Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.31,2)

Τολμίδης, Αθηναίων ψηφισαμένων αὐτῷ δοθῆ- [*](456) [*](Cap 1. § 2 Ex Thucyd. 3, 107.) [*](Cap. 2. Ex Thucyd. 3, 34.) [*](Cap. 3. Cf. Diodor. 11, 84.) [*](5 ἐστρατοπέδευον F 8 λοχμῶδες M et Thucyd ; λοχῶδες FH ἐνελόχισεν Heringa (λοχίζει Thucvd.); ἐνελώχησεν F 9 ψιλοὺς FM] φίλους vulg. τριακοσίους FH; τετρακοσίους He- ringa ex Thucyd 10 ipsi 1. e. αὐτοὶ V || 12 ἐξόπιθεν F ἐξανέ- στησαν Hertlein, Iahnii annal. 186 1, p. 249; ἐπανέστησαν F.)

114
ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε- γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ- μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν.

[*](432)

Φρμίων ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας Σκύρῳ προσέσχεν. Χαλκιδεῖς ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη- ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ- δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν ορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθών ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χῶώραν, ἅπασαν ἐξήγαγεν.

[*](249)

Φορμίων τριάκοντα ναῦς ἔχων πρὸς πεντήκοντα ναῦς πολεμίων ἀναχθεὶς εταξε τὰς ἰδίας ἐπὶ πέντε [*](Cap. 4. § 1. Cf. Front. strat. 3, 11, 1.) [*](3 ἑκόντα p; ἕκαστον F; ἐθελοντὴν Diodorus στρατεύεσθαι m; ὁρατεύεσθαι F; στρατεύειν Diod. 5 μὴ ; om. F || 6 χιλίων m; ᾳ F; χιλίοις vulg. τετρακισχιλίοις m, Diod.; φʹ i. e. πεντα- κοσίοις F 9 Χαλκηδέων F 10 Σκύρῳ Hensterh., Ruhnk , Wessel. laudati apud Blumiuu, oserv. p. 45, item Κoen ad Gres. Cor. 237; Κύρῳ F; Χύρρῳ Κ Ζάλκιδες F 13 ηρέα F τοῖς μὲν οὑν H 15 ωωρμήσατο F χλκίδες F 16 τῶ bis corr. M .pc. mauu; τὸ FH.)

115
καὶ παρὰ τὴν τάξιν τῶν ἐναντίων αὐτὰς ἐκείνας προσ- ἥγεν ὀρθίοις τάγμασιν. τῶν δὲ ἐναντίων διὰ τὴν πολλὴν προθυμίαν ταχέως διασπαρεισῶν καὶ τῶν τα- χίστων τριήρων πολύ τὰς ἄλλας ἐν τῇ διώξει κατα- λιπουσῶν, συνιδῶών τὴν ἀταξίαν αὐτῶν ὁρμιῶν, ἐπι- στρέψας τὴν ἑαυτοῦ πεντεναίαν ἐνέβαλλε ταῖς γενομέ- ναις αὐτοῦ πλησίον τριήρεσι καὶ ταύτας καταδύσας ἐπὶ τὰς ἄλλας ἐπέπλει· καὶ τῶν ἄλλων τριηραρχῶν ταὐτὰ πράσσειν πειρωμένων φυγὴ τῶν πολεμίων ἐγέ- νετο. οἱ δὲ περὶ ορμίωνα διώκοντες [τὰς] πλείστας αὐτῶν καταδύσαντες τὴν νίκην ἀνείλοντο.

ὁρμίων περὶ Ναύπακτον ἐν τῇ Παράλῳ πλέων [*](429) ὑπὸ δύο τριήρων ἐδιῶώκετο. ὁρμούσης δὲ ἐπὶ σάλου νεὼς ὁλκάδος, ἢδη καταλαμβανόμενος περὶ ταύτην ἔκαμψεν καὶ τῇ βραδυτέρᾳ τῶν τριήρων κατὰ πρύμναν ἐνσείσας κατέδυσε καὶ διὰ τάχους ἐπὶ τὴν ἑτέραν ἐπι- στρέψας εὐκόλως καὶ ταύτην διέφθειρεν.

Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἄν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα [*](Cap. 4. § 3. Cf Thucyd. 2, 91.) [*](Cap. 5 Cf. Plut. Solon. 11; Paus. 10, 37, 6.) [*](2 ὀρθρίοις F 6 πεντεναΐαν Wessel. ad Diod. 14, 103: cf. L.obeck, Phryn. 432; πενταναΐαν F 9 ταῦτα F 10 περὶ ἀμφὶ F [τὰς| add. 19 Κείρραν F, et ita constanter; idem Κειρ- ραῖοι 21 Κιρραίας Bursian; ἱερᾶς F; αὐτῆς R 22 ἀπεχούσης Blume.)

116
γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χῶώραν τὴν ἔΚιρραίαν, ἴνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ.

[*](411)

Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ- λον οἱ πολέμιοι. κατὰ τὸ ἀτείχιστον τῆς Σάμου μέλλουσι προσβάλλειν οὐ πασῶν [ένδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν ρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις ρυνίχου μᾶλλον ἐπί- στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν.

[*](295)

Λαχαρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου [*](e.52,2) ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί· σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ [*](Cap. 6. Ex Thucyd. 8, 51.) [*](Cap. 7. Cf. Schubert. die Quellen Plutarchs in den Lebens- bescbreιbungen des Eumenes, Demetrius u. Pyrrhus p. 700 sq.) [*](1 γῆς Rud. Schoell; τῆς F; τῆς ἱερὰς γῆς vulg. ||καθήκουσα Blume 4 θαλάσσης F 9 προεῖπειπε F1 ; προυπεῖπε F2. 11 προσ- βάλλειν Cas. ex V impressionem facient; προσβάλλουσιν F; προ- βάλλουσι vulg. (ἔνδον ὁρμουσῶν] Maasv. ex Thucyd.; | ἔνδον οὔσῶν| C in marag. 19 Ἀθηνῶν F; Ἀθηναίων , quod probavit W coll. 3, 7, 2, nt cf Hertlien, Iahni annal., 1861, p 252; Hercier, Hermes 9, p. 112 20 λαβών ; ἀναλαβῶῶν F, βαλῶν H 21 κόλπου m; κόπρου F; ἀπὸ κόπρου i. e. plenam fimo R.)

117
πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς.

Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους [*](293) καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπὲξ- ελθῶν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον.

[*](e.52,3)

Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων [*](post293) ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκώς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.

Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι [*](266-263) τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως [*](Cap. 8. De tempore cf. Droysen III, 1, p. 239 sq.) [*](1 δαρειὺς] cf. Droysen II, 2, p. 253, not. 2| 7 ἱππεύσας F: cf. 2, 31, 3 (4); τοὺς ἱππεῖς Hertlein τοὺς Βοιωτοὺς W ; τὰς Βοιωτίας F; τὴν Βοιωτίαν vulg. 8 Θηβῶν vulg.; Θηβαίων PM. cf. Hertiein, Iahnii annal. 1861, p. 252; Hercher, Hermes p. 112 9 ἑσπέρας om. M alii, unde W coniecit dittographiam esse vocis ἡμέρας 17 Ιυσιμαχίαν F vulg. διῆλθεν M ; διεξῆλθεν F: cf. 3, 9, 5 22 ἐλάμβανεν F] ἀνελάμβανεν vulg ; ἀντελάμβανεν Blume.)

118
ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν.

Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά- [*](e.5,2) λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχύ προελθὼν ἐκήρυξε· ῾  [τῆς στρατείας] γενομένης ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα- σκευασάμενος καλῶς ἐπανηκέτω.᾿  ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦνʼ, ἔφη, ἄνδρες, τῶν ἀνδραπέδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν.

Ἰφικράτης τοὺς πολεμίους ἐς φυγὴν τρεψάμενος [*](e.45,3) εἵπετο σχέδην ἄγων τὴν φάλαγγα καὶ παραγγέλλων ἔφη οἱ μὲν ἐλαφροὶ φυλάττεσθε τὰς ἐνέδρας, τῶν δὲ φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά- [*](Cap. 9. Cf. Rehdantz. vitae Iphicratis, Chabriae, Timothei Atheniensium, Berolin. 1844. — J. p. 565—573.) [*](6 φαλάγγαν F || 7 καὶ ante ὠχρ. del. Patakis || 9 τῆς στρα- τείας om. F, add. vulg. || 14 συνάψωμεν H; συνάπτωμεν M K; συνσπτομεν F: cf 3, 9, 14. 4, 11, 2. 5, 3, 8. 8, 25, 2 || 18 τοὺς om. M || 19 σχέδην Κoen. ad Greg. Cor. 198; pedetentim V; σχέδη F; σχολῇ R; σχεδὸν vulg || φαλάγγαν F || παραγγέλων F || 21. 22 ἧ Μ; ἢ in ἧ corr F2; ἢ vulg.)

119
λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν᾿.

[*](e.32,5)

Ἰφικράτης νύκτωρ κατελάβετὸ πολεμίαν πόλιν· οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί- ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ- έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδυνότερον κρατήσειεν.

Ἰφικράτης ἐν Θράκῃ ἐνέβαλλεν. τῶν στρατιωτῶν αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε- πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα [τάλαντον ἀργυρίου λήψεται], ὡς δὴ Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ- θυμοτέρους ἐποίησεν.

[*](e.47,4)

Ἰφικράτης διὰ μέσων πολεμίων ἐξελθεῖν βουλό- μενος ἔπεμψε νύκτωρ ἐπὶ τὰ ἄκρα τῶν κατεχομένων χωρίων σαλπιγκτὰς τὸ πολεμικὸν σημῆναι προστάξας. οἱ μὲν ἐσήμηναν· οἱ πολέμιοι δὲ ἀνέδραμον πρὸς τὸν [*](Cap. 9. § 4. Cf. Xenoph. Anab. 2, 2, 20.) [*](2 ἄρχεσθαι F1, μάχεσθαι F2, || 3 λαθόντες absolute pro λ. ἑαυτοὺς: W confert Xenoph. Athen. resp. 1, 19; Plato, Theaet. 164 c || 5 πολεμίαν F] πολεμίων vulg. || 6 ἠθροίζετο H, sed cf. 7, 1 || 7 ἐκέλευε F || 9 ἀκινδυνότερον M;  ἀκινδυνώτερον F || 10 ἐνέβαλλεν F] ἐνέβαλεν M || 13 ὄνον ante Toupium ad Suid. I, p. 438 Heringa p. 125 coll. Xenoph. Anab. 2, 2, 10; νόμον F; ἵππον Aen. Tact. 27 || [τάλαντον ἀργυρίου λήψεται] R, Sauppe (Goetting. gel. Anz. 1871, p. 747); [μισθὸν λήψεται] K coll. 5, 1; [αὐτὸν ἕξειν] Blume 15 εὐθυμοτέρους R; εὐθυμο- τέρας F.)

120
ἦχον τῶν σαλπιγκτῶν. Ἰφικράτης ἀσφαλῶς διῆλθε τῶν πολεμίων τὸν μέσον τόπον ἔρημον καταλιπόντων.

Ἰφικράτης ἡττηθεὶς μετʼ ὀλίγων κατέφυγεν ἐς [*](e.47,5) χωρίον δασὺ καὶ πολύδενδρον. ἐπεὶ δὲ ἐφυλάσσετο, προσέταξε νύκτωρ κατὰ θάτερον μέρος ποιῆσαι θόρυ- βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως.

Ἰφικράτης ἀντιστρατευομένων τῶν πολεμίων προ- [*](e.47,6) ῆλθε τρισὶν ἡμέραις λαθῶν. μηχανησάμενος τὸ λαθεῖν ξύλα ξηρὰ ὑφῆψε καὶ τοῖς ξηροῖς χλωρὰ ἐπέθηκεν· ὁ δὲ ἀὴρ παχὺς καὶ ὀμιχλώδης γενόμενος ἐπεσκότησε ταῖς τῶν πολεμίων ὄψεσιν.

Ἰφικράτης πλείους εἶχε στρατιώτας τῶν πολεμίων, καὶ οἱ μάντεις καλὰ τὰ ἱερὰ προὔλεγον· ἀλλʼ οὐκ ἔκρινε παρατάξασθαι. ὡς δὲ παράλογος ἡ μέλλησις τοῖς πολλοῖς ἐγένετο τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ ἐπέτρεψεν᾿,  ἔφη, συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων.᾿

Ἰφικράτης τῶν μάντεων ἀπαγορευόντων οὐκ εὐθὺς ἐπείθετο, ἀλλὰ ἢ τὸ πλῆθος μετέταττεν ἢ χώραν ὑπήλ- λαττεν ἢ τὸ χωρίον μετέβαλλεν καὶ πάλιν ἐπὶ τούτοις ἐθύετο. τοῦτο ἐποίει πολλάκις, οὐ μιᾷ σκέψει τὸν τοῦ παντὸς κίνδυνον ἐπιτρέπων.

[*](6 τὸ θορύβου μέρος R || 9 μηχανησάμενος F] μηχανησόμενος V ut latere posset; μηχανώμενος 10 ἐπέθηκεν C; ὑπέθηκεν F: cf. H εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσει ταῦτα χλωροῖς καὶ ὑφάψει etc. || 11 ἐπεσκότησε Pierson 162; ἐπεσκότισε F || 14 καλὰ καὶ τὰ ἱερὰ M || 15 μέλησις F || 16 πολλοῖς m et Hertlein; πολε- μίοις F ||  ἐγίνετο Κ || 18 προβαλέσθαι F] προβάλλεσθαι M D || 19 παρήγγειλαν F ἐπὶ δόρυ K.)
121

Ἰφικράτης Λακεδαιμονίοις παραταξόμενος ἡγεῖτο. [*](392) πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ- χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ- σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ- χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις ἕπεσθαι.

Ἰφικράτης μέλλων καταστρατοπεδεύειν ἔπεμψέ τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοὐ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο- μένων τί καταλαμβάνεις;᾿ Ἰφικράτης ὑπολαβὼν ἔφη τὸ τίς ἂν ἤλπισε τοῦτʼ ἔσεσθαι;᾿ παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων.

[*](e.14,9)

Ἰφικράτης ἐν πεδίῳ μεγάλῳ παρετάσσετο. οἱ πο- λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο μένοντες.

[*](e.13,4)

Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάσσετο στρα- τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς [*](1 ἡγεῖτο Rud. Schoell; ἤρχετο F || 5 ἀνεβάλλετο F;  ἀνε- βάλετο vulg || 8 ὡς καὶ τῶν F; ὡς τῶν vulg. || 18 ἐρωμένων F || 19 τί| τὸ F || 23 προσέβαλλον Patakis || 24 αὐτοῦ F.)

122
μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε- σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων ἀκμαίως ἀποχρώμενος.

Ἰφικράτης πολεμίους τρεψάμενος ἐς χωρίον στε- [*](e.14,10) νὸν συνήλασεν· ὁρῶν δὲ μηδεμίαν ὁδὸν ἀναχωρήσεως αὐτοὺς ἔχοντας ἢ μόνην τὴν ἐκ τοῦ νικᾶν ἀνάγκην εἰπὼν μὴ ἀναγκάσωμεν ἀγαθοὺς γενέσθαι τοὺς πο- λεμίουςʼ ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι.

[*](354)

Ἰφικράτης θανάτου δίκην φεύγων παρεστήσατο νεανίσκους ἐγχειρίδια κατακεκρυμμένα ἔχοντας, οἳ παρα- φαίνοντες τοῖς δικασταῖς τὰς λαβὰς οὕτως αὐτοὺς κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην. Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιών ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων μελετῶ φυλάτ- τεσθαι᾿.

Ἰφικράτης καὶ ἐν τῇ φιλίᾳ τὸν χάρακα ἐβάλλετο [*](e.1) λέγων οὐ στρατηγικὸν τὸ οὐκ ᾤμην᾿.

Ἰφικράτης πολεμίους ἐγγύθεν ἐπικειμένους λα- [*](e.46,4) θεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα. οἱ μὲν δὴ πολέμιοι φαντα- [*](Cap. 9. § 17. Plut. apophthegm. res. et imp. Iph. 2.) [*](1 προεξέλυε Cas., W ex Leone Tactico 20, 167 ἀλλὰ καὶ συντη- ρεῖν σε δεῖ τὸν χρόνον ἐν τῆ συστάσει καὶ προεκλύειν τοὺς πο- λεμίους; προσεξέλυεν F || 6 ἀκμαίαις R || 7 εἰς τινά στενὸν τόπον συνελάσας καὶ ὕδωρ μὴ ἕχοντα H || 14 κατακεκρυμμένα ἔχοντας Patakis coll 7, 5; κατέχοντας F || 18 ἐνεδύσατο vulg.)

123
σίαν εἶχον μενόντων, Ἰφικράτης δὲ μετὰ τοῦ στρα- τοπέδου παντὸς ἀσφαλῶς ἀνέζευξεν.

[*](e.15,3)

Ἰφικράτης, εἰ μὲν πλείους τῶν πολεμίων ἔχοι στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι καὶ τὰ ὅπλα ἐπʼ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι- βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω- ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι- κάδε προσπεσὼν συνῆπτε μάχην.

Θηβαῖοι νύκτωρ εἰσπεσεῖν Ἀθήναζε διενοοῦντο. [*](369?) Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· ‘προ- δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ- θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν᾿. τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν πόλιν αὑτῶν κατέστησαν.

[*](e.14,11)

Ἰφικράτης ὀλίγους εἶχε στρατιώτας καὶ τούτους ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με- [*](Cap. 9. § 20. Cf. Rehdantz, p. 102, qui confert Paus. 9, 14 extr., et Schaefer, Demosth. I1, p. 81, not. 1.) [*](6 ἐκέλευε K; ἐκέλευσε F; προσέτασσεν H || τοὺς ante δύο om. H, idem ποιεῖν pro ποιεῖσθαι || 9 ἐξ ἄλλου χωρίου εἰς ἄλλον (sic) μεθίστατο H || 15 ὑποσημήναντος F] ὑποσημήναντο vulg.; ὑποσημῆναι τὸ K, sed est gen. absolutus et τοῦ κήρυκος vel σαλπιγκτοῦ supplendum || ἀθροίζεσθε W || μοι Roth, quod protat Hertlein coll 6, 9, 2; οἱ F; om. C; προδίδοται γὰρ ἡ R || 19 τοῦ προσπεσεῖν K, quod adamat Polyaenus: sine articulo 3, 9, 40. 5, 28, 1. 8, 23, 11 || 20 αὐτῶν F.)

124
ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια- πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο.

Ἰφικράτης τὴν σύνταξιν τῶν στρατοπέδων εἴκαζε [*](cf.e.18,4) τῷ σώματι. θώρακα ἐκάλει τὴν φάλαγγα, χεῖρας τοὺς ψιλοὺς, πόδας τὴν ἵππον, κεφαλὴν τὸν στρατηγόν. ‘τὰ μὲν δὴ ἄλλα ὅταν ἐπιλείπῃ, χωλὸν καὶ πηρὸν τὸ στρατόπεδον· ὅταν δὲ ὁ στρατηγὸς ἀπόληται, τὸ πᾶν ἄχρηστον οἴχεται.᾿

[*](389/88)

Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον διέδωκεν ῾ ἀσπίδας [*](e.12,6) χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι᾿. Χῖοι τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετικὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμμαχίαν συνέθεντο.

[*](391)

Ἰφικράτης Σικυῶνι προσέβαλλεν. Λάκων ἁρμοστὴς [*](e.35,3) [*](1 ταξιάρχους K nec usus est Polyaenus praeter hunc locum formis 1n άρχης nisi tribus locis 3, 9, 58. 4, 7, 11. 8, 39; ταξιάρχου 1, 41, 1. 3, 9, 10. 3, 9, 36. 6, 1, 3; ταξιάρχας F vulg. || 3 χρυσὸν F || διαπραξάμενος F] διαπραξόμενος MC; ὡς διʼ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξασθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο H || 4 τά del. K || 5 οἱ μὲν δὴ M cf. 1, 1, 3. 1, 20, 2. 3, 9, 24 etc. || 6 Ἑρμῆν M; Ἐρμὴν F vulg || 9 προδώ- σαντας F || 13 τῶν στρατηγῶν F, || 14 ἐπιλίπῃ Patakis: cf. 1, 32, 3 || 17 διέδωκεν κεν Hertlein coll. 4, 17 5, 2, 16; ἕδωκεν FH || 19 Χῖοι δὲ H || 22 προέβαλλεν F.)

125
βοήθειαν ἐκ Λακεδαίμονος μεταπέμπεσθαι σκηψάμενος τοὺς πεμφθέντας εἰς ἐνέδραν καθίσαι προσέταξεν. οἱ μὲν δὴ ἐλόχων. Ἰφικράτης δὲ βαδίζων ἐπὶ τὴν πόλιν παρῆλθεν τὴν ἐνέδραν. νεανίσκοι τινὲς ἐκ τῆς πόλεως θρασύτερον ἠπείλησαν νῦν γέ τοι δίκην δώσεις᾿. Ἰφι- κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατʼ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν.

Ἰφικράτης ἔμελλε βαρβάροις μαχεῖσθαι· καὶ βου- [*](375—373) λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι- ῆσαι, δέδοικα᾿, ἔφη, μὴ οὐκ ἠσθημένοι εἶεν οἱ βάρ- βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ Ἰφικράτης εἶναι· ἀλλʼ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνου καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι.᾿ ἐπεὶ δὲ συνῄεσαν αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους καὶ πόσῳʼ, εἶπεν, ἡμεῖς ἐκείνοις φοβερώ- τεροι;᾿

Ἰφικράτης παρεκάλεσε τοὺς στρατιώτας, ἀνθʼ ὧν [*](Cap. 9. § 25. Cf. Plut. apophth. reg. et imp. Iph. 3.) [*](1 μεταπέμψασθαι σκηψάμενος vulg.; μεταπεμψάμενος Blume ex V auxilium accersens || 4 νεανίσκοι K; νεανικοὶ F || 7 ἀνοδίαν F] ὁδὸν vulg.; ἄνοδον καὶ Ahlwardt ap. Blumium in praef. observ. || 8 εὐρωστοτάτους Κ; εὐροτάτους F: cf. 5, 34 || 10 ἁμαρτεῖν K || τὸ δὲ F || 15 ᾐσθημένοι vulg.; ἠσθόμενοι F || 16 ὡς] ᾧ Patakis || 17 γε αυτοὶ Patakis; γένοιντο F; γε τοῦτο K; γέ τοι καταμα- θόντες R || 19 συμφιλοτιμήσασθέ μοι C; συαφιλοτιμῆσαί μοι F; συμφιλοτιμήσεσθε μοι Vulg. || συνῄεσαν K; συνίεσαν F.)

126
πολλοὺς καὶ ἐνδόξους ἀγῶνας νενικήκασιν αὐτοῦ ἡγου- μένου, τοῦτο μόνον αὐτῷ χαρίσασθαι, στῆναι προτέ- ρους ἐν τῷ προσιέναι τοῖς ἐναντίοις, εἰδὼς ὅτι τοῦτο ποιῆσαι μὴ φιλοτιμηθέντων συμβήσεται τοὺς ἐναντίους προτέρους τοῦτο πρᾶξαι.

Ἰφικράτης ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην [*](e.14,12) παραδώσειν, ἐὰν τὸ σημεῖον ἄραντος παραθρασύναν- τες ἀλλήλους ἓν βῆμα προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη· τὸ δὲ σημεῖον ἦρεν ὁ στρατηγὸς, καὶ οἱ στρατιῶται προέβησαν ἐπαλαλάξαντες καὶ τοὺς πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν.

[*](370,69)

Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει [*](e.26,1) πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἦπεί- γοντο ἐξελθεῖν ἐπὶ τὴν μάχην· Ἰφικράτης δὲ ὁρῶν τοὺς πολεμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ἐγῶ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι- σμῷ κατασχεῖν.

[*](2 τούτω F || 7 ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον, ἄρῃ H || 8 ἀλλήλοις F || προβῶσιν vulg.; προσθῶσιν FH || 10 προέ- βησαν] προσβάντων τῶν στρατιωτῶν H || ἐπαλλάξαντες F || 14 ἐξελ- θεῖν ἐν τῇ μάχῃ H || 16 προσῆγεν H || 19 στρατηγὸν F || 20 οὕτως ἀνεῖχε vel ἀνέστειλε R || 21 ἐπαύσαντο τῇ . . . ἀρετῇ W ; ἐπαύ- σατο ἡ . . . ἀρετὴ F; ἐπαύσαντο ὴ . . . ἀρετή vulg.; ἔπαυσεν ἡ . . . ἀρετὴ ; οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύ- σασθαι ὁρμῆς H: cf. 3, 12 [ὥστε] ante μὴ add Rehdantz. p. 101 τῶ| Κ, sed W, confert Thucvd. 1, 49. 5, 25 || 22 αὐτῶν vulg.; αὐτῶν F.)
127

Ἰφικράτης προδοσίας δίκην ἔφευγεν, Ἀριστοφῶν [*](354) καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ- βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά- χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ- ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν- τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς εὐήθης ἂν εἴην᾿, ἔφη, ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι.’

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων ἔπεισεν᾿ Ἀθηναίους [*](373/27?) τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι- κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα.

[*](e.14,13)

Ἰφικράτης μετὰ μὲν τὴν μάχην ἀπὸ τῶν ληφθίν- των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις [*](Cap. 9. § 29. Cf Scbaefer, Demosth. I1, p. 149 sq. et not. 1.) [*](Cap. 9. § 30. Cf. Aristot. oecon. 2, 5.) [*](2 Ἔμβατον coll. Thucyd. 3, 29 || 6 ἑταίραν F || 8 φήσαν- τος Cas. RΚ; ψιθυρίσαντος m; ψηφίσαντος F || 13 δημοσίους vulg. || 14 ἢ] Rehdantz p. 72 mavult καὶ || 17 λειφθέντων F || 18 διένεμιεν F] διένεαμεν Μ || 22 πρὸ [δὲ] τῆς 23 ἐπηγγέλ- λετο τῷ vulg.; ἐπηγγελέτω τῷ FH; ἐπήγγελε τῷ M; ἐπηγγέλλετο Roth ἀριστεύσοντι H.)

128
ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ- τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα- τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς κινδύνους.

Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας [*](e.3,2) μηχανώμενος ψευδοβοηθείας, ψευδενέδρας, ψευδοπρο- δοσίας, ψευδαυτομολίας, ψευδεφόδους, ψευδοπανικὰ, ἵνα εἴ ποτε καὶ τοιοῦτόν τι γένοιτο, μηδαμῶς ἐκπλήσ- σοιντο.

[*](389/88)

Ἰφικράτης περὶ τὸ Ἱερὸν ὔρος, ἀντικαθημένων αὐτῷ πολεμίων καὶ ἀπεχόντων στάδια πέντε καὶ κατε- χόντων ὑψηλότατον τόπον παρὰ τὴν θάλατταν, καὶ τῆς πορείας τῆς ἐπʼ αὐτοὺς ἐφʼ ἕνα οὔσης — τὸ δὲ λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν — ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ- τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς, ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ [*](Cap. 9. § 33. Cf. Front. strat. 1, 4, 7.) [*](1 ἆθλον μεγαλοπρεπὲς H || τὸ F] τῷ C; αὖ vulg. || 5 ἐς τοὺς κινδύνους W cum V ad pericula: cf. 8, 23, 22 et ad 4, 20 (19); ἐν τοῖς κινδύνοις F || 8 ψευδενέδρας K; ψευδοενέδρας FH || 9 ψευδʼ αὐτολμίας F || ψευδεφόδους F; ψευδοεφόδους H || 10 ἐκπλήττοιντο H; ἐκπλήσοιτο F; ἐκπλήσσοντο δ || 12 ἀντικαθη- μένων W; ἀντικαθιμένων M; ἀντικαθισταμένων F: cf. 1, 49, 4 || 15 ἐφʼ ἑνὸς Hertlein: cf. 3, 11, 7 et ad 2, 1, 24 || 18 ἀνηνεμίαν] καὶ νηνεμίαν vulg || λεῖπα F || 19 περιιὼν Hertlein cum V cir- cumiens; περιὼν F; παριὼν vulg.)

129
αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν.

[*](e 1)

Ἰφικράτης χειμῶνας καὶ κρυμοὺς ὁρῶν καιρὸν ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε- κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον.

Ἰφικράτης, εἰ μὲν μὴ ἔχοι διδόναι μισθοφορὰν, ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς, ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά- των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα, ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλʼ εἰ μὴ πόλεμος ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν τῇ σχολῇ νεωτερίζειν βουλομένων.

Ἰφικράτης Σάμον κατασίρας εἰς Δῆλον κατέ- πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου- λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, [*](1 αὐτοῦ F || 3 ἀφυλάκτως F || 6 διὰ F] [τῶν δὲ] διὰ R; διὰ [δὲ] K || 11 ἠσθενημένον καὶ ἀνυπόδυτον F || 13 διδόναι F] om. vulg; cf. 3, 10, 9. 11 || 14 ἀοίκητα F| ἀνοίκητα vulgo; ἀνίκητα M || 15 ὡς cm. vulςg || 16 ἐς] ἐπὶ M || 17 ὅπως Hertlein 18 καὶ διὰ M || 19 αὐτοῖς Κ: cf. ad 8, 34 24 Σάμιοι πρέσβεις scripsi; Σάμιοι πρεσβειας F; Σάμιοι ἐς πρεσβείας vulg; Σαμίων πρέσ- βεις ἀφείκοντο F.)

130
κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη- ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη- σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξήεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος ἐποίησε Χαλκιδεῦσιν.

[*](369?)

Ἰφικράτης Λακεδαιμονίους καὶ Θηβαίους πολε- μοῦντας ἐπεχείρει διαλλάσσειν· οἱ σύμμαχοι Θθηβαίων Ἀργεῖοι καὶ Ἀρκάδες ἀντέπρασσον. ὁ δὲ τῶν στρα- τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα. τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἕφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά- δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους ἔπεισαν.

[*](375)

Ἰφικράτης βασιλεῖ στρατηγῶν μετὰ Φαρναβάζου, πλέων ἐπʼ Αἰγύπτου, τῆς χώρας οὔσης ἀλιμένου, παρήγγειλε τοῖς τριηράρχοις τεσσαράκοντα σάκκους ἕκαστος ἐχέτωʼ. προσορμιζομένων δὲ τοὺς σάκκους [*](2 κομίζων F || 6 ὡρμήσατο F || 9 ἐξῄεσαν M; διεξῄεσαν F; διεξίεσαν vulgo || 10 λείαν om. M || 14 οἱ δὲ M || 18 ὡς καὶ τοὺς R || 19 ἀφελόμενος Κ ut 4, 11, 6; ἀνελόμενος F || 26 τὰς σάκ- κους F.)

131
ἄμμου πλήσας * * * κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας.

[*](e.12,7)

Ἰφικράτης ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θάλασσης [*](372) παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ- σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν.

Ἰφικράτης ἐν Θεσσαλίᾳ καὶ Ἰάσων ὁ τύραννος πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι διʼ ἀγγέλων ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος, σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι- κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ- φερεν αὐτῷ κατηνάγκασεν.

[*](e.31,3)

Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ [*](Cap. 9. § 41. Cf. Front. strat 1, 5, 24.) [*](1 Lacunam vidit Roth, quam suppleveris [σχοινίοις προσδή- σας] coll. Leone Tactico 20, 196 τοῖς σχοινίοις προσδήσας ἀπὸ ἑκάστου δρόμωνος ἐκκρεμάσας || ἐξῆπτεν F VC; ἐποίει MD || 2 ἀνείλκυσεν] εἵλκυσεν M; καὶ οὕτως τὸν λεγόμενον πελαγολι- μένα ποιήσας Leo Tact || 12 καὶ del. K || 16 καθαλόμενος F| καθαλλόμενος vulg. || σφραγίδος F || αὐτὸν vulg.; αὐτὸς F.)

132
Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ- λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο- λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.

Ἰφικράτης νύκτωρ ἐπιθέμενος χωρίῳ τοὺς σαλ- [*](e.15,4) πιγκτὰς ἐπὶ πολλὰ μέρη διαπέμψας ἐκέλευσε σημαίνειν. οἱ πολέμιοι πρὸς τὸν ἦχον ἄλλος ἄλλῃ διέθεον· ὁ δὲ ἐλαχίστους καταλειφθέντας νικήσας ῥᾳδίως ἐκράτησε τοῦ χωρίου.

[*](391)

Ἰφικράτους ὄντος ἐν Κορίνθῳ Λακεδαιμόνιοι παρῆλθον πρὸς τὴν πόλιν. ὁ δὲ οὐκ εὐθὺς ἀπεκιν- δύνευσε τὴν δύναμιν συμβαλὼν· ἀλλὰ μαθὼν, ὡς ἔστι τὰ περὶ τὴν πόλιν ὀχυρώτατα χωρία ἔρημα, ταῦτα προκαταλαβὼν τοῖς ἐν τῇ πόλει προὐκήρυξεν ἰέναι πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ- λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο.

[*](372)

Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόννη- [*](e.24,3) σον ὢν χωρίον τι καταλαβών ἐτείχιζεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο- δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. [*](Cap. 9. § 44. Cf. Front. strat. 2, 5, 42.) [*](3 δὲ H; om. F || 5 ἀνέσωσεν Patakis 9 ἐλαχίστους τοὺς vulg. || 12 πρὸς Hertlein; εἰς F || 13 τῇ δυνάμει Hertlein ὅσα ἔστιν Hertlein || 14 ἔρημα Heringa p 126; ἠρέμα F || 16 αὐ- τὸν F || 17 φυλακὴν R et Schneider ad Xenoph. Hellen. 4. 4, 9; φυγὴν F || 18 φοβηθέντες post τόπων in F repetitum delevit W cum Dm || 19 Χηρρόνησον F || 20 ὢν om vulg. || ἐτείχισεν H || 21 Ἀναξίβιον Hp; Ἀξίβιον F vulg. || 23 προσελθόντες F || ἐγένοντο HM; ἐγίγνοντο F.)

133
Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα- τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων.

Ἰφικράτης ἦν ἐν Κορίνθῳ. πυθόμενος ὡς οἱ [*](393) τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα- τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας ἔσπευσεν ἐπʼ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό- μενοι [τοὺς πολεμίους. οἱ μὲν] τοὺς πολεμίους ἐσῆγον· τῶν δʼ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο- λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή- λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο.

[*](e.31,4)

Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ- κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα- τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα- γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.

Ἰφικράτης μέλλων ὁδὸν ἄνυδρον δυσὶν ἡμέραις [*](7 αὐτοῦ F 10 ἔσπευσεν vulg.; ἕπεσεν FM || πύλην ex πόλιν corr. F || 11 [τους πολεμίους. οἱ μὲν] add Cas K || 13 συνεισέ- πεσεν Hertlein, cf 84, 13; συνέπεσεν F || πύλην Schneider || 19 μέλλοντας H 23 φυγόντων Patakis || 24 ὁρμήσας C.)

134
πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα- τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη- σαμένους καὶ κοιμηθέντας διʼ ἡμέρας δειπνοποιήσα- σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ- ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν ἐγένετο.

[*](372)

Ἰφικράτης περὶ Ἐπίδαυρον λείαν ἦγε πολλήν. ὁ [*](e.19,2) φρούραρχος τῆς χώρας Λάκων ἐδίωκεν αὐτὸν ἐγγίζοντα ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι- κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους καὶ ψιλοὺς κατʼ ὀλίγους ἄλλον ἄλλῃ * * καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ- μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα- λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν.

[*](393/92)

Ἰφικράτης ἐν Φλιοῦντι διὰ στενῶν τόπων ἐβά- διζε. τῶν πολεμίων ἐπιθεμένων τοῖς τελευταίοις παρ- αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπʼ οὐρὰν διαδραμὼν καὶ τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων [*](1 δεῖπνον ποιησαμένους F || 2 δύντος F] δύναντος M ut 5, 5, 2; Aelian. v. h. 4, 1 ἡλίου δύντος; Paus. 2, 11, 7 μετὰ ἥλιον δύναντα; δύνοντος D || 6 συσκησαμένους F || διὰ νυκτὸς M; διὰ τῆς ν. F: cf. 3, 9, 47. 6, 49 || 7 ἀναψυχθέντες R || 8 ἡμέρᾳ μιᾷ K; ἡμέρα μία F || alt. καὶ del. K || 11 φρούραρχος H; φρουρὸς F || 13 κώφους F || ante κούφους verbum ἐπῆγε vel ἐφίει vel tale quid deesse putat R; cf H κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο || 14 κατʼ ὀλίγους K ut 2, 1, 22. 3, 7, 1. 5, 2, 11; κατʼ ὀλίγον FH || ἀλλαχοῦ H || 18 αὐτοὺς om. H || διέ- φθειρεν F || 22 μέσον F.)

135
ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν.

Ἰφικράτης ἐς Θρᾴκην ἐμβαλὼν ἐν πεδίῳ κατεστρα- τοπέδευσεν ὑπὸ ὅρους περιεχομένῳ διέξοδον ἔχοντι στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν.

Ἰφικράτης ἦρξε τοῦ πλείστου στρατεύματος πεζοῦ καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθʼ ἕκαστον μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον. οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας.

[*](e.28,2)

Ἰφικράτης τοῖς Λακεδαιμονίων συμμάχοις ἀντι. [*](393/92) στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα- τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς [*](Cap 9. § 50. Cf. Front. strat. 1, 5, 24 et 2, 12, 4.) [*](Cap. 9. § 52. Cf. Front. strat. 2, 1, 6.) [*](3 ἐν Θρᾴκη Oudendorp ad Front. strat. 1, 5, 24 coll. Polyaeno 3, 9, 4 || 9 ἡσύχαζεν || 10 ως F] ἐς M || 12 διεξελθών C || 13 τοῦ del. K || 21 μετημφίεσεν F] μετημφίασε H vulg. ut 1, 27, 2 et 8, 61 sed infra v. ἠμφιεσμένοι.)

136
κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν- τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ- κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον.

Ἰφικράτης, ἀντιστρατοπεδευόντων τῶν πολεμίων καὶ κατὰ τὴν [αὐτὴν] ὥραν διὰ παντὸς ἀριστοποιου- μένων, προσέταξε τοῖς αὑτοῦ στρατιώταις πρὸ τῆς ἕω προσενέγκασθαι τὸ ἄριστον. τοῦτο πράξας συνέβαλε τοῖς ἐναντίοις καὶ τὸν ἀκροβολισμὸν ἄχρι δείλης παρέ- τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο.

[*](393/92)

Ἰφικράτης περὶ Φλιοῦντα ὡδοιπόρει τῆς φάλαγγος διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον [*](Cap. 9 § 53. Cf. Front. strat. 2, 1, 5.) [*](Cap. 9. § 54. Cf. Front. strat. 1, 6, 3.) [*](1 κατασκευασάμενοι F || 6 αἱρεῖται Ἰφικράτειοι censor Iemensis; Ἰφικρατιοι F: cf. ad 2, 2, 9 || 8 οἰκετικῶν F || 9 κατα- ληφθέντων M; καταλειφθέντων F || 12 [αὐτὴν| Κ; κατά τινʼ ὥραν Roth; κατὰ τὴν ὥραν F || 13 αὐτοῦ F.)

137
προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω- νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετʼ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα- γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη- κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο- φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν.

Ἰφικράτης ἐν Κερκύρᾳ Κρινίππου προσπλέοντος [*](373/2) ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει- λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προσ- τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος. Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων [*](375/74) προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα- τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ- δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπʼ αὐτοῖς τεταγ- μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου.

[*](Cap. 9. § 55. Cf Xenoph. Hellen. 6, 2, 33 sq. et Diod. 15, 47. — Schaefer, Demosth. I1, p. 59 et not. 3.)[*](1 ἀπὸ τῶν εὐωνύμων F1, εὐωνύμου corr. F2 || 3 μετʼ αὐτοῦ Cm; μετʼ αὐτῶν R: cf. supra 3, 9, 49; Leo Tact. 20, 23 ὄπισθεν ἐν τῇ οὐραγίᾳ ἔτασσε; Front. 1, 6, 3 retinuit || 4 γε- νομένης F || 6 πολλοὺς δὲ F || 8 προπλέοντος F || 9 πυρσω- ρῶν Schneider ad Xenoph. Hellen. 6, 2, 33; πυρσούρων F || 10 ὑφορμὴν F || νήσω F2; εἴσω F1 || 11 φίλιον] ἐφʼ ἵλιον F || 13 Ἄκῃ F] Νάκῃ MD; Θράκῃ coni. Maasv., sed cf. Diod. 15 41 || 15 ἐναιτίους W; ἐναντίους F; αἰτίους vulg.; ὑπαιτίους Gut- schmid || 16 παραλαβεῖν R || 17 τὰ del. Roth, aut mox καὶ τὰ τῶν; καὶ τῶν F || 18 παραλαβόντες R.)
138

Ἰφικράτης δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- [*](e.44,1) κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψε πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων παρακαλῶν με- μνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηνῶν συμμαχίαν προσδέχοιτο εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ- λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.

[*](390/89)

Ἰφικράτης ἐν Χίῳ τοὺς Λακωνίζοντας ἐλέγξαι [*](e.40,2) βουλόμενος ἐνίους τῶν τριηράρχων ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθʼ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακω- νικῷ. οἱ μὲν Λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον· ὁ δὲ κυκλωσάμενος αὐτοὺς (καὶ) τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ- λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων τῶν στρατιωτῶν θορυβούντων καὶ κοινὴν ἐκκλησίαν αἰτουμένων ἄνδρας ἐμπείρους τῆς Περσίδος γλώττης στολὰς Περσικὰς ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι- φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ ῾ πλη- σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ- φθημεν τοῦτο σημανοῦντες᾿. ταῦτα μηνύσαντες, οἱ στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν.

[*](Cap. 9 § 58. Cf. Front. strat. 4, 7, 23.)[*](4 καθʼ ἣν F || 5 Ἀθηναίων H || προσδέχοιντο H || 12 τριη- ράρχων K, cf. ad 3, 9, 21 et 6, 9, 3; τριηραρχῶν FH || 14 οἱ μὲν οὖν H || 16 καὶ τοῖς . . . προσελθοῦσι F] καὶ τοῖς . . . προελ- θοῦσι P; καὶ τοὺς . . . προσελθόντας H vulg.; καὶ om. V || 21 ἐν- δυσαμένους R et Patakis; ἐνδύσασθαι F || τε τῆς K || 22 ἀγγε- λειν F || 24 μηνυσάντων Patakis, Hertlein: cf. 2, 3, 13.)
139
[*](e.37,4)

Ἰφικράτης ἐκ τῆς Ὀδρυσιάδος λείαν πολλὴν περι- [*](387) ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά- δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δʼ ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.

Ἰφικράτης ἐπιὼν πόλει τὸν ἀπὸ τῆς χώρας ποτα- μὸν, [ὃν] διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ- καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἳνα τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθʼ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν.

[*](e. 54,23)

Ἰφικράτης ἐν Θρᾴκῃ πολλοὺς ἔλαβεν αἰχμαλώτους [*](387) Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ- μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ- είχοντο.

Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι- ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους [*](2 Ὀδρύσαι C. Dindorf; Ὀδρυσαῖοι F || 6 ἔφυγον CΚ; ἔφευ- γον F || 8 [ὃν] inser. R Hertlein || 9 ἦν F] ὃν K || 15 ἑκάστῳ Patakis, Hertlein coll. V; ἕκαστον F; ἕκαστος vulg || 17 δεδε- μένων F; δεδεαένον p; τὼ χεῖρε δεδεμένον ut 2, 15 || Ὀδρύ- σαι C, Dindocf; Ὀδρυσαῖοι F || 24 ἀφιέναι Roth; ἀφεῖναι F 25 ὁπλισαμένους Hertlein; ὠπλισαμένοις F; ὁπλισαμένοις vulg.)

140
ἕκαστον κατά τὴν αὐτοῦ κώπην εἰς τὴν θάλασσαν αὐτὸν καθιέναι καὶ τὴν αὐτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάσ- σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ- ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα- λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.

[*](364)

Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ [ἀποδιδόναι] τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην.

[*](Cap. 10. Cf. Rehdantz, vitae Iphicratis, Chabriae, Timothei Atheniensium, Berol. 1844; J. p. 573—576.)[*](Cap. 10. § 1. Cf. Aristot. oecon. 2, 24. - Boeckh, Staats- hausb. d. Ath. I2, p. 365 et 692.)[*](1 ἕκαστος F αὐτοῦ F 2 αὐτὸν et αὐτοῦ F καθεῖναι K || 5 τριακοντα τόροι F1 8 Ἰφικράτιοι F: cf. ad 2, 2, 9 13 Τιμό- θεος ἐν etc. F V 15 ἀπαλλασσομένους F, quod defendunt Rehdantz et Blume. Cum vero ex usu Polyaeni nihil signi- icet nisi discedere, id quod et sequentia declarant, R, Patakis, Hertlein rectius inserunt [ ἀποδιδόιαι |; ἀλλασσοαένους K 16 καὶ del. K 20 ὡμολογημένην F]  ὁμολογουμένην vulg.)
141

Τιμόθεος ἀνήγετο τῷ στόλῳ παντί. πταρμὸς ἐγέ- [*](375) νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Tιμόθεος μειδιάσας ποῖον γὰρ᾿, ἔφη, γέγονεν οἰῶώνισμα, εἰ τοσούτων περιεστηκότων εἷς ἔπταρεν; οἱ ναῦται γελάσαντες ἀνήχθησαν.

[*](e.13,5)

Τιμόθεος παράγγελμα ἔδωκεν ἐκβοηθῆσαι τὴν ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι. μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα- δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας.

[*](e.14,14)

Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ Λευκάδα ἐναυ- [*](375) μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό- χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα- νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα- χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς ἠγωνίσαντο [τὸ] θεῖον ἔχειν οἰόμενοι σύμμαχον.

[*](Cap. 10. § 2. Cf. Froni. strat. 1, 12, 11.)[*](9 ήγόρευσε K 10 ἀνέμεινεν C 14 Νικολόχου Blume coll. 3, 10, 12 et Xenoph. Hellen. 5, 1, 6 et 5, 4, 65; Νικομάχου F 15 ναυαρχοῦντος Κ et Schneider ad Xenoph. Hellen. 5, 4, 65; ναυμαχοῦντος P ἑορτὴ σκίρρα M ; ἑορτῆς κεῖρα F; ἑορτῆς κειρὸς D; ceterum cf. Schaefer, Demosth. I1, p 43, not. 5, qui cum Sievers et Rehdantz hunc festum eundem fuisse putat rqui Σκιροφόρια dici solebat coll. schol. Aristoph. eccles. 18 et Harpocr. s. v. σκίρον 16 μυρρίνῃ H; μυθρίνην F; μυρσίνην D 17 ἀναχθεὶς M; ἀχθεὶς F 18 οἱ γὰρ 19 (τὸ] Hertiein. cf. H ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι συμμαχον; τὴν θεὸν R.)
142
[*](365)

ὁ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώριζε τὸν [*](e.4,3) τόπον τοῖς στρατι;ώταις, ὅθεν δὴ προνομεύσουσι· τὸ δὲ λοιπὸν μέρος τῆς χώρας καὶ ὅσον ἦν ὄφελος αὐτῆς ἀπεδίδοτο. οὐκ ἐπέτρεπε δὲ οὔτε οἰκίαν οὔτε ἔπαυλιν καθαιρεῖν, οὐ μὴν οὐδὲ ἥμερον δένδρον ἐκκόπτειν, ἀλλʼ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οι στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν.

[*](375)

Τιμόθεος ναυμαχεῖν Λακεδαιμονίοις μέλλων αὐτὸς [*](e.57,5) μὲν εἴκοσι τριήρων τὰ πληρώματα παρὰ πρύμναν ἔχων ἀνέπαυσε, τὰς δὲ ταχυναυτούσας εἴκοσι προσέταξε τοῖς τριηράρχοις ἀντιπαρεξάγειν ταῖς πολεμίαις ναυσὶ καὶ πυκνὰς ποιεῖσθαι [τὰς] κινήσεις καὶ τροπάς. οἱ. μὲν δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν- αχθεὶς ναυμαχῶν ἐνίκησεν.

[*](364)

Τιμόθεος τὴν Ὀλυνθίαν βουλόμενος παρελθεῖν δεδοικὼς τὸ ἱππικὸν τῶν Ὀλυνθίων ἔταξε τὸ στρατό- πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ [*](Cap. 10 § 5. Cf. Aristot. oecon. 2, 24. U+00AF Schaefer, Demosth. I, p. 87 et Boeckh, Staatsn. d. Athen. I2, p. 365.) [*](Cap. 10. § 6. Cf. Front. strat. 2, 5, 47. U+00AF De pugna na- vali ad Alyziam facta, ad quam pertinent huius captis §§ 2, 4, 6, 12, 13, 16, 17 cf. Schaefer, Demostn. I, p. 43 et p. 44, not. 1.) [*](1 τὸν τόπον F| τόπον H 7 εἰ μὲν κρατοίη m; οἱ μὲν κρατοῦντες F; εἰ μὲν περιγένηται H 12 κʼ τριήρων F, unde ἐκ τρ. vulg. 15 (τὰς| coll 1, 42, 2. 2, 2, 6. 2, 3, 14 || 17 ἀκμαίοις Κ ; ἀκμαῖος F; ἀκμαίοις |τοῖς] R 19 Ὀλυνθίαν M p, Darm. merg.; Ὀλυμπίαν F 21 εἰς om. F.)

143
τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἀμάξας πυκνὰς ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω- θεν περιβαλών, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ- νατος ἦν ἡ ἱππασία.

Τιμόθεος περὶ Ἀμφίπολιν ἐστρατοπέδευεν. ἢγ- [*](364) γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπʼ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἴνα μὴ καταπλαγεῖεν· αὐτὸς δὲ ὼς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσί καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν.

Τιμόθεος ἐπολιόρκει Σάμον ξενολογήσας στρα- [*](365) τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελῶν χωρίον ἐς προνο- μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν.

Τιμόθεος πολιορκῶν Σάμον, ἐπεὶ πολλοὶ ξένοι [*](365) [*](Cap. 10 § 8. Tempus concluditur ex schol. Aeschin. 2, 31.) [*](Cap. 10 § 9 Cf. Aristot. oecon. 2, 24) [*](Cap 10. § 10. Cf. Aristot. oecon. 2, 24.) [*](5 ἐστρατοπέδευσε M: cf. 2, 2, 2 11 προύπεμψε Κ 14 Στρύ- μωνι F 20 καρπῶν F ἀποδιδόμενος vulg. 21 εὐπόρησε χρη- μάτων. ἀπὸ τούτων R.)

144
εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου [μὲν] μεδίμνου μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητήν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις. οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφʼ ἡμέραν ἀναγκαίων, αὐτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι τοὺς στρατιώτας.

Τιμόθεος ναῦς ἔχων τεσσαράκοντα βουλόμενος ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού- σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού- σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοὶς τριηράρ- χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὐτῷ κομίσαι δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον ὅρμον ἐπανῆλθεν.

[*](375)

Τιμόθεος ναυμαχεῖν μέλλων περὶ Λευκάδα Νι- [*](Cap 10. §. 12. Cf. Froni. strat. 2, 5, 47.) [*](1 ἐπιτηδείων R 1 cf. Aristot. τῶν ἐπιτηδείων ἐπεὶ σπάνις ἦν; πολιορκιῶν F, quod ex praecedente πολιορκῶν corruptum esse appare; πολιορκητῶν Ahlwardt ap. Blumium, παρασκευῶν Cas ; πωλουμένων Biume (cf. Thucyd. 7, 39) 2 ἀλεύρων [χοί- νικα| R 3 ἔλαιον ἢ οἶνον F |μὲν| add Cas. 5 τοὺς ἐν λόχοις m; τοὺς (τοῖς suprascr.) ἐν τοῖς λόφοις F; τοὺς ἐν λόφοις M; ἢ κατὰ μίαν ἐν τοῖς λόχοις R, sed cf. Aristot. οἳ μὲν οὖν ταξίαρ- χοι καὶ λοχαγοὶ ἀγοράζοντες ἄθροα διεδίδοσαν τοῖς στρατιώ- ταις 7 σὺν αὐτοῖς ex V sercum ipsi apportarent 8 μόνοις ἀναλίσκεσθαι τοῖς στρατιαώταις coni K 13 τριῶν [ἡμερῶν | et 16 δύο [ἡμερῶν| Κ 14 ἐπεὶ] ἐπὶ F προσωρμήσαντο F 20 Νικο- μάχῳ K. cf. ad 3, 10, 4.)

145
κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρʼ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἴνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα- κλητικὸν ἐσήμηνεν καὶ κατασχῶν ἐπὶ τὴν γῆν ἀνα- παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο- λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπίους ἐποίησεν.

[*](e.57,6)

Τιμόθεος Λακεδαιμονίους καταναυμαχήσας φοβη- [*](375) θεὶχ δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἥν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἴνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι- πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ- μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί- σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν.

[*](9 ἐσήμηνεν scripsi;  ἐσήμαινεν F; ἐσήμανεν vulg. 16 ἐπί- θειντο Μ ; ἐπίθοιντο vulg.; ἐπείθοντο PD; ἐπείθηντο F 18 ἔχοι F] ἔχει M 20 προσβάλωσι Κ λελυμένων F 23 ἐπέτρεψεν F 24 τὰς Κ ; τοὺς F: cf. ad 40, 19 μηνίσκου R, Blume; μηδικοῦ F; μηνοειδοῦς mp et Cas addita tamen voce σχῆμα 25 ἀπέ- πλει ve el ἀνέπλει Hertlein; ἔπλει F.)
146
[*](364)

Τιμόθεος Χαλκιδεῦσι πολεμῶν μετὰ Περδίκκου Κύπριον χαλκὸν Μακεδονικῷ νομίσματι μίξας ἐπίση- μον ἔκοψεν, ὥστε τὰς παλαιὰς πεντεδραχμίας ἔχειν ἀργυρίου τετάρτην μοίραν, τὸ δὲ λοιπὸν χαλκοῦ φαύ- λου. πλείστης εὐπορήσας μισθοδοσίας τούς ἐμπόρους καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά- σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρʼ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν.

[*](364)

Τιμόθεος ἐπολιόρκει Tρώνην. οἱ μὲν Τορωναῖοι μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου- μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ ἱστοῦ ἐμβαλών ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά- νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον. τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο.

[*](375)

Τιμόθεος μετὰ Κερκυραίων καὶ τῶν ἄλλων συμ [*](e.57,7) μάχων πρὸς Λακεδαιμονίους ναυμαχῶν τὰς ἄριστα πλεούσας τῶν νεῶν προέταξε κελεύσας |τὰς ἄλλας] ἐν τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας.

[*](Cap. 10. § 14. Cf. Aristot. oecon 2, 24.)[*](Cap. 10. § 16. Cf. Front. strat. 2, 5, 47.)[*](1 περδικκου F; Περδίκου vulg. 3 πεντεδραχμίας Blume; πέντε δραχμὰς F 4 τετάρτην μοίραν C; τετάρτη μοίρα F 5 εὐπορῆσαι F 7 ἀντιφροντιζόμενοι omisso δὲ F 11 ἀντανί- στασαν πληρούμενα R 13 ἱστοῦ Cas.; ἱστῶν F; ἴσου M 14 διερρήγνυε F; τὰς διφθέρας ῥηγνύων D m; τὰς διφθέρας διερρήγνυε vulg. 19 ναυμαχῶν Κ; συμμαχῶν F 20 προσέταξεν F [τὰς ἄλλας] Blume ex V iubens ut reliquae.)
147
[*](e.57,8)

Τιμόθεος περὶ Λευκάδα Λακεδαιμονίοις ναυμα- [*](375) χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι- ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί- κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε- μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο προς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο.

Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν.

Χαβρίας περὶ Νάξον ναυμαχῶν, ἐνίκησε Βοηδρο- [*](370) μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν μέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας. ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον [*](Cap. 11. Cf. Rendantz, vitae Iphicratis, Timotnei, Cha- briae etc, p. 52.) [*](1 Ὁ Τιμόθεος F 2 περιήεσαν F 3 ἀναυμάχητοι vulg.; ναυμάχητοι F 6 ἐντὸς τοῦ κυρτοῦ Schneider ad Xenoph. Hellen. 5, 4, 66 (melius τοῦ κυρτοῦ ἐντὸς W coll. 2, 2, 3) 7 πρὸς MD. ἐς F 12 παρήγγελλεν 13 |θεοῖς| Bursian 14 συμβάλοντες (sic) F; συμβάλλοντες MD; συμβαλοῦντες Heringe, Hertlein σάρκας F | σάρκα vulg. et Leo Tact. 20, 217 16 Bοηδρομίονος F 17 ἐπὶ δέκα ταύτην Maasv.; ἐπεὶ δὲ κατʼ αὐτὴν F: cf Plut. Phocion 6 extr. 18 ὅτι ἐν μιᾷ τῶν μυστηργίων F; τῶν λθ᾿  D et supra scr. in M pr. m.; τῶν θʼ Meursius; τῶν μεγάλων Κ, Plut. l. c.; τῶν Ἀθήνησι μυστηρίων Porson.)

148
ἔσχον τὸν Ἴακχον, [οἱ δὲ περὶ Χαβρίαν] τὸ Ἅλαδε μύσται.

Χαβρίας ναῦς Λακωνικὰς κατασκόπους δώδεκα [*](cf.e. 16, 1 57, 9) ἐφορμούσας, οὐ μὴν ἐπαναχθῆναι θαρρούσας ἐξεκα λέσατο οὕτω πως· αὐτὸς ἀνήχθη ναυσὶ δεκαδύο κατὰ δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά- μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή- ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελῶν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι- σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους.

Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν ὀλίγους [*](e.46,5) ἔχων πολλῶν πολεμίων ἐπικειμένων αὐτὸς τῆς πορείας ἡγούμενος τοὺς μάλιστα εὐρώστους οὐραγεῖν ἔταξεν, ὅπως [τοὺς] προσκειμένους ἀμύνοιντο. οὐδεὶς οὖν τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἄν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή- ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό- πεδον.

[*](360/59)

Χαβρίας Θαμῷ, Αἰγυπτίων βασιλεῖ, χρημάτων [*](Cap 11. § 5. Cf. Aristot oecon. 2, 25.) [*](1 [οἱ δὲ περὶ Χαβρίαν] add. Maasv. || τὸ Ἅλαδε Sauppe; γολλάδαι F; γολλάδα M ; Ἅλαδε C marg. et Μeursius  || 4 ἐπ- αναχθῆναι K ; ἔτι ἀναχθῆναι F || 5 αὐτὸς ἀνήχθη Lennep ad Phalar. p. 17 a; αὐτὰς ἀναχθῆναι F || 6 ἔπειτα Sauppe, quod probat Hertlein coll. 1, 31; ἐπὶ F; καὶ Cas.; ἔτι Maasv.; ἐπῄει R || τῶν δυοῖν Pm; τῶν νεῶν F; ταῖν δυοῖν Κ || ἀράμε- νος Cas. (cf. 1, 47, 1. 5, 9); ἐρέμενος F || 15 [τοὺς] Hertlein; om. F 17 παρελθὼν F || ὡς ἂν κωλυθεὶς ; ὡς κωλυθεὶς F ; κωλυ- θησόμενος et κολασθησόμενος R, Patakis || 20 Θαμῷ] Θάκῳ (Θακῷ: Gutschmid in Philol. XI, p. 148; Ταχὼς audit apud Corn. Nepotem, Diod., Plux., Aelian., Athenaeum; Ταὼς ap. Aristot oecon. 2, 25 et 37; Τεὼς ap. Euseb. chron.)

149
ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν διδόασι γενέσθαι [ἐκ] τῶν φόρων, οὕς κατʼ ἔτος ἐτέ- λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο- λαβόντων.

[*](e.13,6)

Χαβρίας εἰς Σελλασίαν τῆς Λακωνικῆς ἐμβαλὼν, [*](391?) νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε- κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν ἄχρηστοι. ὁ δὲ τοὺς αὐτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγὼγν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν.

Χαβρίας ἦν ἐν Αἰγύπτῳ, στρατηγῶν τῷ βασιλεῖ [*](360/59) τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ- σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Ἀἰγυπτίων βασιλεὶς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ- [*](Cap. 11. § 6. Cf. Hertcberg, Agesilaus p. 339, not. 43 d.) [*](3 ἔχοι F] ἔχει vulg. 4 γενέσθαι add. pr. n. 1 marg. ἐκ| add. Κ 5 συνελέγει F 6 ὅσα ἔδωκαν Hertiein; ὡς δέδωκαν F; ὡς εδωκαν M; ἃ ἔδωκαν Κ 8 Σελλασίαν Heringa et Cobet, var. lect. p. 290; ἑλλάδα F: Ἕλος Casautb., quod recepit Corais; Πελλάναν Rehdantz 15 καὶ om M στάδια F2 in marg.; στάμενα F, 17 αὐτοὺς P 18 προσαγαγὼν Κ; πρὸς διαγωγὴν F.)

150
κεκροτημένων. Χαβρίας καταλέξας Aἰγυπτίων [τοὺς] νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελῶν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφʼ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν [καὶ τὰς ναῦς] ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν.

Χαβρίας ὁπότε νεοσύλλογον ἔχων δύναμιν (καὶ) μέλλοι παρατάττεσθαι, διὰ τοῦ κήρυκος ἐκέλευε τοὺς ἀρρώστως ἔχοντας χωρὶς τίθεσθαι τὰ ὅπλα. ὅσοι δὴ δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἴνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς  αὐπομίσθους.

[*](388)

Χαβρίας προσπλεύσας πολεμίᾳ πόλει νυκτὸς τοὺς πελταστὰς ἀπεβίβασεν· αὐτὸς δὲ ἀρχομένης ἕω ἐπὶ τὸν λιμένα ἔπλει ἀπωτέρω τῆς πόλεως ὄντα. οἱ ἐκ τῆς πόλεως ἐξέδραμον κωλύσοντες ἀποβῆναι τοὺς ἐκ τῶν νεῶν· οἱ δὲ ἐκ τῆς ἐνέδρας πελτασταὶ ὄπισθεν ἐπι- φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν.

[*](388)

Χαβρίας ἀπὸ τῶν πελταστῶν δέκα τοὺς δρομικω- [*](Cap. 11. § 10 et 12. Cf Front. strat. 1, 4, 14.) [*](1 [τοὺς| D; om. F 5 κελεύσας P 6 ἐδίδαξεν p; ἐβάδιζεν F; ἐθίξων R [καὶ τὰς ναῦς] Wesset. ad iod. 15, 92; R 8 ἔχων F; ἔχοι Cas. W (καὶ) seclusi 9 ἐκέλευε R, ἐκέλευσε F 10 δὴ F] δὲ vulg. 11 καὶ Hertlein; διʼ F, δὲ R; del. K 15 ἐποίει RΚ; ποιεῖ F 16 προσπελάσας M 18 ἀπωτέρω τῆς πόλεως ut 7, 20; ἀπό τε ῥώμης πόλεως F 19 πόλεως F; γῆς MD 20 ὄπισθεν vulg ; ὄπιθεν F.)

151
τάτους ἐφʼ ἑκάστην ναῦν ἀνεβιβάσατο καὶ νυκτὸς ἐς τὴν πολεμίαν ἀπεβίβασε καὶ λεηλατεῖν τὴν χώραν ἐκέ- λευσεν. οἱ δʼ ἐκ τῆς πόλεως ἐκβοηθήσαντες ἐπικρατεῖν τῶν λεηλατούντων ἔμελλον· ὁ δὲ προῖδὼν κατὰ σπου- δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἴνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ δὴ ἀποπλεύσας ιᾤχετο.

Χαβρίας ἐν Νάξῳ μέλλων ναυμαχεῖν πρὸς Πόλ- [*](376) λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας. ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῇ- ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ- πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα [ταῖς] ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν.

[*](e.57,10)

Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τρια- [*](388) κοσίους ἄνδρας εἰς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνή- ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, [*](1 ἀνεβιβάσατο Hertlein coll. 2, 11; παρεβιβάσατο F 7 τῇ χαώρᾳ Patakis; τῆς χώρας F, cf. 3, 10, 11 8 ἔλαβον Κ; ἔλαβεν F, ἤλαυνον Patakis 9 ὤχειτο F 10 Πόλιν F 11 ἰσοπαλὴς F 13 εἰδέναι F] διώκειν vel ἐμβάλλειν cum dativo R οὔσης F 16 αὐτὰς K; αὐτοὺς F 18 |ταῖς] K διδόντες Κ; διαδόντες F 20 Αἴγειναν F 22 οἱ μὲν οὖν τ. π ὑπεξελθόντες H 23 αὐτῶν on. M 25 δὲ HFM; om. CΚ.)

152
καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε- χώρησαν ἐπὶ τὴν πόλιν.

[*](360/59)

Χαβρίας πρὸς τὰς ἐπιβολὰς τῶν κυμάτων ὑπὲρ τὴν παρεξειρεσίαν ἑκατέρου τοίχου δέρρεις παρέβαλεν, καὶ κατηλώσας ἀρτίως τῷ καταστρώματι κατὰ τὸ ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει- ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ- ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον οὐδὲ τὴν ναῦν ἔσφαλλον.

[*](360/59)

Χαβρίας πρὸς τοὺς πελαγίους πλοῦς καὶ τοὺς ἐν τῇ θαλάττῃ χειμῶνας κατεσκεύαζεν ἑκάστῃ τῶν νηῶν δισσὰ πηδάλια καὶ τοῖς μὲν ὑπάρχουσιν ἐν ταῖς εὐδίαις ἐχρῆτο, εἰ δὲ ἡ θάλασσα κοίλη γένοιτο, θάτερα διὰ τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε- τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι.

[*](391?)

Χαερίας, καταδραμὼν τὴν Λακωνικὴν καὶ λείαν [*](e.43,6) πολλὴν ἁρπάσας, Σθταρτιατῶν ἐκβοηθησάντων, ὧν Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ [*](3 τὰς F; om. D ὑπὲρ Μaasv. et R; ὑπὸ F 4 παρέβαλεν scripsi cum Cas.(qui παρέβαλεν vel παρελάμβανεν) coll. Χenoph. Hellen. 1, 6, 19; 2, 1, 22; κατελάμβανεν F 5 κατηλώσας scripsi coll. Pοlux 1, 120 βύρσας προσηλοῦντες πρὸς τὰ τοιχίσματα τῶν νεῶν et C I. A. II, p. 791, v. 31 παραβλήματα κατ[η]λῶσ[ αι]; κατὰ μόνας F: ad rem cf. Cartault, la trieve athénienne, p. 62 sq. ἀρτίως Maasv.; ἀρτίους F 6 (et 16) παρεξερεσίας F 9 καὶ [γὰρ] τὰ R 10 πράγματος F ἐπιπρόσθησιν vel προστέθησιν con. K 11 ἔσφαλλον F; ἔσφαλον MD 14 ἴσως ὑπαρχούσῃ Darm. marg. δ. εὐθείαις F 15 ἐγένετο M 16 παρετήθει M; πατηθῆ F; παρήχθη aut παρετέθη R 18 ἐξαιρομένης Patakis ex V sublata puppi; ἐξαιρου- μένης F 20 καταδραμὼν Hertlein, quod probat W ; καταλαβὼν F.)

153
λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αίχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν τοὺς Αθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά- μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσ- ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε- δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ἄριστός γε στρατηγὸς Χαβρίαςʼ.

Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ [*](323) βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι [*](Cap. 12. Cf. Plut Phoc. 24.) [*](4 καίειν et legitur in H 5 παρήγγειλε om. H 7 ὄπισθεν F; ὄπιθεν H 10 νομίσαντες coni. Κ 13 ἐβόησεν H 21 ὁ om. K 22 ἀνεπήδων R et Κ; ἀνεπήδουν F: cf. 2, 2, 10. 4, 3, 11. 8, 16, 8. 8, 43 25 ἔτος Plut.; μέρος F ἔσομαι Plut.; κείσομαι F; ἐκεῖ ἔσομαι Cas.; ἀεὶ ἔσομαι Rod. Schoell.; νείσομαι R.)

154
τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*)

Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας [*](e.7,1) εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα.

Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρʼ ἀλλήλων τὰ ἱμάτια. τούτου γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα.

Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· πέκειντο [*](e.46,7) οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε- νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἰππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- [*](*) Alterum. Phocionis strategema habet H (26, 2): Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν ῾ ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῆ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέ- πτειν τὰ δημόσιαʼ; quae ex Plut. vita Phoc. 23 illata esse recte censuit W.) [*](1 μετεβάλοντο F] μετεβάλλοντο MD 5 περιστήσας w coll. 5, 28, 2; ἐπιστήσας F; ἐπέστησε H 7 πρὸς ἀφιέναι F; ἀφιέ- ναι H καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου H 11 (ἐν) χειμῶνος ὑπερβολῇ mavult K 19 καὶ , om. F 20 ἄποπτον et 22 περιιππευσαμένους coll 4, 8, 4.)

155
μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.

[*](e.54,9)

Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν [*](359) οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβῶν μεγά- λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβῶν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι- βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἴνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά- μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἵλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον.

[*](e.52,4)

Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ [*](292) [*](Cap 14. Cf Aen. Τact 24, 3 sq.. Plut. Sertor 1. U+00AF Schaefer, Demostn. I, p. 137 et not 4; W. Dittenberger in satura phi- lologa H. Sauppio oblata 1879, p. 52 sq.) [*](Cap 15. De tempore cf. Droysen II, 2, p. 317, not. 2.) [*](1 ὄπισθεν F; ὄπιθεν H 2 ἐσήμαναν H 6 πόλιν F; χώραν R 23 Δημ ὁ Φαληρεὺς vulgo; Φαληρεὺς om. F.)

156
τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὐτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη.

[*](266–263)

Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προσ [*](e.31,5) εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ- λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακας τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν.

[*](Cap. 16. Cf. Droysen III, 1, 272, not 2. U+00AF e Philocle cf. Homolle, Bull. de corr. hellen. IV (1880), p. 327 sqq., qoi Polyaeni Philoclem eundem esse putat, qui nominatur in in- scriptione Deliaca: Βασιλεὺς Σιδωνίων Φιλοκλῆς Ἀπολλοδαώρου; cf. Dittenbergger, Syll. inser. graec. I, 237, not. 1.)[*](4 Διοκλῆς MD 6 συνέθετο Cas. ex V insidias paravit; συνέθετο F 7 δώσειν [σῖτον| scripsi cum R; δόσιν |σίτου] 8 ἐμέτρουν H.)
158

Καὶ τόδε ὑμῖν τέταρτον βιβλίον, ἱερώτατοι βα- σιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατη- γημάτων· τοῦτο μὲν δὴ καὶ ἥδιον τῶν ἄλλων συγ- γράψας, ἐν ᾧ καταμάθοιτε ἂν τὰς ἀρετὰς τῶν ἡμετέ- ρων προγόνων, οἳ τῆς Μακεδονίας ἐβασίλευσαν.

[*](651—621)

Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γά- λαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ- θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι- φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ [*](4 ἡδεῖον F1 ; separatim ab aliis i. e. ἵδιον V || 5 ἡμετέρων M ; ὑμετέρων F: cf. praef. libri I || 8 Γάλαυρος vulg. et corr. F ex Γαύλαρος; calandrus schol. Pers. sat. 1, 99 || 12 αὐτοῖς Hertlein; αὐτὰς F 16 ταύλαρος F 17 ὑπεσήμηνεν scripsi; ὑπε- σήμαινεν F cf. 1, 41, 3. 1, 45, 2 || 18 ταλάντιοι F.)

159
κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.

[*](e.3,3)

Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῖσα θερμῷ λούεταιʹ.

Φίλιππος ἐν Χαιρωνείᾳ παρατασσόμενος Ἀθηναίοις [*](338) εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίανʼ οὐκ ἀνῆκε διώκων. Φίλιππος εἰπὼν οὐκ ἐπίστανται νικᾶν Ἀθηναῖοιʼ ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετʼ ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας το πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθη- ναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

[*](e.3,4)

Φίλιππος ἐπὶ Θηβαίους ἐστράτευεν. Ἀέροπος καὶ [*](338) Δαμάσιππος ἡγεμόνες ἀπὸ πανδοκείου μισθωσάμενοι ψάλτριαν ἐς τὸ στρατόπεδον εἰσήγαγον. οὐ μὴν ἔλαθον [*](Cap. 2 De fontibus cf J. p. 602—605.) [*](3 κλῄζειν vulg.; κλῄσειν F || 6 Δόκιμον Cas. Κ coll 4, 6, 7; δόκιμον F vulg. || 7 θερμῷ om. H || 8 τὰ τῶν Μακεδόνω ν H; τὰ Μακεδόνων F || 10 Χαιρωνίᾳ F || 11 Στρατοκλῆς F ut Aeschin. adv. Ctes. § 143 ; Λυσικλῆς Diod. 16, 88; ceterum cf. 8, 40, ubi Polyaenus heagenem illud exlamasse tradit 15 συνεσπασαέ- νην F, cf. oppositum φάλαγγα διεσπασμένην 5, 44, 4; συνε- σπειραμένην R et K 16 πεφυλαγμένους Patakis 17 ὀλίγων F.)

160
Φίλιππον, ἀλλὰ καταμαθὼν ἄμφω τὼ ἡγεμόνε τῶν ὅρων τῆς αὑτοῖ βασιλείας ἐξεκήρυξεν.

[*](342–339)

Φίλιππος πρέσβεις ἔπεμψεν ἐς πολεμίων Θρᾳκῶν [*](e.54,10) πόλιν. οἱ μὲν ἐκκλησίαν συνήγαγον καὶ τοὺς πρεσ- βευτὰς ἐκέλευον ἀγορεύειν, καὶ ἦν ἁπάντων σπουδὴ περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν.

Φίλιππος ἤτησε παρὰ τῶν πολεμίων Ἰλλυριῶν νεκροὺς ὑποσπόνδους. τῶν δὲ δόντων, ἡνίκα οἱ ἔσχατοι ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν.

Φίλιππος ἐν παλαίστρᾳ καὶ Μηνηγέτης ὁ παγ- κρατιαστὴς ἐκυλίοντο· οἱ στρατιῶται κύκλῳ περιστάντες κατεβόων τὴν μισθοφορὰν ἀπαιτοῦντες. οὐκ ἔχων ὁ Φίλιππος προσῆλθεν ἱδρῶτι ῥεόμενος, κεκονιμένος, προσμειδιάσας αὐτοῖς δίκαια᾿, ἔφη, λέγετε, ὦ συστρα- τιῶται, ἀλλά τοι κάγ διὰ τοῦτο νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτας᾿. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου δια- βαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστʼ ἂν οἱ στρα- τιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέ- [*](1 καταμαθὼν Hertlein; καὶ μαθὼν F: cf. 3, 9, 19. 4, 3, 29 etc. 6 ἀγγελοῦσι P; ἀγγέλουσιν F; ἀγγέλλουσι MD 10 δόντων F] διδόντων vulg. 11 σημήνας F ] σημάνας M 15 προῆλθεν Patakis κεκονημένος F 16 [ καὶ ] προσμειδιάσας K συστρα- τιῶται F] στρατιῶται M cf. 4, 14. 8, 23, 15. 16. 22 18 πολ- λαπλασίας R 20 ἐπέρριψεν Κ, Patakis; ἀπέρριψεν F ἑαυτὸν F add in marg. pr m. ut videtur 23 ἀνῆκεν Cas.; ἀνῆγεν F.)

161
μνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαι- τοῦντας.

[*](e.18,3)

Φίλιππος ἐν Χαιρωνείᾳ γιγνώσκων τοὺς μὲν Ἀθη- [*](338) ναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχει- ρῶώτους ἐποίησε.

[*](e.49,1)

Φίλιππος ἐπὶ τὴν Ἀμφισσέων ἐστράτευεν· Ἀθη- [*](338) ναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακε- δονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπʼ Ἀμφισσεῖς ἀνα- βάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος [διῄει] διὰ τῶν στενῶν. οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμ- μένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαί- σατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ τῆς Ἀμφίσσης ἐκράτησεν.

[*](e.4,4)

Φίλιππος οὐκ ἐλάττω διʼ ὁμιλίας ἢ διὰ μάχης κατειργάζετο. καὶ νὴ Δία μεῖζον ἐφρόνει ἐφʼ οἷς διὰ τῶν λόγων ἐκτᾶτο ἢ διὰ τῶν ὅπλων· τῶν μὲν γὰρ [*](Cap 2. § 7 Cf. Front strat 2, 1, 9; lustin. 9, 3, 9.) [*](Cap. 2. § 8 Cf. Front. strat. 1, 4, 13. U+00AF Schaefer, De- mosth. Il, p. 514 sq) [*](Cap 2. § 9 Cf. Diod. 16, 95, 3.) [*](3 Χερωνίᾳ F || 5 τὸν χρόνον τῆς παρατάξεως H || 6 ἐκλύει H || 12 ἀναβάλοιτο F] ἀναβάλλοιτο C; ἀνεβάλλετο D || 14 [διῄει] Κ || 18 ἐρημίας Sevbold K ; ἠρεμίας F || ἀφυλάκτως | sine periculo V ; ἀσφαλῶς Hertlein || διεξεπαίσατο Hertlein: cf 2, 2, 5 4, 2, 14; transiit V; διεπέμψατο F.)

162
κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, τῶν δὲ αὐτῷ μόνῳ μετεῖναι.

Φίλιππος ἤσκει τοὺς Μακεδόνας πρὸ τῶν κινδύνων, ἀναλαβόντας τὰ ὅπλα τριακόσια στάδια πολλάκις ὁδεύειν φέροντας ὁμοῦ κράνη, πέλτας, κνημίδας, σαρίσας καὶ μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημε- ρινῆς διαίτης.

[*](344)

Φίλιππος ἀφικόμενος ἐς Λάρισαν, ἴνα τινὰς τῶν [*](e.36,5) Ἀλευαδῶν ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως ἐσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βοΐσκος ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.

[*](344)

Φίλιππος ήξίωσε Σαρνουσίοις ἐκκλησιάζουσι δια- λεχθῆναι. οἱ μὲν συνήεσαν· τοῖς δὲ στρατιώταις παρήγγελτο ἱμάντας ὑπὸ μάλης κομίζειν. ἐπεὶ δὲ ὁ Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακε- δονίαν ἤχθησαν πλείους μυρίων.

[*](342–339)

Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, [*](e.46,8) ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σημήνῃ, τοῖς μὲν οὐρα- [*](Cap. 2. § 11 Cf Schaefer, Demosth II, p. 324, not. 6.) [*](Cap. 2. § 12. Cf Schaefer, Demosth II, p. 323, not. 2; Drpusem I, 1, p 157.) [*](1 αὐτῷ μόνῳ προσεῖναι τὸ κλέος H || 3 πρὸ τῶν R; τρόπῳ F || 4 ἀναλαβόντας vulg. ex V assumptis armis; ἀναλαμβάνοντας F || ὁδεύειν Patakis ex V ; ὁδεύοντας F || 5 σαρίσσας Vulg ; ceterum cf. Droysen I, 1, p 167, not. 3 || 8 Λάρισαν F] Λάρισσαν ceteri || τινὰς τῶν Ἀλευαδῶν ἔξω οἰκίας A Baumeister; τὰς τῶν Ἀλευά- δων ἐξ οἰκίας F H; τοὺς ἐκ τῆς τῶν Ἀ οἰκίας Κ || 10 συλλάβῃ F] σι λλάβοι vulg. || 14 συνήεσαν K; συνίεσαν F || 15 παρήγγελτο Κ ; παρηγγέλετο F || 17 τὸ σημεῖον M || 18 οὕτω Σαρνούσιοι Massv.; οὕτω Σαρνούντιοι M ; οὕτως ἀρούντιοι F.)

163
γοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοὺς μὲν πολεμίους ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλαβεῖν τῆς ὁδοῦ παράσχοι.

[*](e.46,9)

Φίλιππος τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν [*](339/338) φυλαττόντων — ἦν δὲ στενὸς ὅρους αὐχήν U+00AF οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπο- μένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὅρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους διεξεπαίσατο.

[*](e.54,11)

Φίλιππος τοῖς Μεθωναίων τείχεσι κλίμακας προσ- [*](353) ήγαγεν καὶ διʼ αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες προθυμότερον τῶν τειχῶν κρατήσειαν.

Φίλιππος ἐνέβαλεν εἰς τὴν Ὀρβηλίων χώραν· ἡ [*](356) δέ ἐστι φαραγγώδηc καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἴ τοὺς πολεμίους ἐξιχνεύουσαι τοὺς πλείστους αὐτῶν ἐθήρευον.

Φίλιππος Ἀμφίπολιν ἀπαιτούμενος ὑπὸ Ἀθηναίων, [*](359) ὁμοῦ δὲ καὶ Ἰλλυριοῖς πολεμῶν οὐκ ἀπέδωκεν, ἀλλʼ ἀφῆκεν ἐλευθέραν· Ἀθηναῖοι δὲ ἠγάπησαν τὸ ἐλευ- θέραν ἀφεῖσθαι. Φίλιππος, ὁπότε τῶν Ἰλλυριῶν κρα- [*](Cap. 2. § 14. Cf. Schaefer, Demosth. II, p. 529.) [*](Cap. 2. § 16. De tempore cf. Schaefer, Demostb. II, p. 25.) [*](1 προβαλλομένοις FH]  προβαλομένοις Cas || 5 αὐχὴν ὄρους H || 10 διεξεπαίσατο (διεξεπέσατο F) Wesseling ad Diod 17, 28; διεξιππεύσατο vulg.: cf 2, 2, 5 5, 16, 5; ἀνεχώρησεν H ||16 Ὀρ- βηλίων  Wesseling ad Diod. 20, 19; Ἀρβηλίων F || 20 αὐτῶν vulg : αὐτοὺς F.)

164
τήσας μείζω δύναμιν ἐκτήσατο, τηνικαῦτα πάλιν Ἀμφίπολιν κατέσχεν Ἀθηναίων καταφρονήσας.

[*](356)

Φίλιππος ἐπολιόρκει Φαρκηδόνα πόλιν Θεσσαλι [*](e.54,12) κήν· Φαρκηδόνιοι παρέδωκαν τὴν πόλιν. ὡς δὲ εἰσ- ῆλθον οἱ Φιλίππειοι μισθοφόροι, περιπταίουσιν ἐνέδρᾳ· πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον καὶ ἠκόντιζον. Φίλιππος προς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προσ- τιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τό τεῖχος, οἱ Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχό- μενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν.

[*](356)

Φίλιππος ποθῶν κτήσασθαι Θεσσαλίαν αὐτὸς μὲν φανερῶς οὐκ ἐπολέμει Θλεσσαλοῖς· Πελινναίων δὲ πολε- μούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττω- μένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς ὅπλοις.

[*](Cap. 2. § 18 Cf Theopompi fr. 87 (Müller). U+00AF Schaefer, Demosth. II, p 25, not. 4.)[*](3 sq. Φαρκηδόνα Wesseling ad Diod. 18, 62, O. Müller, Dor. I, 23; Φαλκιδόνα et Φαλκιδόνιοι F (id. v. 12) 5 Φιλίππιοι F 8 ἔρημα p; ἡρέμα F 16 Πελληναίων F; corr. Cas. 20 κατέ- βαλλε Herilein, Lahnii annal 1867, p. 606; κατέβαλε L.)
165

Φίλιππος πολιορκῶν χρόνῳ μακρῷ ἱαρᾶς ἐχυρὸν χωρίον, ἑλεῖν οὐχ οἷός τε ὥν, ἀποχωρῆσαι βουλόμε- νος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώ- σασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἄν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντι- μῆχανήματα ηὐτρέπιζον. Φίλιρτπος δὲ περὶ ταῦτα ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφα- νὴς ἦν.

[*](e.30,3)

Φίλιππος ἐπολιόρκει Bυζαντίους ἔχοντας οὐκ [*](339) ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμ- μαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας, ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμ- ψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλαώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον, Φίλιππος δὲ φανε- ρὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν , οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ τὰς αὐτῶν πατρίδας ἐστέλλοντο.

[*](e.57,11)

Φίλιππος τὴν Ἀβδηριτῶν καὶ Μαρωνιτῶν κατα- [*](352) δραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν [*](Cap. 2 § 20. Cf. Droysen, Zeitschr. f. Altertumsw. 1839, p. 717; Schaefer, Demostn. II, p 486, not. 2.) [*](Cap. 2. § 21 Front. strat 1, 4, 13. U+00AF Schaefer, Demostn. II, p. 481, not. 2.) [*](1 Κάρας F; Καρδίαν Blume; Φερὰς dubitanter W coll. Diod 16, 37 52. 20, 110 et Demostn Olynth 1, 13, sed cf. J. p. 604 || 6 κτύπον οἶος vulg ; κτυπούμενοι οἷς F || 7 Κάρραις F || 9 εὐτρέπιζον F: cf. 5, 3, 7 (ηὐξάμην) 7,1 12 (ηὔξατο || 14 ἐτεχνάσατο F || ἀγγέλοντας F || 15 πέαψας F, corr vulg || 22 Ἀβδηρητῶν F || καταδραμὼν ut 3, 11, 5 Hertlein; καταλαβὼν F || 23 ἐπανίει F.)

166
πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριή- ρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρ- έπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται, τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμέ- νως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφα- λῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατέλαβεν.

Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς [*](e.4,5) εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βρο- τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ- πων Ἀλεξάνδρους καλεῖν.

Ἀλέξανδρος πολεμῶν προσέτασσε τοῖς στρατηγοῖς [*](Cap. 3. Cf. R. Petersdorff, Beiträge zur Geschichte Ale- xanders des Grossen, cap. II: Ueber die Quellen Polyaens für die Strategemata Alexanders (Pr. v. Flensburg 1872). — J. p. 603—617.) [*](Cap. 3. § 2. Cf. Plut. vita Thesei 5 et apophtegm. reg. et imp. Alex. 10; Synesius p 79 C (Petav ); idem tradit Arse- nius, Viol. apopbtbegm. Alex p. 98 (Walz). — Cf. E. Rohde, Mus. Rhen. 38, p. 301 sqq.) [*](1 Νεάπολιν H V constanter || 3 τάς H ut 3, 10, 12. 4, 7, 6; om. F || ἄριστα HM; ἀρίστας F || ἀκμῇ ]  ἀλκῆ H 5 ἐπὶ τὴν Νεάπολιν H || 8 ἐπανήχθη HH; ἐπηνέχθη F || ἀπηνέχθη D || 10 μετωρίζονται F || συντεταμένως Κ; συντεταγμένως F; συντεταγμένων Cas. || 16 ὐπάγεσθαι vulg.; ὑπεράγεσθαι D; ὑπεραγαγέσθαι F; ἐφέλ- κεσθαι Η καὶ δὴ καὶ ἔγνω Hertien, Iahaii annal. 1867, p. 607 coll. 8, 38; καὶ δὴ διέγνω F 18 ἀπεκάλει H 19 στρατηγοῖς F et Plut.; στρατιαώταις Arsenius.)

167
ξυρεῖν τὰ τῶν Μακεδόνων γένεια, ἵνα μὴ παρέχοιεν πρόχειρον λαβὴν τοῖς ἐναντίοις.

[*](e.1)

Ἀλέξανδρος πολιορκῶν Τύρον, βουλόμενος μέγα [*](332) χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἷδον αὐτουργοῦντα τὸν βασιλέα, παρα- χρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν.

Ἀλέξανδρος Τύρῳ ποιορκίαν περιβαλὼν ἐπʼ [*](332) Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ κατα- φρονήσαντες , τῶν τειχῶν προελθόντες, τοῖς Μακε- δόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθών, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδῶν τοῖς ἡττωμένοις οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμή- σας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἀλοῦσαν ἰδόντες αὐτίκα σφὰς αὐτοὺς καὶ τὰ ὅπλα τοῖς Μακεδόσι προήκαντο.

[*](e.18,5)

Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παρ- άγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· ἥν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀνα- [*](Cap. 3. § 4. Cf. Arrian. 2, 20, sq.; Curt. 4, 2, 24. 3, 1; Plut. Alex. 24 sq.) [*](2 λαβὴν vulg.; λαβεῖν F || 3 πολιορκεῖν F || 4 περιβαλεῖν W coll. 4, 3, 4; μεταβαλεῖν F; καταβαλεῖν addito [πρὸς| post χῶμα Κ ; παραβάλλειν R || 5 χοῦ F] χοῦν HMD || 7 τὸ χῶμα Heringa; τὰ χωρία F; τὰ χαώματα Κ: cf. supra μέγα χῶμα et 4, || 13 9 πολιορκία M, unde W Τύρον πολιορκίᾳ || 11 προσ- ελθόντες F || 13 ἀνακαλεῖται M p; ἀνακαλεῖσθαι F || 14 ἐγ- κλίναντας F] ἐγκλίνοντας vulg. || ἡττωμένοις F] ἡττημένοις M || 15 ἀνδρῶν om. M.)

168
στάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε.᾿ οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆγμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώ- τεροι. Δρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέ ψαντο.

[*](331)

Ἀλέξανδρος ἐν Ἀρβήλοις τὴν ὑστάτην μάχην Δα- [*](e.18,6) ρείω παρετάσσετο. μοῖρα Περσῶν οὐκ ὀλίγη περιελ- θόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις βοηθεῖν. ὁ δὲ ῾ οὐδὲν᾿ , ἔφη, παραλύειν χρὴ τῆς φά- λαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττη- θέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρήζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν.ʼ

[*](324)

Ἀλέξανδρος ἐκράτησε τῆς Ἀσίας. οἱ Μακεδόνες ἦσαν ἐπαχθεῖς αὐτῷ καὶ βαρεῖς καὶ πάντα σφίσιν αὐτοῖς ἐβιάζοντο παρʼ αὐτοῦ γίγνεσθαι. ὁ δὲ προσ- [*](Cap. 3. § 6. Cf. Curtius 4, 15, 7 et Plut. Alex. 32.) [*](Cap. 3 § 7. Cf Arrian. 7, 8 sqq.; Plut. Alex. 71; Curtius 10. 2, 8—30. 3 4, 1—3; Diod. 17, 109; Iust. 12, 11.) [*](1 ῥύμῃ R et Hercher, Hermes 9, p. 112 ut 1, 18: cf. infra v. 7 ῥυμηδὸν; ῥωμῃ F; μετὰ θύμου καὶ ἀνδρείας H || ἐμβάλετε F || 5 ἐκυδροῦτο Κ; ἐκυδριοῦτο F || 6 ἀμαχεὶ F]  ἀμαχὶ D; ἀμα- χητὶ H || 7 ἀναστάντες ῥοιξηδὸν H || 8 τὴν φαλάγγαν F; τῇ φάλαγγι Freinsneim ad Curt. 4, 16 || 20 σφίσιν Wyttenbach ad Plut. de sera num. vind. p. 41; φασὶν F; πᾶσιν Roth: cf. Hertleni coniecturam ad 1, 41, 2.)

169
έταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, ῾ ἐπιλέ- ξασθε οἱ Μακεδόνεςʼ ἔφη ὅν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε, ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μα- θόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε.᾿ τὸ στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι.

Ἀλέξανδρος ἐν τῇ πρώτῃ παρατάξει πρὸς τοὺς [*](334) Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παρ- ιππεύων ἀνεβόα· ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακε- δόνες, ἔτι γενναίως ἅπαξ.᾿ καὶ δὴ τῆς ἐμβολῆς εὐρώ- στου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε [λέγεται].

Ἀλέξανδρος ἦν ἐν Ἰνδοῖς καὶ τὸν Ὑδάσπην ποτα- [*](326) μὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέ- κεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύ- νατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος [*](Cap. 3. § 9. Cf. Arrian. 5, 9 sqq.; Plut. Alex. 60; Curt. 8, 13; Front. strat. 1, 4, 9.) [*](3 οἱ] cf. Xenoph. Cyrop 6, 2, 35; Κ || 6 οὐδὲν vulg. || δύνασθε W ; νῦν δύνασθε F ; αὐτοὶ δύνασθε vulg. || 14 παρὰ τοσοῦτον [ἧκεν] Roth || [λέγεται] Κ  || 20 ὁ Πῶρος VRΚ ; τῷ Πώρῳ F || 21 ἐγίγνετο coll Arrian. 5, 10; ἐγένετο F || καὶ πολλάκις vulg. 23 διαβῆναι F] ἀποβῆναι D vulg || 24 τολμησάντων Hertlein et Hercher, Hermes 9, p. 113; τολμησόντων F.)

170
δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπι- βὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πε- πληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ.

[*](326)

Ἀλέξανδρος κατέστρεφε τὴν Ἰνδῶν. τῶν δὲ στρα- [*](e.50,1) τιωτῶν ἐφελκομένων λάφυρα Περσικὰ καὶ πλοῦτον ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μά- χην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημέ- νων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον.

[*](335)

Ἀλέξανδρος Θρᾳκῶν παρεσκευασμένων καταγόμους [*](e.49,2) ἁμάξας πολλὰς ἐπαφιέναι τοῖς Μακεδόσι παρήγγειλεν αὐτοῖς ἐκκλίνειν μὲν ὅσας δύναιντο, εἰ δὲ καταλαμ- βάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμε- νον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν.

[*](335)

Ἀλέξανδρος ἔλαβε Θήβας τῆς δυνάμεως ἱκανὴν ἀποκρύψας καὶ τάξας ἐπʼ αὐτῆς Ἀντίπατρον· τὴν δὲ φανερὰν αὐτὸς ἦγεν ἐπὶ τοὺς ἐχυροὺς τῶν τόπων. [*](Cap. 3. § 10. Cf. Plut Alex. 57; Curt 6, 6, 14 sq.) [*](Cap. 3. § 11. Cf Arrian 1, 1, 7 sqq.) [*](Cap. 3. § 12. Cf. Diod. 17, 12; Arrian. 1, 7. — Droysen I, 1, p. 139, not. 1.) [*](5 κατέστρεφε Blume et Patakis; κατέστρεψε F || 8 δὴ Pa- takis; δὲ F; γε Κ || 13 καταγόμους K ; καταγνοὺς F || 16 αὐτοὺς F || 18 γενόμενον K; γινόμενον 19 τὴν παρασκευὴν τῶν ἁμα- ξῶν vulg. 21 || ἔλαβε Θήβας F] ἔλαθε Θηβαίους R || 23 αὐτὸς MV; αὐτῆς PD; αὐτοῖς F.)

171
Θηβαῖοι δὲ ἐπεξῆλθον καὶ πρὸς τὴν ὁρωμένην δύνα- μιν οὐκ ἀγεννῶς ἀντιπαρετάσσοντο. Ἀντίπατρος ἐν τῷ καιρῷ τῆς μάχης τὴν κεκρυμμένην δύναμιν ἀνα- στήσας, κύκλῳ περιελθὼν, ᾗ σαθρὸν καὶ ἀφύλακτον ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπι- στραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον.

Ἀλέξανδρος ἡμιθωράκια τοῖς (φεύγουσι) στρατιώ- ταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφά- λειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύ- γοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο. οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες.

Ἀλέξανδρος, ὁπότε παρὰ τῶν μάντεων ἤκουε καλὰ γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου τὰς ἐλπίδας.

[*](e.8,5)

Ἀλέξανδρος διαβὰς ἐς τὴν Ἀσίαν Μέμνονα στρα- [*](334) τηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων.

Ἀλέξανδρος Γράνικον διαβαίνων Πέρσας ἐξ ὑπερ- [*](334) δεξίων ἐπιόντας (αὐτοὺς) αὐτὸς ἐπὶ δόρυ τοὺς Μακε- δόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπε- σοῦσα τοὺς πολεμίους ἐτρέψατο.

[*](7 ἔχει Cas. || 8 ἔφυγον K || 9 (φεύγουσι) del. Patakis; τοῖς [ὁαυτοῦ] στρατιώταις R cum V suis militibus 25 (αὐτοὺς) del. Κ || δόρυ K; ὅδωρ F ; τὸ ὕδωρ M || 26 ἀναγαγὼν F; ἀγαγὼν M.)
172
[*](331)

Ἀλέξανδρος ἐν Ἀρβήλοις παρετάσσετο. Δαρεῖος τὸ μεταίχμιον τῆς συμβολῆς τριβόλοις κατέσπειρε. τοῦτο δὴ συνιδὼν ὁ Μακεδὼν τοῦ δεξιοῦ κέρως ἡγούμενος ἐπὶ δόρυ παρήγγειλεν ἀκολουθεῖν, ὅπως περιέλθοι τὸν τόπον τὸν κατεσπαρμένον ταῖς τριβόλοις· ὁ δὲ Πέρσης ἀντιπαράγειν πειρώμενος ἐπʼ ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγ- κασαν.

[*](331)

Ἀλέξανδρος Τίγριν διαβὰς Περσῶν τὴν χώραν καταπιμπράντων ἔπεμψε τοὺς κατὰ κράτος διώξοντας, ἵνʼ ἀγαπητῶς αἱρούμενοι σώζεσθαι τὴν χώραν ἀκέ- ραιον καταλίποιεν.

[*](330)

Ἀλέξανδρος ἐν Υρκανίᾳ πυθόμενος μοχθηρὰ περὶ [*](e.6,3) αὐτοῦ λογοποιεῖν τοὺς Μακεδόνας καὶ τοὺς Ἕλληνας, συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν. ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε, τί φρονοῦντες ἕκαστοι διετέλουν.

[*](Cap. 3. § 17. Cf. Curt. 4, 13, 36. 15, 1 sq. — Droysen I, 1, p. 362, not. 1.)[*](Cap. 3. § 18. Cf. Droysen I, 1, p. 329, not. 1.)[*](Cap. 3. 19. Cf. Curt. 7, 2, 36 sq. ; Iust. 12, 5; Diod. 17, 80.)[*](4 περιέλθοι F] περιέλθῃ MD || 6 συνεχῶς Cas.; συνέχων F; διέσπασεν ἔχων Roth || 17 γράμματα M ; πράγματα F || 20 πάντες M; πάντας || F ἔγραψαν H || 23 ἕκαστοι F ] ἕκαστος M.)
173

Ἀλέξανδρος χωρίῳ τῆς Ἰνδικῆς ἐχυρῷ προσεκά- [*](327) θητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθʼ ὅπλων ἐξελ- θεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύ- ναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέ- σεως μηδὲν ὑπεσχῆσθαι.

Ἀλέξανδρος Πιττακοῦ, ὃς ἦν ἀδελφιδοῦς Πώρου, [*](326) λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν — ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιή- σας προῄει, παραγγείλας ἐφʼ ἡνίαν καὶ παρὰ τὴν κίνη- σιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι [τὸ] σχῆμα παραπλήσιον ἦν. ὁπότʼ οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐρα- γίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ δεξιοῦ ἐφʼ ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν [*](Cap. 3. § 20. Cf. Diod. 17, 84; Plut. Alex. 59; Arrian. 4, 27.) [*](Cap. 3. § 21. Cf. Droysen I, 2, p. 126 et p. 127, not 1.) [*](4 καὶ om. M || καὶ Ἀλέξανδρος vulg. 6 συντεθεῖσθαι Κ ; συντίθεσθαι F || 9 μήκους R || 11 ἡ δὲ ἔξοδος Roth coll. v. 24; ἡ διέξοδος F; καὶ διέξοδος || 13 προσῄει F || 17 πορείας] fort. μοίρας R || 19 [τὸ] Hertlein, lahnii annal. 1867, p. 607 coll. 4, 3, 22 || 21 δὲ del. || οἱ D; om. F.)

174
Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπʼ ἀλλήλων καταπατούμενοι διεφθείροντο.

[*](326)

Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν [*](e.17,3) ἱππικὸν ἐπὶ τοῦ δεξιοῦ κέρως ἔταξεν ἐν μετώπῳ τὸ ἥμισυ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαν- τας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παρα- πλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερ- κεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν [*](Cap. 3. § 22. Cf. Diodor. 17, 87; Curt. 8, 14 — Droysen I, 2, p. 141, not.) [*](4 μετώπῳ HS; τόπῳ F || τὸ ἥμισυ S; om. F vulg. || 5 ἐπι- καμπίω HS; ἐπικαμπεῖ καμπίῳ F || ἐλαφροὺς S; ἐλέφαντας FH vulg., et adnotarat iam Maiseroy, Cours de tactique l, 253 sq. nullos Alexandro in ipsa pugna fuisse elephantos || 7 ἐπι- κάμπιον HS; ἐπικαμπίων F || 8 ἀντιπαράξας S || 11 μέσα F ; τὰ S; τὰ δὲ μέσα [διαστήματα] Wescher suppl. ex litteris τα in cod. S || 13 ἐοικότες FS; ἐοίκασιν M || 15 τὴν S; εἰς τὴν F vulg. || 16 ἐλάσειν βουλόμενος ὑπερκεράσας τοὺς πολεμίους S | 17 φυλάσσων ὁ Πῶρος S contra usum Polyaeni 18 ἀντιπαρῆγε S M ; ἀντιπαρήγγειλε F || τὸ δὲ S || διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακ. F vulg.; διεσπάετο τὰ πολλὰ τῆς τάξεως, τῶν τε Μακεδόνων etc. S || 19 διάσπασιν S.)

175
ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέ- ξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνε- λάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο (μεθʼ ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν).

[Ἀλέξανδρος] Θεσσαλῶν τὰ Τέμπη φυλασσόντων [*](336) τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλά- σας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς την Ἀλεξάνδρου κλίμακα.

Ἀλέξανδρος ἐν μὲν τοῖς Μακεδόσιν ἢ ἐν Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικα- στήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημέ- νην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι [*](Cap. 3. § 23. Cf. Droysen Ι, 1, p. 107 et not. 2.) [*](Cap. 3. § 24. Ex Phylarcho (coll. Aeliani var. hist. 9, 3 et Athen. 12, 55 pg. 539) haec excerpta esse censuerat W, sed cf. J. p. 616.) [*](1 κατὰ πρόσωπον μένειν οἱ δὲ περὶ etc S || 4 τελειοτάτην S; [καὶ] τελ. R || 5 μεθʼ ἣν βασιλευσιδίκης (ex Ἰνδικῆς corrup- tum) Ἀλέξανδρος ἦν S; Μεθʼ ἣν βασιλεὺς Ἀλέξανδρος Ἰνδικῆς Θεσσαλῶν etc. F; Ἔτι ὁ βασιλεὺς Ἀλ. Θεσσαλῶν etc. D; ut glossema seclusi cum prioribus editoribus || 7 ὄσης F || 9 ἀνέ- βησαν Hertlein, Iahnii annal. 1867, p.  607 ; ἀνέπτησαν F || 13 καλοῦσι δὲ vulg. 19 Βακτρίοις Κ ut 6, 21 || Υρκανίοις F] Ὑρκανοῖς M || 20 πεποιημένην F; πεποικιλυένην PCD.)

176
κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μη- λοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα, οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς ἔκειτο θρόνος, ἐφʼ οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι (Περσῶν) οἱ κάλλιστοι καὶ μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάν- τες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις.

[*](330 aut 325)

Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων αὐτός τε ὑπὸ τε [*](e.1) δίψους ἐπόνει καὶ οἱ Μακεδόνες. οἱ κατάσκοποι τῆς χώρας ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο [*](Cap. 3. § 25. Idem tradit Arsenius, Viol. apophthegm.) [*](Alex. pg. 98 ( (Walz). Cf. Arrian 6, 26, 3; Front. strat 1, 7,7; Piut. Alex. 42; Curtius 7, 5, 10—13.) [*](1 ὑπετίθοντο F || 4 ἐντὸς MPD, Aelian. et Athen. l. c.; ἐν τοῖς F; ἐκτὸς Κ || 8 περ βέβληντο F: probat Pierson 154 || 12 ἐφεστήκεσαν Athenaeus; ἀφεστήκεσαν F ; περιεστώτων Aelian. || 14 διεσκευασμένον Pierson 218, Koen. 157, Aelian., Athe- naeus; διεσκεδασμένον F || 17 (Περσῶν) inclusi; πασῶν M; πάντων vulg.)

177
βαλόντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. ὁ δὲ τῇ στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. οἱ Μακεδόνες ἀλαλάξαντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.

Ἀλέξανδρος ἐπὶ ποταμὸν τὸν Τίγριν φθάσαι Δα- [*](331) ρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετʼ αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα προῄεσαν.

Ἀλέξανδρος ἐν Ἀρβήλοις Δαρεῖον ἐνίκησεν. Φρα- [*](313) σαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφεν- δόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· [*](Cap. 3. § 26. Cf. Curt. 4, 12, 14 sqq.) [*](Cap 3. § 27. Plut Alex. 37; Curt. 5, 3, 16; Diod. 17, 68; Arrian. 3, 18 sqq.) [*](1 βαλόντες Κ; βάλλοντες F; ἐμβαλόντας ἐς κράνος Arrian. || ἐπὶ κράνους K || 4 αὑτὸν F || 7 φθάσας vulg 13 αἰτίαν] ἀτο- πίαν vel οὐδενίαν R || 15 προῄεσαν K; προΐεσαν F || 16 Δαρεῖον post ἐνίκησεν perperam iteratum in F || Φρασαόρτης] Ἀριοβαρ- ζάνης Diod., Curtius: cf. Arrian. 3, 18 || 18 Susidas pylas Curtius; Σουσιάδας πέτρας Diod.; Περσίδες πύλαι Arrian. || 22 τριάκοντα] Curtius triqinta; Diod. σταδ. τριακοσίους || ἐβάλλετο F] ἐβά- λετο vulg.)

178
ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη, αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελ- κομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας, αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικον ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοή- κοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλ- πιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαι- στίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο, οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο.

Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ [*](e.30,2) ποταμὸν προσκειμένων πολεμίων. ὁρῶν δὲ τοὺς στρα- τιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ [*](1 λύκιος R || 2 γενήσοιτο K || 5 ἀποκεκρυμένης F || 6 διὰ τὴν τῶν βοῶν νομὴν vulg. || 8 ἐν om. F || 12 ἐκφανέντας F] φανέντας M; usitatius Polyaeno ἐπιφανέντας || 13 προσβαλεῖν vulg. || 14 φάλαγγαν F || 22 ἀποληφθέντες K; ἀπολειφθέντες F.)

179
τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέ- λευσεν ἀνειπεῖν ἀπεχώμεθα τοὺ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ.᾿ οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρα- τοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποτα- μοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.

[*](e.55,1)

Ἀλέξανδρος ἐνέβαλεν εἰς τὴν Σογδιανῶν χώραν. [*](327) ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει (ὀρνίθων) τοῖς πτηνοῖς [μόνοις] βάσι- μος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριο- μάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν κατελάβετο | πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνο- βατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον, λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους [*](Cap. 3. § 29. Cf. Curt. 7, 11, 1 sqq.; Arrian. 4, 18, 4 sqq.) [*](1 ἐκέλευσεν F] ἐκέλευεν vulg.; διήγγειλεν H || 2 ἀνειπεῖν K, quod probavit Hertlein: cf. 4, 7, 6. 5, 5, 2. 7, 6, 3 et ad 7, 6, 10; εἰπεῖν ῾F || 4 ἐπετάχυνον F] ἀπετάχυνον M; ἐτάχυνον vulg.; ἐπετάχυναν K || 11 (ὀρνίθων) delendum censet Hercher, Hermes 9, p. 112, quod probo coll. Arrian. οἱ δὲ βαρβαρίζοντες πτηνοὺς ἐκέλευον ζητεῖν στρατιώτας Ἀλέξανδρον || [μόνοις] K || 13 κρημνοὺς Maasv.; καρποὺς F || Ἀριομάζης] Ἀριαμαζης Strabo; Arimazes Curtius || 16 περιιππασάμενος vulg.; περιππευσάμενος F: cf. 4, 6, 6. 4, 4, 2. 2, 3, 14 || 21 κρατήσουσι F.)

180
ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν [γε- νόμενοι] ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειο- τέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος.

[*](326)

Ἀλέξανδρος Καθαίους, μοῖραν Ἰνδῶν ἐξ ἀπονοίας ἀντιστᾶσαν ἡβηδὸν ἔκτεινε καὶ πόλιν αὐτῶν Σάγγαλα τὴν καρτερωτάτην κατέσκαψεν. διῆκε τοὺς Ἰνδοὺς φήμη πονηρὰ ὡς Ἀλεξάνδρου φονικῶς καὶ βαρ- βαρικῶς πολεμοῦντος. ὁ δὲ μεταβάλλειν τὴν δόξαν βουλόμενος ἄλλην πόλιν (διὰ) τῆς Ἰνδικῆς ἑλὼν, ὁμή- ρους λαβὼν, σπεισάμενος έπὶ τρίτην πόλιν ἦλθεν εὐ- μεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη δια- δραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι.

[*](Cap. 3. § 30. Cf. Curt. 9, 1, 15 sqq.; Arrian. 5, 22 et 24; Diod. 17, 91.)[*](4 [γενόμενοι] Cas. || 8 ἀναβάσης R || τὴς κορυφῆς ἑαλωκυίας R || 10 αὐτὸς F || τύχην F] τέχνην vulg. || 11 Χαθαίους M; Καλ- θαίους F vulg. || 12 τὴν πόλιν M || Σάγγαλα Cas. ; Σαλγαλα F || 13 διῆκε R; διῆλθε Hertlein coll. Soph. Ai. v. 999; ἵνα F1 ; εἷλε F2 marg. || 16 (διὰ) inclusit K; in τινὰ correx. Cas. R || Ἰνδικῆς M ut 1, 1, 2. 1, 3, 4. 4, 3, 20. 22; Ἰνδίας F vulg. || 22 αὐτίκα καὶ ἡ φήμη M.)
181
[*](e.55,2)

Ἀλέξανδρος τὴν Κοσσαίων χώραν ἑώρα τραχεῖάν [*](324) τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκενʼ. ὁ δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύν- τας ὡς εἶδον [αὐτοὺς], αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύ- λακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπι- φανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι.

Ἀλέξανδρος ἐν τοῖς Περσῶν βασιλείοις ἀνέγνω τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γε- γραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως·

πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι — ἡ δὲ ἀρτάβη ἡ Μηδικὴ μέδιμνός ἐστιν Ἀττικός —· τῶν δὲ δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρα- κόσιαι· [καὶ τῶν τρίτων τετρακόσιαι·] τὸ σύμπαν δὲ [*](Cap. 3. § 32. Cf. Athen. 4, p. 145. — The Classical Journal, vol. 30, p. 370 —374, Remarks on a Passage of Polyaenus.) [*](2 ὑψηλὰ [ἔχουσαν] Patakis; habere V || 3 ἑλεῖν [ἦν] Sittl || 4 ἀγγέλων F || 6 σκοσσαίων F || ἀναζευγνύντας p; ἀναζευγνύντες F || 7 [αὐτοὺς] αὐτοὶ Cas.; αὐτοὶς D || 10 κοσσιαίων F || 17 πυρα- μηνῶν F, et sic infra τετρακόσιαι ἀρτάβαι K; τετρακοσίας ἀρ- τάβας F vulg. || 22 κριθαμηνῶν F, et sic infra 24 [καὶ τῶν τρί- των τετρακόσιαι] atque itidem de tertia quadringentae V ex coniectura, ut numerum millenarium expleret ; om. F.)

182
τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ * * [ἀρτάβαι]. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον ἀρτάβης.

πρόβατα, οἱ ἄρσενες τετρακόσιοι· βόες ἑκατόν· ἵπποι τριάκοντα· χῆνες σιτευτοὶ τετρακόσιοι· τρυγόνες τριακόσιαι· ὀρνίθια παντοδαπὰ μικρὰ ἑξακόσια· ἄρνες τριακόσιοι· νεοσσοὶ χηνῶν ἑκατόν· δορκάδες τριά- κοντα.

γάλακτος αὐθημερινοῦ δέκα μάριες — μάρις δὲ ἐστὶ δέκα χόες Ἀττικοί —· ὀξυγάλακτος ἡδυσμένου δέκα μά- ριες. σκορόδων τάλαντον σταθμῷ· κρομύων ἡμιτάλαν- τον σταθμῷ τῶν δριμέων. φύλλου ἀρτάβη. ὀποῦ σιλφίου δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ· μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο [*](3 ἐξ ἀλφίτων Patakis et Malina thes. 2; ἐν ἀλφίτῳ F vulg.; ἐπʼ ἀλφίτῳ Roth ὡς del. Κ || 4 σεσησμένου vulg.; σεσημμένου F || 5 σινήπυος F] σινήπιος vulg. || 12 δὲ M; om. F vulg.: cf. supra p. 181, 18 17 μύρου W ; ἱεροῦ F vulg .: notum esse μύρα πίνειν et μυροποιοὺς regis Persarum commemorari apud Athen. 13, 608 A adnotat W || γλυκέων K; γλυκέως M ; γλυκέος F || 18 κυκεῶνος Dm; κοκκεῶνος FV || ἐκ σιδίων M ; ἐκίδων F vulg. || μύρου W; κηροῦ F || 19 μελαίνης D; μελίνης F; μελεύης M; μελιτίνης coni. W || 20 ἀνήθου V; κνήθου F; κνήκου Cas. Κ: cf. infra p. 183, 7. 19 || μναῖ Roth; μνᾶς F vulg. || 21 μελανθίου K; μελάνθρυον F || διαρίνου Heringa coll. Hesychio ῾ διάρινον τὸ σινηπὶʼ ; διὰρρινὸς F; διὰ ῥινὸς M.)

183
καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλί- δων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμί- νου ἓξ καπέζιες — ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική —· ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρ- ματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίν- θων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες. ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες.

ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγω- νοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι. κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς πότον τε καὶ ἄριστον ἀναλίσκεται.

[*](1 καπετίες F: cf. Hultsch, Metrologie2, p. 478 (§ 45, 3); Oppert, Journal Asiatique 1874, tom. IV, p. 459 confert Neo- persarum vocem kapic'ch et Arabum gafiz, de Lagarde, Arme- nische Studien (Abh d. Gött. Ges. d. W. XXII, p. 74) Arme- niorum kapic', unde Polyaeni καπέτις in καπέζις corrigendum esse censent σησάμων K; σισάμων δέκα] δύο Dm || 2 αἰψα- νῶν F || 4 τὰς ἀβυρτάκας M; τοὺς ἀβυρτάκας F; τοὺς ἀβυρτάκους D || 6 καπετειαις F, || 9 καπέτιες F2 || 8 καπιτιες F || σησαμίνου K ; σισαμίνου F || 9 τερμίνδων p; τερκλίνθων F; olei terchinthini V || 10 ἀκανθίνου F vulg. ut Ctesias apud Athen 2, 74, p. 67; ἀπὸ Ἀκανθίου M || 14 ᾖ vulg. ; ἢ F || 19 διαδίδωσιν C. L. Roth, ut infra p. 184, 1. 9. 11; διδωσι F || κνήκου K; κνίκου F || 21 πότον Rud. Schoell; τόπον F; δεῖπνον M; τὸ δεῖπνον W.)
184

διαδίδωσι δὲ πυραμίνων ἀλεύρων τῶν καθαρῶν πεντακοσίας ἀρτάβας· κριθαμίνων δὲ καθαρῶν ἀλεύ- ρων χιλίας ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτά- βας. σεμιδάλεως πεντακοσίας ἀρτάβας· χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας μάριας· κριθὰς τοῖς κτή- νεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρ- φους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδί- δωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας.

ταύτην τοῦ δείπνου τὴν παρασκευὴν οἱ μὲν ἄλλοι [*](e.3,5) Μακεδόνες ἀναγνόντες ἐθαύμασαν ὡς εὐδαίμονα· Ἀλέ- ξανδρος δὲ κατεγέλασεν ὡς κακοδαίμονος καὶ μακρὰς ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· ῾ οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους.᾿

[*](331)

Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε [*](Cap. 4. § 1. De tempore cf. Droysen l, 1, p. 392 sqq. et not. 2 in p. 394.) [*](1 διαδίδωσι δὲ M; δὲ διʼ ἃ δίδωσι F; δὲ δια δόσιν D || δευτέρων Maasv. ; δὲ ἑτέρων F; ἑτέρων D || 5 κριθὰς bis scr. in F || 7 σισαμίνου F || 10 τοῖς στρατιώταις coni. W || 12 ἀνα- λίσκει διαδίσωσι F; illud del. K, Patakis, Malina || 15 μακρὰν F || 20 ἀνανδρίαν καὶ μαλακίαν H || 24 Τετραχωριτῶν M ; Τετρα- χωρητῶν F sed infra p. 185, 4 Τετραχωρῖται.)

185
τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλα- γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν.

Ἀντίπατρος τὸν Σπερχειὸν διαβῆναι ἐβούλετο. [*](323) Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντί- πατρος [ἐπανῆλθε πρὸς] τὸν ποταμὸν καὶ φθάσας διε- βίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ κατελάβετο τὴν Λαμίαν προσπεσών.

Ἀντίπατρος ἐν Θετταλίᾳ βουλόμενος φαντασίαν [*](323) τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέρο- [*](Cap. 4. § 2. Cf. Kallenberg, Philol. 36, p. 504.) [*](Cap. 4. § 3. De fonte cf. J. p. 577 sq.) [*](2 ἐσήμηνεν F] ἐσήμαινεν vulg. || 9 ἐπήγαγεν M; ἀνήγαγεν Roth αὑτοῦ Cas.; αυτὴν F || 13 [ἐπανῆλθε πρὸς] suppl. W || 18 ἴλας vulg. et ubique scribendum censet Hertlein; εἴλας F passim 19 ὅπλησιν F || προέταξε Patakis; προσέταξε F || 20 ἑκά- στης εἴλης coni. W coll. 2, 1, 30. 7, 6, 6; ἑκάστῃ ειλῃ F || 23 Ἀγη- σίλαος] cf. 52, 17 sq. , Eumenis simile strategema non traditur a Polyaeno.)

186
πον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν Ἀσίᾳ.

[*](333/32)

Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάν- δρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ- ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται᾿. τοῦτο τὸ κή- ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν.

[*](244)

Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατη- γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ- τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη- νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς [*](Cap. 6. De fontibus cf. J. p. 618—627.) [*](Cap. 6. § 1. Cf. Plut. Arat. 17. — Cf. Droysen III, 1 p. 412 et not. 1, qui haec ad Phylarchum refert.) [*](6 Περσῶν Freinsheim ad Curt. 3, 13, 9; πεζῶν F || 7 ἔφυγον F] ἔφευγον vulg. || 12 αὖθις Hertlein; αὐτοὶ F; αὐτοὶ aut deleri aut in αὐτίκα mutari vult K || 19 καὶ βασιλεῖ R censor lenensis Patakis; βασιλεῖ καὶ F; καὶ del. Κ || 22 φεραίῳ F || βασιλικῶς Plut. et V; βασιλικῷ F: cf. 4, 8, 2.)

187
κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη- σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ- δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά- τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος.

[*](e.1)

Ἀντίγονος ταῖς πρεσβείαις χρηματίζων προεδιδά- σκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημέ- νος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξε- πτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν.

Ἀντίγονος Μέγαρα πολιορκῶν τοὺς ἐλέφαντας [*](266—264) ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπο τοῦ πυρὸς και- όμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας [*](Cap. 6. § 2. Ad Antigonum Demetrii filium referunt Droysen II, 1, p. 315 et Κallenberg, Philol. 36, p. 227; sed cf. J. p. 627.) [*](Cap. 6. § 3. Ex Phylarcho coll. Aeliano de nat. animal. 11, 14 et Athen. 13, 85 p. 606. — De tempore cf. praeter Droysen. III, 1, 236 sq. Le Bas, le siege de Megare. Paris 1842 et v. Wila- mowitz-Möllendorff, Antigonos von Karystos, p. 226, not. 50.) [*](2 μακρὰν W coll. 5, 36; μακρὰ F || 8 προεδιδάσκετο Pata- kis et Hertlein; προεδίδασκεν F || 9 εἶεν om. vulg. cf. 5, 2, 4. 5, 2, 15 || οἱ καὶ F] καὶ οἱ MCD; εἰ καὶ K addito [οἱ πρεσ- βεύοντες] post εἶεν 12 ἑκάστου [ῥηθέντος ] πρὸς τοὺς πρεσ- βεύσαντας R || πάντας H, om. F || ἐξεπτόησεν (= ἐξέπληξεν) vel ἐξεπτοίησεν R et Hertlein (cf. ad 1, 3, 4); ἐξεποίησεν F; ἐξέ- πλησσεν Cas. quod confirmari videtur lectione H ἵνα ἀπομνη- μονεύων ταῦτα πάντας ἐκπλήσσῃ ὡς πολυμνήμων et Leonis Tact. 20, 219 ἵνα ἐν ταῖς ἐρωτήσεσι καὶ συντυχίαις ἐκπλήσσῃς αὐτοὺς ὡς πάνυ μνημονικὸς καὶ πολύπειρος || 13 μνήμη F || 14 μέγα F1 15 ἐπῆγεν FS vulg.; ἐπήγαγεν M.)

188
ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο.

[*](321)

Ἀντίγονος Ἀντίπατρον κινδυνεύοντα βληθῆναι ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακε- δόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμο- φρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν· Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντί- γονος ἔφη πρὸς αὐτὸν ἀλλʼ ἔγωγέ σοι δώσω καιρὸν ἀφόδουʼ. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδρα- μὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι [ὧν] προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολο- γούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακα- λῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημη- γορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους.

[*](Cap. 6. § 4. Cf. Diod. 18, 39, 3. — Κallenberg, Philol. 36, p. 528.)[*](2 διέφυγον C. Müller || 5 βληθῆναι corr. Hardtius in cod δ; κληθῆναι p; κλιθῆναι F; lapidaretur (καταλευσθῆναι) V Cas. K: cf. infra v. 10 || 8 Ἀντίγονος V ; Ἀντίπατρος F || 10 βαλεῖν M; καλεῖν F || 16 παρίεσαν K; παρήεσαν F || 17 ὧν προλέγειν MC; edicere V; ὧν λέγειν vulg. ; ὧν om. F || 18 περίεστι F || 19 ἐπαγ- γελόμενος F || 22 παρελθὼν Cas.; προελθὼν F.)
189
[*](e.13,7)

Ἀντίγονος ὁ πρῶτος, [εἰ μὲν δύναμιν εἶχε] ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον ἡγούμενος.

Ἀντίγονος ὅτε περὶ Καππαδοκίαν ἐχείμαζεν, ἀπέστη- [*](320/19) σαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι κατα- λαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολε- μίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανή- σατο καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγε- μόνων [ὡς ἐπὶ] κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο. Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμε- νος Ἀντίγονος Ολκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρ- χους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον. ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς [*](1 εἰ μὲν δύναμιν εἶχε] W addidit ex H ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν; post πρῶτος lacuna in F; ἔχων χεῖρα post ἰσχυροτέραν add. vulg. Roth, qui codicis folium circum- cosum sive ambustum fuisse statuens has notavit lacunas: v. 1 * * αὐτὸς ἰσχ., 3 * * βιαίου κινδύνου, 6 Ἀντίγονος * * οἷς περὶ, 9 Φρυγίαν * * (deest verbum). Ἀντίγονος, 11 ἦρχεν * * οὐ πρὸς ὁτιοῦν, 13 * * κοινοπραγία; p. 190, 3 * * ὡς, 7 ἐδίωκε * * τοῦ ζῆν, 14 * * κατέλαβε || 3 φιλοκινδύνους H (εἰ δὲ ἀσθενεστέραν νέους καὶ φιλοκινδύνους τὰς ἐπιθέσεις προετρέπετο); βιαίου κινδύνου F; μετὰ κινδύνου R || 6 ὅτε Rud. Schoell; οἷς F ; οὗτος Cas. || 11 Ἀλκέτας Cas.; Λακέτας F || τοι- οῦτό τι οὖν vulg.; οὐπροσοτιοῦν F || 13 [ὡς ἐπὶ] Sittl; [ἐπὶ] vulg. || 20 αὐτῶν F.)

190
Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγή- σασθαι μέχρι Μακεδονίας [ἐκέλευσεν] ὡς ἀσφαλῶς αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα.

[*](319)

Ἀντίγονος Ἀτταλον, Ἀλκέταν, Δόκιμον, στρατη- γοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δʼ ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θη- ρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο κατα- λαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώ- σας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν ἐπὶ τὸ στρατόπεδον [καὶ] κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομέ- νους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτη- ρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν.

[*](318)

Ἀντιγόνου νῆες ἑκατὸν  τριάκοντα, ὧν ἦν ναύαρχος [*](e.57,12) Νικάνωρ, ἐναυμάχησαν πρὸς τὸ Πολυσπέρχοντος ναυ- τικὸν, οὗ Κλεῖτος ἐναυάρχει. Ἑλλήσποντος, ἔνθα ἡ [*](Cap. 6. § 7. Ex Hieronymo Cardiano coll. Diod. 18, 44 sq. — Cf. Kallenberg, Philol. 36, p. 644.) [*](Cap. 6. § 8. Ex Hieronymo Cardiano coll. Diod. 18,72. — Droysen II, 1, p. 231, not 1 et 2.) [*](1 ἐσπείσατο καὶ ἀνεχώρησεν Ἀντίγονος F, corr. vulg. || 3 [ἐκέ- λευσεν] Cas. || 5 Ἀλκίταν F || 6 αὐλῶνι Cas. ; αὐλῶ F || 7 κρύβδην K ex V clam; τοῦ ζῆν F || 8 φρυαξαμένων Κ ut 1, 46; φριξα- μένων F; φριμαξαμένων P || 9 προσάγοι F] προσάγει M vulg. || 13 τοὺς F; τας vulg. : cf. Lobeck ad Soph. Ai. 667 || ἔσπευσεν F] ἔσπευδεν vulg. || 14 [καὶ] κατέλαβε W ex V eosque obruit; κατέλαβε δὲ vulg. κατελαβεν τὰς F || 18 Ἀντίγονος νῆας ἔχων ..... ἐναυμάχησε D; Ἀντ. ναῦς ἔχων ... ναυμαχήσας H || 19 Πολυ- σπέρχοντος H et C marg. ; Πολυν χοστος F.)

191
μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπʼ ἀπειρίας πρὸς ἐναν- τίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπη- ρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε [ἐπιπλεῦσαι], πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόν- τιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξή- κοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολὰς. αὐτίκα δὴ συνέβαινε, τῶν μὲν ἀπὸ γῆς βαλλόντων, [τῶν δὲ ἐπιπλεόντων,] κρατεῖν μὲν [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ] τοὺς νε- νικηκότας.

[*](1 τῶν ναυτῶν F2 MC; τῶν αὐτῶν F1 ; τῶν αὑτοῦ vulg.· || 3 τῶν δὲ M || 6 αὖθις] αὐτῆς coni. Κ ; εὐθὺς Patakis || 10 [ἐπιπλεῦσαι] suppl. W ; [ἥκειν] Κ ; ἐκάλεσε pro ἐκέλευσε Cas. ; παρὰ γὰρ τῶν Βυζαντίων μεταπεμψάμενος ναῦς ὑπηρε- τικὰς Diod. l. 1. || 11 χιλίους οὓς Cas. K || 22 βαλλόντων M; βαλόντων F || [τῶν δὲ ἐπιπλεόντων] Κ ; τῶν μὲν ἔξωθεν, τῶν δὲ ἀπὸ τῶν νεῶν ἐπιθεμένων H || 23 [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ]  sippl. W coll. 4, 13. 5, 21. 5, 22, 1 etc ; κρατεῖσθαι omisso μὲν K.)
192
[*](318)

Ἀντίγονος μετὰ τὴν νίκην τῆς ἐν Ἑλλησπόντῳ ναυμαχίας πλεῖν τὰς ναῦς ἐπὶ Φοινίκης ἔταξε, τοὺς μὲν ναύτας ἐστεφανωμένους, τὰς δὲ πρύμνας κεκοσμη- μένας λαφύροις καὶ ἀκροστολίοις αἰχμαλώτων τριήρων· τοῖς δὲ κυβερνήταις ἐνετείλατο κατὰ τὸ πέλαγος παρα- πλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελά- ζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐσ- επήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους [ἄγουσαι]. Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει.

[*](317)

Ἀντίγονος καὶ Εὐμένης παρετάξαντο· ἀγχώμαλος [*](cf. e.34,1) ἡ νίκη· Εὐμένης κήρυκα περὶ νεκρῶν ἀναιρέσεως ἔπεμψεν. Ἀντίγονος πλείονας ὄντας τοὺς οἰκείους νεκροὺς λαθεῖν βουλόμενος ἐπὶ τοσοῦτον κατέσχε τὸν κήρυκα, ἐφʼ ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυ- [*](Cap. 6. § 9. Cf. Droysen II, 1, 157 sq.) [*](Cap. 6. § 10. Ex Hieronymo Cardiano coll. Diod. 19, 32. — Ad §§ 10. 11. 12. 13 (et ad cap. 8, § 4), quos inter se cohaerere apparet, cf. praeter Droysen. II, 1, p. 285 sq. Kallen- berg, Philol. 36, p. 654 sq. , ubi Polyaeni, Plutarchi, Diodori, Nepotis narrationes comparantur.) [*](6 προσπελάζοντας M; προσπελάζοντος F || 8 νέες F || 10 ὀρ- θίου πάγου M; ὀρθίου μάγου F; Ὀρθιουμάγου vulg.; Ὀρθό- παγος Plut. Sulla 17 || 15 [ἄγουσαι] Cas. || 19 πλείονας vulg.; πλέονας F hoc uno loco || 20 κάτεσχε vulg.; cf. 1, 30, 5. 4, 6, 17. 5, 2, 7. 8; παρέσχε F; παρακατέσχε W ex Diod. παρακατασχὼν τὸν κήρυκα.)

193
σεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν.

Ἀντίγονος ἐν Γαδαμάρτοις τῆς Μηδίας προσε- [*](317/316) χείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι στᾶ- δίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δέν- δρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις. Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρα- τηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδα- τος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο· ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ [πυρὰ] καίειν οὐκ ἐπιτρέπων, ἴνα μὴ τοῖς φυλάτ- τουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγ- γέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτος γενο- μένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προσ- βαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι ἀβλαβεῖς ἐσώθησαν [ἂν] πάντες.

[*](Cap. 6. § 11. Ex Hieronymo Cardiano coll. Diod. 19, 37. — Cf. Corn. Nep. Eumen. 8 et Plut. Eumen. 15 sq.)[*](3 Γαδαμάρτοις] cf. Droysen II, 1, p. 287, not. 2 et J. p. 622 || Μηδίας F, Diod., ut 4, 6, 14; Μηδείας M vulg. || 8 πλῆθον K; πλῆθος F; μεστὸν ἁλμυρίδος Plut. Eumen. 16 || 11 μέσων F || τεμέ- σθαι K; ἑπεμεσθαι F; ἕπεσθαι M vulg.: cf. 4, 6, 4 || προσέταξε (corr. προέταξε) δὴ ῥάψασθαι προσέταξεν μυρίους (sic) F || 13 πέψαντας Cas.; πέμψαντας F || 16 [πυρὰ] Κ || 17 κατάδηλος K || 24 [ἃν] Sittl.)
194
[*](316)

Ἀντίγονος ἐν παρατάξει ὅρους ὑπτίαν λαγονα [*](e.50,2) περιλαβὼν, ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἕκτα- ξιν οὐκ ἐχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ κατ- έσυρεν.

[*](316)

Ἀντίγονος περὶ τὴν Γαβιηνὴν συνέβαλλεν Εὐμένει [*](e.50,3) μάχην. ἦν πεδίον λεπτόγεων καὶ ψαμμῶδες· ἐν τούτῳ συνιόντων μεγάλων στρατευμάτων αἴρεται νεφελώδης κόνις ἐπισκοτοῦσα καὶ φιλίοις καὶ πολεμίοις. ἡ μάχη μὲν ἐν χερσὶν ἦν. Ἀντίγονος δὲ τῶν Εὐμενείων στρα- τιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπε- δείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολε- μίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη [καὶ] πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπο- λωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων. ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρεσ- βεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι. Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν [*](Cap. 6. § 13. Ex Hieronymo Cardiano coll. Diod 19, 42 sq. — Cf. Plut. Eumen. 16 sq.) [*](2 περιβαλὼν Κ || 6 συνέβαλλεν F] συνέβαλε vulg. || 11 ἑπο- μένην Κ; ἀπομένην M ; ἀπομένειν F vulg. contra stilum Pο- lyaeni || 13 ἄλλα ὅσα F: cf. ad 1, 1, 1 || 15 ἑαυτῶν F corr.] αὐτῶν F1 M; ἑαυτοῦ vulg. || 18 [καὶ] K.)

195
ὰρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλ- τατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντι- γονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυ- ράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη.

Ἀντίγονος Πίθωνα σατράπην Μηδίας πυθόμενος [*](316) ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβου- λευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράτ- τειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα᾿. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν.

Ἀντίγονος τοὺς ἀργυράσπιδας, οἳ τὸν Εὐμένη [*](316) δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε [*](Cap. 6. § 14. Ex Hieronymo Cardiano coll. Diod. 19, 46. — Cf. Droysen II, 2, p. 306, not. 1 et J. p. 624.) [*](Cap. 6. § 15. Ex Hieronymo Cardiano coll. Diod. 19, 48. — Cf. Plut. Eumen. 19.) [*](1 ἐπεὶ δὲ F || 2 ἐκήρυξαν F || προῖκαν F || 3 μετεβάλλοντο F || 5 ἀντιγωνίζοντας F corr. ex ἀνταγώνιζοντας || 10 Πίθωνα F, et sic infra; Ρithon Curtius Iustin.; Πύθων vulg. Diod. || 12 απιστεῖν P2 marg.: cf. Diod. 19, 46 προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι; πίστιν F || ἀγγέλουσι F || 13 οὐκ om F || 15 χιλίους K ; καὶ χιλίους F ||  πέμψαι K; πέμψας F; συμπέμψας D; συμπέαψαι vulg. || 19 [καὶ] ἑλὼν Κ.)

196
συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο.

[*](305)

Ἀντίγονος ἐπολιόρκει Ῥόδον ἐπιστήσας τῇ πολιορ- κίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοι- νίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλασ- σουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμά- χων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορ- κοῦντι.

[*](277)

Ἀντίγονος μισθοφόρους ἐμισθώσατο Γαλάτας, [*](e.43,1) ὧν Κιδήριος ἦρχε, συνθέμενος [ἑνὶ] ἑκάστῳ δώσειν χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄ- τουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπε- δίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι τῶν Γαλα- τῶν ἑνὶ ἑκάστῳʼ. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβά- νοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμη- [*](1 Σιβυρτίῳ Diod. et Plut ; Σιγυρτίῳ F || Αrabiae V || 3 αὐτὴν Hertlein, lahnii annal. 1867, p. 607; αὐτοὶ F; [κατὰ| τὴν χώραν W || 6 αὐτομόλοις R; αὐτοῖς F || 9 τούτους F || 15 Κι- δήριος F; Bιδόριος C; Βιδήριος vulg. || [ἑνὶ] inserui (unicuique V); ἓν ἑκάστῳ Patakis cf. 1, 30, 6. 8, 66 || 18 ἐγένετο F] seclusit Κ et W malit abesse, cum in MD verba ἐγένετο· ἐπεὶ δὲ desint 22 ἑνὶ Heringa R (unicuique V); ἓν F; ἐν vulg.; del. K || 24 δὴ F] δὲ M vulg. || 25 ἀποκτενεῖν Κ; ἀποκτείνειν F || ἀπειλεῖ W.)

197
ρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυ- σίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντί- γονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσα- σθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα τάλαντα.

Ἀντίγονος Κασσάνδρειαν ἐπολιόρκει βουλόμενος [*](277/76) ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρη- σεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησό- μενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστʼ ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλου- μένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπε- κρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτω- λοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυρ- γίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. [*](6 τοὺς αὑτοῦ Cas. ; τοὺς ὁμήρους RW; τούτους F || 8 αὐτῶν F || 16 πραϋνεῖν Κ; πραΰνειν F || ἐπηγγέλετο F || 17 πέμψειν F] πέμπειν M marg. vulg. || 22 ἀπεκρύπτοντο Dm; ἀπέκρυπτον F || 24 Μελάτας F ; Μελώτας vulg.; Μελάντας vel Μέλτας? W.)

198
Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάν- δρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέ- λυσεν.

Ἀντίγονος ἐλάττονας ἔχων στρατιώτας ἀντεστρα- τοπεδεύετο τοῖς περὶ Εὐμένη πολεμίοις. ἐπικηρυκευ- ομένων δὲ συνεχῶς προσυνέταξεν, ἐπειδὰν ὁ κήρυξ ἀφίκηται, στρατιώτην ἐσδραμεῖν πνευστιῶντα, κεκονι- μένον, ἀγγέλλοντα οἱ σύμμαχοι πάρεισιν᾿. Ἀντίγονος μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀπο- πεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέ- μιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φά- λαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο.

[*](263)

Ἀντίγονος τὰς Ἀθήνας βουλόμενος λαβεῖν εἰρήνην [*](e.13,8) ἐσπείσατο τῷ τοῦ φθινοπώρου καιρῷ. Ἀθηναῖοι τὸν σῖτον κατασπείραντες ὀλίγον ἐφύλαξαν τὸν ἀποχρή- σοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν κατα- ναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω [*](Cap. 6. § 20. Cf. Front. strat. 3, 4, 2. — Droysen III, 1. p. 244, not. 3.) [*](8 προσυνέταξεν F] προσέταξεν vulg. || 9 ἐσδραμεῖν Hertlein; ἐκδραμεῖν F vulg.; ἐνδραμεῖν Patakis κεκονιμένον F1, Hemster- huis ad Lucian. ed. Bipont. 1, 416 coll. Polyaen. 4, 2, 6; κεκονια- μένον corr. F2; κεκονισμένον W || 10 ἀγγέλοντα F || 11 περιχαρεὶς F || 16 ἔχοντος Gronov. ad Liv. 22, 45; ἔχοντες F; [ὂν, συνιδεῖν οὐκ] ἔχοντες K || 20 ἀποχωρήσοντα F1, corr. F2.)

199
τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν.