Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς ἄλλους Ἴωνας.

ΠΕΡΣΙΔΕΣ.

[*](558)

Πέρσαι Μήδοις παρετάσσοντο. Περσῶν Κῦρος [*](e.14,24) ἡγεῖτο. Κύρου σατράπης Oἰβάρης ἦρξε φυγῆς, καὶ ὅσων ἡγεῖτο Περσῶν, πάντες τῷ σατράπῃ συνέφευγον. ἔνθα δὴ αἱ Περσίδες ἀπαντώμεναι τοῖς φεύγουσιν, ἀνασυράμεναι τοὺς χιτωνίσκους ῾ ποῖʼ ἔφασαν φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε;᾿ ὁ [*](Cap. 45. § 1. Cf. Herod. 9, 99.) [*](Cap. 45. § 2. Cf. Plut. Alex. 69; de virt. mul. 5; Nicol. Damasc. t. 3, p. 406 Mueller; Iust. 1, 6, 12 sq.; Anaxim. fr. 18; Strabo 15, p. 730 C.) [*](3 ἐπῄεσαν F; ἀπήντησαν Cas. Κ || 16 Περσίδες P; om. F || 19 ὅσων vulg.; ὅσον F || σατράπῃ F] Οἰβάρῃ vulg || 20 ἀπαν- τῶσαι H: cf ad 1, 21, 1 || 22 ἢ ὅθεν H; ἕωθεν F; ὅθεν vulg.)

353
λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀνα- στρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο.

Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλον- τες τάς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν.

Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πρι- άμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατε- λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσ- ηγόρευσαν.

Ἀννίβας ἐν Ἰθηρία πόλιν μεγάλην Σαλματίδα [*](220) ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ- γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους [*](Cap 47. Cf. Conon. narrat. ap. Phot 13 et Steph. Byz s. v. Σκιώνη.) [*](Cap. 48. Cf. Plut. de virt. mul. 10.) [*](6 ὄπισθεν vulg.; ὄπιθεν F || 9 Τρῳάδες F; Πελληνεῖς vulg. || 10 Πελλήνεις F; Παλληνεῖς Cas. || 12 ἄλλην F1 || 13 ἔπειθεν τὰς corr. F2 ex ἐπιθέντας || Αἰθία Roth; Ἀνθία F; Αἴθυλλα Rutgers var lect p. 547 ex Conone || 15 νῦν] ναῦν F || 16 Παλήνην F.)

354
ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο- διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ- ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ- θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ- βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ- δωκε διʼ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα.

Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπʼ Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέ- [*](Cap. 49. Cf. Plut. de virt. mul. 8; Herod 4, 146 ; Polyaen. 8, 71. — G. Gilbert, Studien zur altspartan. Geschichte, p. 51.) [*](1 ἀνεῖναι M; ἀεϊναι F; ἀνείη vulg. || Σαρματαίων F1, corr. F2, || ἀποδιδόντων M; ἀποδωσόντων F; ἀποδόντων K || 3 διαρπασομένους Hertlein; ἁρπασομένους F: cf. infra vv. 8. 11 et Plut. ἐπὶ διαρπαγῇ || 4 ἐν ἱματίῳ Plut.; ἑνὶ ἱματίῳ F: cf. 5, 19. 8, 64 || 7 τὰ ξίφη vulg. || 8 Ἀννίβα vultg. || 9 ἐμβοή- σασαι M Plut.; ἐκβοήσασαι F; ἐκβοηθήσασαι Valckenaer || παρέ- δωκαν Patakis, Hertlein coll. Plut παρέδοσαν; προσέδωκαν F || 11 διαρπάζουσι p, K; φρουροῦσι Plut. || κατέβαλον Plut.; κατέλαβον F || 12 διεξεπαίσαντο Κ ; διεξεπέσαντο F; διεξέπεσον Plut. cf. 2, 2, 5. 3, 2, 14. 5, 16, 5 || 14 διʼ K; δὴ F || 16 τυρήννι.. F pr., τυρηννίδες F2 corr. 17 τυρήννων, corr. τυρηννῶν F || 18 Τέναρον F || κατασχόντες] κατάραντες Plut.)

355
σαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ- εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περι- καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι- κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ- κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ- ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν.

Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλε- μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή- σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε [*](Cap. 50. Cf. Plut de virt. mul. 6.) [*](6 προσειπεῖν Plut ; προσῆναι F || 8 ἐνδύονται F] ἐνδύντες W ex Plut. et Herod || [καὶ] ; [δὲ] ante ἑσπέρας Cas. 13 Ταΰγετον W ; ταυ ετὸν F; τὰ Ταΰγετα Cas. ex Plut.; ταυ- τὸν M || 18 Κελταὶ V Plut., Χέλται F1, Κέλτοι corr. F2: cf. 7, 42 || 19 ἔμφυλος F || καὶ del. K || 20 [ἐν μέσῳ] Cas ex Plut. || 23 εἴποιτε F.)

356
Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.

[*](4 Ἀνίβαν F || 5 ἐπάρχους Wyttenbacb ex Plut., qui τοὺς ἐν Ἰβηρία Καρχηδονίων ἐπάρχους; ἱππάρχους F.)
359

Καὶ τόδε ὑμῖν ὄγδοον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ὥστε συντετελεσμένης τῆς συντάξεως, ἣν ὑπεσχόμην, εὔχομαι ὑμῖν [μὲν] μετὰ τῆς στρατηγικῆς ἀρετῆς τέλος ἀγαθὸν ἐν τοῖς πολέμοις γενέσθαι, ἐμαυτῷ δὲ ψῆφον παρʼ ὑμῶν δικαίαν, ὅτι προαιρέσει βίου καὶ λόγου δικα- νικοῦ χρώμενος οὐκ ἀμελῶ συγγράφειν, ὅσα γένοιτʼ ἂν ὠφέλιμα ὑμῖν τε αὐτοῖς καὶ τῇ Ρωμαίων ἀρχῇ καὶ τοῖς Ἕλλησιν, ἤν τε πολεμῶμεν ἤν τε τὴν εἰρήνην ἄγωμεν. ἐν μὲν γὰρ πολέμῳ ταῦτά ἐστι νίκης γυμνάσματα, ἐν δὲ εἰρήνῃ γνώμης παιδεύματα, τὴν δόξαν ἀθάνατον παρὰ τῆς ὑμετέρας βασιλείας λαβόντα.

Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτεροςἈμοίλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο, τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθε- νεύεσθαι.

[*](4 συντετελεωμένης vulg. 5 [μὲν] Rud. Schoell; καὶ ὑμῖν M || 6 πολεμίοις F || 8 ἀμελῶ Κ; ἀμελῶς F || συγγράφειν F] συγ- γράφω Cas. || 10 πολεμωμένην τὴν F; τὴν om. vulg.: cf. praef. libri III || 14 Ἀμούλλιος F constanter || 15 Νομήτωρ D vulg. || 18 Σολπίαν F || 19 ἰερίαν F.)
360

Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουίας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδώς τὰ δρῶώμενα πρὸς τοὺς πολίτας ἔφη πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζῶώμεθαʹ. οἱ μέν ὧπλίζοντο καὶ ἠθροί- ζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.

Ῥωμύλος Ρωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκή- ρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημο- τελῆ Ποσειδῶνος πίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλʼ ἐς γάμον. οὐτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιίας ἐγένετο.

Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρα- κος ἐξαγαγῶών τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων [*](Cap. 3. 1. Cf L.iv. 1, 9; Plut. Romul. 14.) [*](Cap 3 6 2. Cf. Liv. 1, 14; Front. strat. 2, 5, 1.) [*](2 Ῥέμος F]  Ῥῶμος M, ut Dionγs. Hal. 5 Ἀμύλλιος F || 6 πλισάμενοι F 7 ἀθροιζώμεθα vulg ; ἀθροιζόμεθα F 8 Ῥέμος pr., Ῥόμος F corr. 10 παθόντες vult. 15 ἄξει Κ 16 Ἱπ- πειου vulg.)

361
εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζῶώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἔω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοι- ξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν , Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὅπισθειν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διῶώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδη- ναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.

Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλό- μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτῶώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν [*](4 προσῆλθεν p V; προσῆλθον F, quod defendit Hertlein, ahnii annal. 1861, p 257 9 Φηδιναῖοι 17 ἀντιπρόσωποι vulg.; ἀντιπρόσωπον F 23 Νούμαc F ubique; cf. Dittenberger, Hermes 6, p. 290 25 μεταλαβεῖν F, corr. vulg.)

362
Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῖν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου- μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὐτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Ἀάκωνας.

Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδη- [*](e. 40, 5) ναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχωώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμών γγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε- βόησεμέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντοςʹ. τοῦτʼ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ- μησαν ὑπʼ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.