πολε- μίων οὐκ ἐξιόντων ἐνέδραν καταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες θαρσή- σαντες ἐξῆλθον καὶ ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν. οἱ λο- χῶντες ἐπαναστάντες πλείστους διέφθειραν καὶ λείαν πολλὴν συνῆξαν. Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ταῦτα ἀνα- λαβὼν ἀπέπλευσεν.
[*](2, 14, 1)Ὅτι ἔφοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδονα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμενοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες εἴς τινα χῶρον ἐπιτήδειον μετέ- πεμψαν τὸν Κινάδονα μετὰ δύο στρατιωτῶν ὡς πρὸς πρᾶξιν ἀπόρρητον. Ὡς δὲ ἀφίκετο κατασχεθεὶς ὑπὸ τῶν προπεμ- φθέντων ἱππέων καὶ στρεβλωθεὶς ἐξήγγειλεν τοὺς κοινωνοὺς [*](4 τὸ πλῆθος H|| 24 μηνυθέντες H || Κινάδονον H.)
Ὅτι Ὀνόμαρχος Μακεδόσι παραταττόμενος ὄρος μηνο- [*](2, 36, 2) ειδὲς κατὰ νώτου λαβὼν καὶ ταῖς ἑκατέρωθεν κορυφαῖς ἐγ- κατακρύψας πεζοὺς καὶ πετροβόλους μηχανὰς προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν εἰς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥώμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συνέτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνόνμαρχος ἐσήμηνε τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν, ταῖς πέτραις συντριβόμενοι ἀνε- χώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων φασὶν εἰπεῖν· οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνα αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν.
Ὅτι Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρατη- [*](3, 1, 2) γῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαράδρας με- γάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολενμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐλόχησεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγώσωσιν οἱ ἐναντίοι, κατὰ τὸ ὑπερβάλλον αὐτῶν ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφα- λάγγωσαν, οἱ δὲ ἐξ ὄπιθεν ἐπανέστησαν καὶ ἄφνω προσ- πεσόντες οὐ σύν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.
Ὅτι Φίλιππος ἀφικόμενος εἰς Λάρισσαν, ἵνα τινὰς τῶν [*](4, 2, 11) Ἀλευάδων ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως εἰσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βόϊσκος ἐξήγ- γειλεν τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.
[*](6 προσῆγε H|| 8 ἠκροβολήσαντο H|| 11 πεζοὺς H|| 22 λοχῶ- δες H|| 27 τὰς τῶν Ἀ. ἐξοικίας H || 30 Ἀδευάδες H.)Ὅτι ἀπατῶνται καὶ ἐχθροὶ, ἡνίκα τὴν ἐνέδραν προ- καθίσας ἀποστείλας ἐμπιπρᾷ τὰς ἐπαύλεις καὶ τοὺς σταθμούς. οἱ δὲ πολέμιοι ὡς ὑφʼ ἑτέρων ἐμπιπρωμένας νομίζοντες διαρπά- σασθαι λείαν ἐκεῖθεν ἀπερχόμενοι περιπίπτουσι ταῖς ἐνέδραις.
[*](5, 10, 4)Ὅτι Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλλεν παράγγελμα δοὺς ἀπόρ- ρητον εἰς φυγὴν τραπέσθαι. οἱ μὲν δὴ ἔφυγον, οἱ δὲ Ἀκρα- γαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρό- μενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠθησαν ὑπὸ τῶν πολιτῶν ἀνακαλεῖσθαι καὶ μεταβαλλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φευγόντων. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.
[*](deeat in Polyaeni codicibus)Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώ- ματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παρα- φυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώ- ματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν· ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθηναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ἄρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελ- ταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς. ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώματα τῶν Λακωνικῶν νεῶν ἀνακαθιστά- μενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνέτριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.
[*](5 Ἡμίλκων H || 7 ἐν ἡ μέραις H || 19 ἀναχθῆσαι H || 28 ἀντικαθιστάμενα Roth; ἀντικαθιστάιτα H || 29 Ἀθηναίαις] ἀσίαις H.)ὅτι πολλάκις ἐπαφιέμενον ὕδωρ ποτάμιον τοῖς πεδίοις [*](1, 3, 5) ἄχρηστον ποιεῖ ἱππόταις τὴν μάχην.
Ὅτι καὶ κατασπορὰ τριβόλων τροποῦται πλῆθος ἱππέων [*](1, 39, 2) τῶν πελταστῶν στερρὰ ὑποδήματα ὀφειλόντων ἔχειν.
Ὅτι Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων [*](2, 2, 9) πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατό- πεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλεν τὸ ἐγχειρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἀπήγαγεν ἀπὸ τῶν ὀρυγμάτων εἰς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων. οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλων. οἱ τοῦ Κλεάρχου δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κεινμένους.
Ὅτι Ἰφικράτης διωκόμενος ὑπὸ πολεμίων ἱππεῖς ἐχόν- [*](3, 9,) των πολλοὺς αὐτὸς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπάδας καὶ ἐπελαύνειν ἐκέλευσεν τοῖς ἐναντίοις. οἱ δὲ ἵπποι τῶν πολεμίων τῆς φλογὸς τὴν ὄψιν ὡς ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.
Ὅτι Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον [*](6, 18, 2) ὀρύξαντες καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.
Ὅτι Ἐπαμινώνδας περὶ Τέγεαν διακινδυνεύων πρὸς Λακε- [*](2, 3, 14) δαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθοι τοὺς πολεμίους, προσέταξεν μετὰ ἱππέων χιλίων [*](23 (καὶ) seclusi.)
Ὅτι Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανό- μενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν φάσκων πάντα ποιήσειν τὰ προστασσόμενα καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατ- εστρατοπέδευσεν καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψεν τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀνα- χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.
[*](2,6)Ὅτι Δερκυλλίδας ὤμοσεν Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ ᾧ τε προελθόντα ταχὺ καὶ ὁμιλήσαντα πάλιν εἰς τὴν πόλιν πέμψαι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθεν, Δερ- κυλλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύ- σειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ῾ ἀφίημί σε νῦν, ἔφη, εἰς τὴν πόλιν. τοῦτο γὰρ ὤμοσα. κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι οὐκ ὤμοσα.᾿
[*](2,19)Ὅτι Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρούραρχον ἔπεισεν ἐπὶ σύνθημα προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν εἰς τὸ φρούριον καταστήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν, οἱ δὲ τοῦ φρουρίου φύλακες δια- λύσεως ἐλπίδας λαβόντες ῥᾳθυμότερον ἔσχον τὴν φρουράν. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. ὁ δὲ αὐτὸν εἰς τὸ φρούριον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν ἀναιρεθῆναι.
[*](12 τῶν συνθησομένων H || τὸ τέως H || 15 Σκήψεως] Κίτεως H || 16 ἐφʼ ὅτε H || 28 Θιβροναῖοι H.)Ὅτι Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο [*](6, 14) καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα [ἐν] κυκλῷ τοῦ τείχους ἐξελεῖν. τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον. ἐξ οὗ συνέβη κατενεχθῆναι τὸ τεῖχος.
Ὅτι Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους [*](6, 15) ἐπὶ τῷ δοῦναι αὐτοῖς τὰ ἡμίση τῶν ὅπλων. οἱ δὲ κατα- τεμόντες τὰ ὅπλα ἐκέλευον αὐτοὺς τὰ ἡμίση λαμβάνειν.
Ὅτι μελλόντων τινῶν συνθήκας ποιεῖν, συνεφώνουν [*](6, 53) τοιοῦτον, ὡς ἐπὶ τόσας ἡμέρας σκεψάμενοι παρατηρήσουσι τοὺς ὅρκους, τῶν πολεμίων δὲ ἐν πολλῇ ἀμελείᾳ διὰ τὰς τοιαύτας συνθήκας ὄντων, ἐπιόντες ἐν νυκτὶ ἐκεῖνοι πάντας αὐτῶν διέφθειραν. ἐγκαλούμενοι δὲ, ὡς παρέβησαν τὰς συνθήκας, εἶπον· οὐχὶ, ἡμέρας γὰρ συνεθέμεθα, ἀλλʼ οὐχὶ καὶ νύκτας.
Ὅτι καὶ ἄλλος ποιῶν ὅρκους μετὰ τῶν πολεμίων ὀρύξας [*](7,34) λάκκον καὶ σκεπάσας αὐτὸν διὰ ξύλων καὶ γῆς ὀλίγης ἐκεῖσε ἐποίει τοὺς ὅρκους λέγων, ὡς φυλάξει τὰ ὀμωμοσμένα, ἕως ἂν ἐπὶ τὸ αὐτὸ σχῆμα μένῃ ἡ γῆ. τῶν πολεμίων δὲ πιστευ- σάντων αὐτὸς κατέλυσε τὴν τάφρον καὶ ἐπέθετο τοῖς πολε- μίοις ἀφυλάκτοις οὖσι καὶ πολλοὺς αὐτῶν διέφθειρεν.