Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Ῥωμαῖοι Τυρρηνοῖς πολεαοῦντες ποιησάμενοι συν- θήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀν- δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ- ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ- [*](Cap. 31. Cf. Plut. de virt. mul. 14 et Publicol. 19; Liv. 2, 13; Dionys. Hal. 5, 32.) [*](6 ἀστίαι F || 10 ἐπελθόντες Plut.; ἐπανελθόντες F || 15 προ- ῆρλθον K; προσῆλθον F || 16 Θύμβριν vulg. || λουσόμεναι Plut. et V loturae; λουσάμεναι F || 17 προὔπεμψεν vulg. || 21 ἀνέπεμψαν K; ἀντέπεμψαν F || αὐτοῖς F || 23 Τυρήννων F.)
Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μα- χαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυ- μένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθών Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά- κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν- των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.
[*](Cf. 32. Ex Nicolao Danasc., ut videtur, coll. Plut. Bruto 53; cf. Appian. b. civ. 4, 136; Dio Cass. 44, 13 (47, 49).)[*](8 ἀνέσχισεν K; ἀπέσχισεν F; κατέτρωσεν Dio Cass. || 11 αὐτὴ F] αὑτῆς vulg. || 18 ἀλειψομένη F, quod defendit Hertlein coll. Xenoph. anab. 4, 4, 12; Hell 4, 5, 4; Aelian. v. h. 9, 30 ἀλεαινομένη Fuchs.)Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρα- τάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδο- μήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἀργὸς ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο- μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ερμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν- δρας πέπλοις γυναικείοις ἀμφιεννύντες.
Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα- [*](c. 600) θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος [*](Cap. 33. Cf. Plut. de virt. mul. 4; Paus. 2, 20, 8. — Κaegi, krit. Gesch. d. spart. Staates 500—431; Iahnii annal. suppl. 6 p.446.) [*](3 ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχι- λίους K cum Plut. || 6 παρὰ τὴν ἔπαλξιν Κ; παρʼ ἔπαλξιν Plut. || Κλεομένην F || 10 ἀνέσωσεν F || 14 Χιλωνίς F || 17 πολέμους F ||18 φίλανδρον H; φιλάνθρωπον F || 19 αὐτὴν F; αὐτῆ Κ.)
Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοῖς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο- λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.
Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη- σίοις συνεμάχουν. Διόγνητος, Ερυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, [*](Cap. 35. Cf. Plut. ibid. 16; Aristaenet. epistol. 1, 15.) [*](Cap. 36. Cf. Plut. ibid. 17; Parthenius, narrat. amat. 9.) [*](1 Φενεὸν F; Ἀλφειὸν Fuchs 9 μηλήϊδα F 10 [ὀ δυνατώ- τατος] Cas. W ex Plut.; [εἷς] K 12 εἴ μοι διαπράξαιο τὸ scripsi coll. Plut. εἰ διαπράξαιό μοι τὸ etc.΄ ἐμοὶ διαπράξοιτο F; ἐμοὶ διαπράξοι τὸ W; εἰ ἐμοὶ διαπράξαιο vulg. 17 Πολυκρήτη F (id. infra).)
Φωκαεῖς Φόξον ἡγεμόνα ἔχςντες Μάνδρωνι βα- σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν [*](Cap. 37. Cf. Put. ibid. 18; Chares Lamps. fr. 7 (Müller); Steph. Byz. s. v. Λαμψάκη. — A. v. Gutschmid, Philol. X, p. 524 not.; A. Schmidt, d. Perikl. Zeitalt. II, p. 120 sq.) [*](1 ἀνεῖντο Hertlein 3 ἐμβαλεῖ F || μολιβοῦν (et v. 7 μόλιβον) F] μολιβδοῦν (et v. 7 μόλιβδον) Plut.; μολυβδοῦν (et v. 7 μόλυβδον) vulg. || 5 αὐτὸν vulg. || 8 ἐπίθεσθε Cas.; ἐπιθέσθαι F || 9 οἱ δὲ στρατηγοὶ vulg. 13 Λαμψάκη W ex Plut.; Φωκαεῖς ἢ Λαμψάκη Μ; Φωκαεῖς F vulg. || 14 Φόξον] Φόβον Plut. || 17 ἐποικεῖν Hercher, Hermes 9, p. 112; ἐνοικεῖν F; συνοικεῖν Hertlein || 20 ἀποδημοῦντας F.)
Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- [*](Cap. 38. Cf. Plat. ibid. 19, qui de tempore: ἐν τοῖς Μι- θριδατικοῖς χρόνοις.) [*](4 κατακλιθέντες Κ; κατακλεισθέντες F 6 αὐτοὺς F || κατε- λ βοντο F et Plut.; κατεβάλοντο vulg. || 7 αὐτῶν 9 Λάμψακον προσηγόρευσαν scripsi cum Plut., cf 8, 44 extr.; Λάμψακον ἀνη- γόρευσαν vulg.; λαμψακαν ήγόρασαν (sic) F 12 | καὶ] Hertlein, Iahnii annal. 1867, p. 607 14 καλξν οὖσαν] ἄκουσαν Plut, sed idem paulo ante καλὴ δὲ τὴν ὄψιν ἦν 18 αὐιῆς F | 19 Ἀρετα- φίλα F.)
Tῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σῶώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ίέρεια, ἥν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεανῶς χεχοσμημένη. ταύτης ἐρᾷ Σινόριζ· χαὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὒτε βιάσεσθαι τὸν Σι- νάιον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε- κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Αρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.ʼ ἦκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ [*](Cap. 39. Cf. Plut ibid. 20; iterata sunt haec in Plut. amator. p. 768 B.) [*](3 Λσάνδρῳ F] Λεάνδρῳ vulg., Plut. || 6 ὁ δὲ διαφθείρας Δάφνιν vulg.; τὸ δὲ διαφθεῖραν άφιον F || 7 κατεῦνα τὴν F || 8 διεχρήσατο vulς ; ἐχρήσατο F || 10 Σινόριξ F] Συνόριξ M, Plut 13 ἱερίᾳ F 16 βιάσεσθαι Patakis, Hertlein; βιάσασθαι F 20 συνέ- θετο Patakis ἡκέτω vulg.; ἥκετο F 22 ποιησόμεθα R 23 ἐντελεῖς F; ἐν τέλει Κ et Cobet, Mnemosyne 4, p. 240.)
Τιμόκλεια Θηβαία Θθεαγένους ἀδελφὴ τοῦ παρα- ταξαμένου Φιλίππῳ περὶ Χαιρῶώνειαν, ὅς καὶ πρὸς τὸν ἐμβοήσαντα μέχρι ποῦ διῶώκεις;ʹ ἀπικρίνατο μέχρι τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν [*](Cap. 40 Cf. Plat. ibid. 24 et Alex. 12; Ζomar. 4, 9 (ex Plutarcho).) [*](3 (αὐτὸν) om. M Plut. 6 πεπτωκότα F 7 πολυτίμητε Cobet, ibid. p 240; πολύτιαε F 8 Ἀρτεμις F 13 Θεαγένους] Stratoclem Athenensem haec exclamasse tradit Polvaen. 4, 2, 2 14 Χερωνίαν F 19 ἵππαρχος] errasse vidtur Polyaenus, cum erquites Thraces in exercit Alexandri husquam occurrant (cf. Drcysen I 2, p 393 sq ); ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης Plut ; Θρᾷξ τις τῶν ἡγεμόνων Zomar.)