Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](462)

Θθάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θθάσιοι· τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.᾿ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον τῷ τραχήλῳ περιβαλών ἐς ἐκκλησίαν εἰσελθὼν ἄνδρες᾿ , ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειτομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.᾿  Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν.