Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](375—551)

Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.

Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἰδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δη χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρʼ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἡφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. [*](Cap. 23. § 1. Cf. Aristot. oecon. 2, 13.) [*](Cap. 23. 6 2. Cf. Polyaen. 8, 53, 4. — J. p. 470 sq.) [*](1 τὸν οὐρανὸν M || 6 φανερῶς αἰτεῖν ὀκνῶν W ; φανερῶσαι τὸν ὄκνον F || 7 με vulg.; μὲν F || 8 φίλους RΚ ut v. 11; ἵππους F; ἴσως φίλους η ἱππεῖς m || ἐναντίων M || 9 ὅσα τοιάδε W coll. 1, 34, 2; ὅσα δὴ F; ὅσα δὴ τοιαῦτα vul. || 13 ἔπεμψεν F, || 17 φύλακας F2; φυλακὰς F1 || 18 ὑπηρέτει F] ὑπηρετεῖτο M || δὴ αὐτοῖς M; διʼ αὐτοῖς F; διʼ αὐτῶν D ἐβουλοντο M; ἐβούλετο F 21 Ἡρόφυτον Roth, quod etiam in Arrian. anab 1, 7, 11 re- stituendum pro Ἡρόπυθος; Προφυτὸν F.)

338
Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσωώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ- κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.

[*](476)

Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.

[*](291)

Δρομιχαίτης ξρᾳκῶν βασιλεῖς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς [*](Cap. 24 Cf. Herod. 7, 107; Plut. Cimon. 7.) [*](Cap. 23. Cf. Droysen II, 2, p. 276 et not. 1; J. p. 652.) [*](3 ἐξελθόντες F vulg.] ἐξῆλθον V egrediebantur || 4 [συνέ- δραμον]. ἐνέδρα δὲ R Κ; ἐνέδρα δὲ F, ἐνέδραμον D || 9 Βόγης Herod.; Bόργης F constanter; Βούτης Plut || 10 Στρυμῶνος F || 15 καὶ ἡ γυνὴ καὶ τὰ τέκνα M Herod. 20 αὐτοῦ Σεύθης Maasv ; αὐτοὺς αἰθεὶς F; αὐτοῦ Αἴθης vulg : cf. Droysen l. l., not. 1.)

339
Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα.

[*](e. 56, 8)

Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο [*](c. 363) ὑπʼ Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο- κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι- στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος ἐπιτηδείων καὶ συμμάχων.

[*](e. 31, 15)

Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- [*](Cap. 27 § 1. Cf. Pront. strat. 1, 4, 5.) [*](1 κακαπαθοῦντες F || 3 Λυσιμάχειοι et censor Ienensis; Λυσιμάχιοι F: cf. ad 2, 2, 9 || 6 Ἀδραμύττιον F2, M; ἄνδρα μύτ- τιον F1; Ἀδραμύτειον vulg. || 9 καὶ om. M || 10 Πτελεοῦντι F, corr. Cas. || 12 ὡς ἄν vulg.; ἕως ἂν F || 17 Πισίδαις vulg.; Πι- σίδας F || 20 ἐνενήκοντα (i. e. q΄ ) H; ς΄ (i. e. ἓξ) F.)

340
μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν.

Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων [*](e. 31, 16) ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε- σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.

Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος [*](e. 12, 12) ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρα- τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ- τοθσα.

[*](c. 150)

Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς [*](e. 31, 17) αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι [*](Cap. 28. De Arsame eiusque tempore cf. C. Wachsmuth, Mus. Rhen. 37, p. 156 sq.) [*](1 τῶν F] τὴν vulg. || 5 προσεκαλέσατο H || 10 ἀμελῶς Cas ; ὁμαλῶς F || 11 οἱ μὲν FH; μὲν vulg. || 14 τῶν μὴ Cas.; μὴ τῶν F || 20 Ἀρσάμης F pr. H; Ἀρσάβης F corr. (idem infra 21 et p. 341, 10).)

341
τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες.

[*](e. 44, 2)

Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν , συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπʼ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ , αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.

[*](1 αὐτῶν F || 3 Ἀρσάβης F || 4 ἠσθία F. corr. vulg. 5 παρ- ἐθηκεν vulg τῶν ἐπιτηδείων H || 6 ἄφθονον H V; ἀφθόνων F || 8 καταλαβόντες H || καὶ om. M || 13 προσαγάγῃ F; προσάγοι vulg.; προάγοιεν sc. οἱ πολέμιοι Patakis || 16 ἐπεὶ δὲ Κ ; ἐπειδὴ F || 21 φαλάγγαν F || 23 ἐνέβαλον M; ἐνέβαλλον F || οὗτοι M, οἴτω F.)
342

Μιθριδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- [*](e. 51, 3) μην κτεῖνε ἢ ἄγε᾿. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χρίω τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν.

Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον- τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα [*](Cap. 29. § 1. Cf Corn Nep. at. 10 sq.) [*](2 Μιθριδάτῃ vulg.; Μιθριδάτης F || ὁ βασιλεὺς vulg. || Δατά- τμην F || 3 κτεῖνε p; κτεῖναι F: cf. 7, 14, 1 Μιθριδάτην F || 4 ἐπίστευεν Patakis || 7 ἔδειξεν F] ἔδοξεν vulg. || 12 προῆγεν Hertlein || 16 δή τινων ὧν M; δὴ τίνων F || 17 προσελθόντα F; προελθόντα P.)

343
ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διαώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠ\φέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.

[*](e. 56, 9)

Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης [*](319) μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν.

Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ post [*](359) χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.

Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- post [*](359) μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ [*](Cap 32 Cf. Aristot. oecon. 2, 27.) [*](6 Ἀριββαίου F qui v. 9 Ἀριβαῖος; Ἀριβαίου M: cf. Droysen II, 1, 13, not. 2, qui docet genuinam nominis formam esse Ἀρραβαῖος; Diod. 18, 3. 26. 39. 51 etc. Ἀρριδαῖος 7 πρὸς ἤγαγεν F, corr vulg. || 16 ὑπεκκείμενα ; ὑποκείμενα F || 17 μετεπέμ- ψαντο K; μετεπέμψατο F || πόλεων vulg ; πολεμίων F || 20 ὕπαρ- χος F] ἵππαρχος vulg.)

344
πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.

[*](480/79)

Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ- θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν.

[*](353)

Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτω παρέδωκεν.

[*](479)

Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλ- θεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα, Μαρδόνιος δὲ νενικηκὼς ἔπεται καὶ τὰ ἔργα τῆς νίκης αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θλεττα- [*](Cap. 33. § 1. Cf. Herod. 8, 128; Aen. Tect. 31, 26.) [*](Cap. 33. § 2. Hic Artabazus est nepos illus, qui in §§ 1 et 3 nominatur: cf. Diod. 16, 34. — Wachsmuth, Mus. Rhen. 34, p. 156; Schaefer, Demosth. I1, p. 457 et not. 6.) [*](Cap. 33. § 3. Ex Herod. 9, 89.) [*](6 Ποτίδειαν Heringa coll. Herod. et Aen. Tact.; τὴν πόλιν F; τινα πόλιν vulg. || 7 Σκιωναῖος F] Σικιωναῖος ; Σικυώνιος vulg. || 8 προσάψαντες vulg.; πρσσάψοντες F || 12 ἐκάλεσεν vulg.; ἐκέλευσεν F || 14 Διβίκτῳ] Σιβυρτίῳ Roth || 16 Πλαταιῶν M; Πλαταιέων vulg.; Πλατέων F || 17 ἐρωμένων F1 || 21 ἀπαγγελεῖ Roen.)

345
λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.