Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Δημήτριος χρήματα οὐκ ἔχων διπλασίους συνέλεξε στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθο- φορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, ὅτι᾿, ἔφη, ῾βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσου- σιν ἄλλοι, [ἄλλοι] καὶ στεφάνους πέμψουσι τὸ πλῆθος τῶν στρατιωτῶν δεδιότες ἤδη᾿.
[*](e.57,13)Δημήτριος μέλλων ἐπὶ τὴν Εὐρώπην πλεῖν βου- [*](301) λόμενος λαθεῖν, ὅποι ἀποβαίνειν μέλλοι, τῶν κυβερ- νητῶν ἑκάστῳ βιβλίον ἔδωκεν ἐσφραγισμένον προστά- ξας εἰ μὲν ὁμοῦ πλέοιμεν, ἐᾶτε μένειν τὰς σφραγίδας, εἰ δὲ διασπασθείημεν, ἀνοίξαντες τὰ γραμματεῖα ποιεῖ- σθε τὸν πλοῦν εἰς τὸν γεγραμμένον τόπονʼ.
[*](e.31,7)Δημήτριος ἀδοκήτως προσπεσεῖν τῇ Σικυῶνι βου- [*](303) λόμενος ἀνεχώρησεν εἰς Κεγχρέας κἀκεῖ διέτριβεν ἡμέ- ραις πλείοσι προσέχων ἡδοναῖς καὶ τρυφαῖς. ὁπηνίκα δὲ πόρρῳ τῆς ὑπονοίας ἐγένοντο Σικυώνιοι, τὸ μὲν [*](Cap. 7. De fontibus cf. J. p. 627—634.) [*](Cap. 7. § 2. Cf. Droysen II, 2, p. 221; Schmidt, de ex- peditionibus a Demetrio Polior. in Graeciam susceptis, Pyritz 1875, p. 5; Schubert, Iahnii annal., Suppl. 9, p. 725; Moersch- bacher, quibus fontibus Plut. in vita Demetr. describenda usus sit, 1876, p. 31.) [*](Cap. 7. § 3. Cf. Diod. 20, 102, 2.) [*](1 ἐξεδέξαντο F] ἐδέξαντο M; εἰσεδέξαντο Hertlein: cf. 3, 9, 45 || 4 οὐκ ἔχων p; οὐχ ἑλὼν F || 8 τούτων Cas.; τούτου F || 9 ἄλλοι, [ἄλλοι] W ; ἀλλὰ K || 10 ἤδη delendum censuit R || 12 λαθεῖν H; μαθεῖν F || ὅποι F] ὅπου HM: ἀποβαίνειν ἐς, ἐπὶ cum accus. 3, 4, 4. 5, 8, 1; cf. 6, 9, 4.)
Δημήτριος Διοδώρῳ φρουράρχῳ τὴν Ἔφεσον παραδοὺς ἔπλευσεν ἐπὶ Καρίας. ὁ δὲ Λυσιμάχῳ συν- έθετο προδώσειν τὴν πόλιν ἐπὶ πεντήκοντα ταλάντοις. πυθόμενος Δημήτριος, ἀναλαβὼν τὰς ἡμιολίας, τὰς μὲν ὑπὸ τὴν χώραν ἐκέλευσεν ὑφορμῆσαι· αὐτὸς δὲ ἐπὶ μιᾶς πλέων καὶ Νικάνορα προσλαβὼν ἔπλει πρὸς τὸν λιμένα τῆς Ἐφέσου. ὁ μὲν Δημήτριος ἐν κοίλῃ νηὶ κατεκέκρυπτο· φανερῶς δὲ ὁ Νικάνωρ ἐκάλει τὸν Διόδωρον ὡς διαλεξόμενος αὐτῷ περὶ τῶν στρατιω- τῶν, ὅπως ἀσφαλῶς αὐτοῖς ἀπελθεῖν ἐπιτρέψειεν. ὁ δὲ ὑπολαβὼν ἥκειν τὸν Νικάνορα μόνον ἐπιβὰς ἐπι- κώπου κέλητος ἕτοιμος ἦν ποιεῖσθαι τὰς συνθήκας. ὡς δὲ ἐγγὺς ἦν, ἐκ νεὼς κοίλης ἀναπηδήσας Δημή- τριος τὸν μὲν κέλητα κατέδυσεν αὐτοῖς ἀνδράσι, τοὺς δʼ ἀπονηξαμένους συνέλαβε, τὴν δʼ Ἔφεσον κατέσχε τὸν προδιδόντα φθάσας.
[*](295)Δημήτριος Αἴγιναν καὶ Σαλαμῖνα λαβὼν ἐν τῇ Ἀττικῇ στρατοπεδεύων, ἔπεμψε πρὸς τοὺς ἐν Πειραιεῖ, αἰτῶν ὅπλα χιλίοις ἀνδράσιν ὡς ἥκων σύμμαχος αὐτοῖς κατὰ τοῦ τυράννου Λαχάρους. οἱ μὲν πιστεύσαντες ἔπεμψαν· ὁ δὲ λαβὼν καὶ ὁπλισάμενος αὐτοὺς ἐπο- λιόρκησε τοὺς πέμψαντας.
[*](2 Πελλήνην Wessel. ad Diod. 20, 102; Παλήνην F || 3 ὁπλη- τικὸν F || 11 Νικάνωρα F || 19 κατέδησεν F1 || 22 σαλμίναν, corr. σαλμίνα F || 23 στρατοπεδεύων Heringa ; στράτοπεδον F || πειραεῖ F || 24 ἥκων mp; ἧκον F || σύμμαχος F || σύμμαχοι vulg.)Δημήτριος τοῦ Πειραιῶς ἐκράτησεν οὐχὶ παντὶ [*](307) τῷ ναυτικῷ κατάρας, ἀλλὰ τὰς μὲν πλείστας τριήρεις ὑπὸ τῷ Σουνίῳ ναυλοχεῖν κελεύσας, εἴκοσι δὲ τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος προσέταξε ῥοθίῳ τῇ εἰρεσίᾳ πλεῖν οὐκ ἐπὶ τὸ ἄστυ, ἀλλʼ ὡς ἐπὶ τὴν Σαλαμῖνα. Δημήτριος ὁ Φαληρεὺς, Ἀθηναίων στρατη- γῶν, ἐτύγχανε μὲν κασσανδρίζων· ἀπὸ δὲ τῆς ἀκρο- πόλεως κατιδὼν τὰς εἴκοσι νέας ἐπὶ Σαλαμῖνος πλε- ούσας, ἐνόμισεν εἶναι Πτολεμαϊκὰς ἐπὶ Κορίνθου πορευομένας. οἱ δὲ ἐπὶ τῶν εἴκοσι ἐπιστρέψαντες εὐθὺ τοῦ Πειραιῶς κατέσχον, παραχρῆμα δὲ καὶ Σουνιόθεν ὁ στόλος ἅπας ἐπικατήγετο· ὥστε πολὺ πλῆθος ἐκβάντες κατελάβοντο τοὺς πύργους καὶ τὸν λιμένα. κήρυκες δὲ ἀνεβόων· ῾ Δημήτριος τὰς Ἀθήνας ἐλευθεροῖʼ καὶ Ἀθηναῖοι τὸ κήρυγμα τῆς ἐλευθερίας ἀκροώμενοι Δη- μήτριον προσεδέξαντο.
[*](e.57,15)Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τὴν ἐν Κύπρῳ [*](306) τριήρεσιν ἑκατὸν ἑβδομήκοντα· Πτολεμαίου στρατηγὸς Μενέλεως ἑξήκοντα ναυσὶν ἐφρούρει τὴν πόλιν, καὶ αὐτὸς δὲ Πτολεμαῖος προσεδοκᾶτο ναυσὶ τεσσαράκοντα [*](Cap. 7. § 6. Cf. Plut. Demetr. 8; Diod. 20, 45, 2. — Droysen II, 2, p. 115; Schubert. Iahnii annal., Suppl. 9, p. 698 sqq.) [*](Cap. 7. § 7. Cf. Plut. Demetr. 16; Diod. 20, 50 et 51. — J. p. 631.) [*](1 παντὶ in P rec. manu ex πάντων corr.; πάντων F vulg. 4 ἀρίστας F || 7 κασανδρίζων F || 9 Πτολεμαϊκὰς W coll. Plut. Demetr. 8 ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέγεσθαι παρα- σκευαζομένων; πολεμικὰς F vulg. 10 εὐθὺ F] recta ad Ρiraeum connitentes V; εὐθὺς vulg. || 11 τοῦ vulg.; τῶν F || Σουνιόθεν M; συνϊόθεν F || 15 ἀκροώμενοι Hertlein (cf. Iahnii annal. 1861, p. 253); ἐρώμενοι F V; ὁρώμενοι vulg. W coll. 5, 2, 5 || Δημήτριον οὐ προσεδέξαντο F || 18 ἑκατὸν ἑβδομήκοντα F V et H (ρο) coll. Diod. 20, 48 sq.; ἑκατὸν ὀγδοήκοντα PD et Plut. Dem. 16 || 19 Μενέλαος H, Diodorus, Plut.: cf. 1, 13.)
Δημήτριος ἐς Κόρινθον προδιδομένην νύκτωρ [*](e.29,5) προῆλθε τῶν προδιδόντων τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων. δεδιὼς τοὺς ἐν τῇ πόλει, μὴ μαθόντες ἐπιθοῖντο, περιέσπασεν αὐτοὺς πολλὴν στρατιὰν προσ- βαλὼν ταῖς πύλαις ταῖς κατὰ τὸ Λέχαιον. οἱ μὲν δὴ μεγάλα ἠλάλαξαν, οἱ δὲ Κορίνθιοι πρὸς τὴν βοὴν συνέδραμον ἅπαντες. οἱ προδιδόντες τὰς κατὰ κορυ- φὴν πύλας ἀνοίξαντες τοὺς πολεμίους ἐδέξαντο· Δημή- τριος δὲ ᾑρήκει Κόρινθον, Κορινθίων τὰς ἐπὶ Λέχαιον πύλας φυλαττόντων.
[*](295)Δημήτριος ἐπεστράτευε Λακεδαιμονίοις· ἦν μέσον [*](e.22,3) ἀμφοτέρων ὄρος Ἀρκαδικὸν Λύρκειον. οἱ Μακεδόνες [*](Cap. 7. § 8. Cf. Diod. 20, 103, 1.) [*](Cap. 7. § 9. Cf. Droysen II, 2, p. 257 et 7. p. 633.) [*](4 ὄπισθεν vulg.; ὄπιθεν F || 12 συνέφυγεν vulg. || 14 προῆλθε FH; προσῆλθε K || κατὰ F] μετὰ vulg. || 15 μαθόντες H; λα- θόντες F vulg. || 17 Λαίχμιον F; corr. vulg. || 19 προδιδόντες F] προδόντες MP || 21 Λέχαιον coni. Hertlein coll. 4, 7, 3; Λεχαίου F || 24 Λύρκειον scripsi: cf. J. p. 632; Λυκαῖον F.)
Δημήτριος ἀνεχώρει διὰ στενῆς ὁδοῦ· Σπαρτιᾶται [*](294) κατὰ τὴν οὐραγίαν προσβαλόντες πολλοὺς ἐτίτρωσκον. ὁ δὲ πλῆθος αμαξῶν σωρεύσας κατὰ τὸ στενώτατον τῆς δυσχωρίας πῦρ ἐνῆκεν. οἱ μὲν πολέμιοι τὴν πυρ- καϊὰν ὑπερβαίνειν οὐκ ἠδύναντο· ἐφʼ ὅσον δὲ συνέ- βαινε καταφλέγεσθαι τὰς ἀμάξας, Δημήτριος προλαβὼν ἐξέφυγε τοὺς διώκοντας.
Δημήτριος κήρυκα πρὸς Βοιωτοὺς πέμψας πόλε- [*](292) μον ἐπήγγειλεν. ὁ μὲν κήρυξ ἐν Ορχομενῷ τοῖς Βοιω- τάρχαις τοῦ πολέμου τὴν ἐπιστολὴν ἀπέδωκε· Δημή- τριος δὲ ἐν Χαιρωνείᾳ τῇ ὑστεραίᾳ ἐστρατοπέδευσε. κατεπλάγησαν οἱ Βοιωτοὶ πόλεμον ἀγγελλόμενον ὁμοῦ καὶ παρόντα.
[*](e.48,6)Δημήτριος Λύκον ποταμὸν ὀξύτατον ἐπεραιοῦτο [*](287) πεζοῖς μὲν οὐ διαβατὸν, ἱππεῦσι δέ. τῶν ἱππέων ὅσοι μεγίστους καὶ στερνοβριθεῖς ἵππους εἶχον, ἐς τετρα- φαλαγγίαν ἀντίους ἔστησε τῷ ῥεύματι· τούτοις τὸ [*](Cap. 7. § 11. De tempore inter se discrepant Droysen II, 2, p. 257 sq. et Willamovitz (Philol. Untersuchungen, fasc. 4, p. 202), cf. J. p. 633.) [*](3 ὕλην M; πύλην F || 16 ἐπήγγελλεν K || 17 ἀπέδωκε Hert- lein; ἀνέδωκε F; ἔδωκε M || 16 χερωνείᾳ F || 19 ἀγγελόμενον F || 23 στερνοβριθεῖς p; στενοβριθεῖς F; εὐρώστους H || 24 ἀν- τίους F; αὐτοὺς M ; ἀντίαν P; ἀντέστησε vulg.)