Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε- μιγμένας παρήγγειλε τοῖς αὐτοῦ στρατιώταις βοᾶν [*](7 κατέλεξε Cas. ex V delegit; κατέλιπε F 8 ἑξήκοντα (i. e. ξ΄) Heringe R; ξʹ F 9 Ἀστακὸν F] Ἀστακον Κ; Ἀστακίων (rectius Ἀστακηνῶν) W coll. 2, 1, 5. 10. 2, 36. 3, 10, 9. 4, 11, 3 || 10 Ἀστάκου contra F, Strab. 10, 459, Paus. 5, 12, 7 17 αὐτοῦ νulg 19 ἐπειδὴ δὲ M 24 ῥοπῆς Κ; inclinatione V cf.3, 9, 27 || 25 αὐτοῦ F.)

104
έα φεύγεινʹ. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι.

[*](654—628)[APIΣOMΕENΕΣ MΕΣHNIOΣ.]

Ἀριστομένης, εσηνίων ἡγεμών, τρὶς ἑκατομφόνια θύσας κατὰ Λακεδαιμονίων ἰσχυροῖς ποτὲ τραύμασι περιπεσῶῶν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτον ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ διʼ αὐτῆς ἀλῶώπεκας εἰσιούσας, ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπʼ αὐτῆς συνεξεδύετο τὰ στενόπορα τοῦ ὅρους τῷ ὀστῷ παραι- ρῶν καὶ παρακόπτων, καὶ τὸ * * συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ άκωνες Αριστομένην πάλιν ἰδόντες ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διῶώκοντα, [*](Cap. 31. § 2 (1). Cf. Paus. 4, 18, 4 sqq.) [*](4 ἑκατὸν φόνια F | 13 κρημνοὺς τούς coni. 16 κειμένων om. M V 17 δακνόμενος F] ἑλκόμενος M Paus 4, 18, 6 ἐφείλ- κετο ὑπʼ αὐτῆς 18 παραιρῶν ; παραιρῶν F 19 καὶ τὸ *  * συνεξέθεεν (συνεξέθει scripsi) W coll Paus 4, 18, 6 τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει; καὶ τὸ συνεξέθον F; om. vulg.; τὸ λοιπὸν vel tale quid supplendum censet W 21 αὐτοῖς Κ 23 πάλιν ante ἀριστ. om M cf. 6, 16, 2.)

105
τὸν βεβλημένον κατὰ τῶν κρημνῶν, ἀφʼ ὧν οὐδεὶς ἐσῶώθη πῶώποτε, πάντες ἐνέκλιναν εἰς φυγὴν θνητῆς φύσεως μείζονα εἶναι τὸν ἄνδρα ἡγούμενοι.

[*](e. 52,1)

Αριστομένης Μεσήνιος αἰχμάλωτος ὑπὸ Ἀακεδαι μονίων καὶ φρουρούμενος [τούτων κοιμωμένων| τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε- σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ ἐς τὴν Σπάρτην παρελθῶών καὶ τὰς ἀσπίδας αὐτῶν προσηλῶώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν· Αριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσαώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε.

Ἀριστομένης ὁ Μεσήνιος Ἀακεδαιμονίων πάνδη- μον θυσίαν τοῖς ιοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς [πίλους] περιεθηκάτην[καὶ] χρυσοῦς ἀστέρας· καὶ νυκτὸς ἥδη προιούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς ακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι- δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προήεσαν ἐς μέθην καὶ ἡδονὴν πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες χοντο.

Ὁ περὶ Μαντίνειαν ἀγών ἴσος ἦν Θθηβαίοις καὶ [*](Cap. 31. § 4 (3). Cf Paus. 4, 27, 1.) [*](5 (τούτων κοιμωμένων| W addidit ex H 10 ἀνεσώθη F] διεσώθη vulg. 15 [πίλους] περιεθηκάτην [καὶ] Hemsterb. ad Lucian. II, 338 ed. Bipont.: cf. 6, 12 et Paus. l. l. 16 προσιούσης Cm 19 οἰηθέντες Cas.; ἡγηθέντες L: nusquam legitur apud Polyaenum ἡγηθεὶς, semel ἡγησάμενοι (2, 1, 31) et ἡγήσατο (1, 30, 7), saepius ἡγούμενοι: cf 7, 14, 4 οἰηθεὶς; 7, 53, 1 οἰηθέντες προίεσαν F 24 μαντινίαν F.)

106
Μαντινεῦσιν· ἔμελλον οἱ Μαντινεῖς ἐπικηρυκεύεσθαι πρὸς Θηβαίους περὶ νεκρῶν ἀναιρέσεως. Κινέας ὁ Ἀθηναῖος, ἐτεθνήκει δὲ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐν τῇ μάχῃ, πρὸς τοὺς Μαντινέας ἔφη, μᾶλλον ἂν τὸν ἀδελφὸν ἄταφον περιιδεῖν ἢ τοῖς πολεμίοις ἧτταν ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατʼ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού- σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο.

[*](462)

Θθάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θθάσιοι· τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.᾿ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον τῷ τραχήλῳ περιβαλών ἐς ἐκκλησίαν εἰσελθὼν ἄνδρες᾿ , ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειτομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.᾿  Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν.

Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα- μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ- [*](Cap. 33. Cf. Curtius, Griech. Gesch. II3, p. 142 sq.) [*](7 σταθῇ Cas. || 17 χρήσασθαι F1, || 18 διασώσατε F] δια- σαώσασθε vulg. || 19 ἠγοτορίδην F || 22 Δινίας F constanter || Χραννῶνι nummi (cf. 107, 1. 15. 18); Κρανῶνι F.)

107
ρανίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυ- λακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθῶώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφα- λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού- μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι- σθούσης ἀδελφὸν αὐτοῦ νεῶώτερον τὰ τέλη καθῆκε μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο- μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων τω- νίων, ἐν ἧ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο.

[*](e.54,6)

Νίκων πειρατὴς ἐκ Θερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμῶώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλών προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- [*](1 τοιαύτης F] ταύτης τῆς vulg. 2 ὁ δὲ vulg. || 7 ἰσχυρο- τέραν vulg.; ὀχυρωτέραν F contra usum Polyaeni: οχυρά enim et ἐχυρά dicit loca natura munita, oppida, casζella, moenia, ἰσχυροὺς exercitus, milites, proelia, vulnera ita, ut hoc ad ani- mantia pertineat, illud ad inanima: cf. ad 1, 38, 2 9 αὐτοῦ F τὰ τέλη Pierson ad Moer. 166; ἀτελῆ F 12 νεανίσκους om. F1 ἐγχειρήσας F 13 περὶ πολλοὺς F 14 Ἰτωνίων C Fr. Herman; ταινίων F ; ξενίων vulg.; νεοινίων Blume 18 Κραν- νώνων F 21 Ἀγέμαχος F] Ἀγήμαχος vulg.)

108
μενον· ὁ δὲ ὑπέσχετο παραδῶώσειν αὐτοῖς τας ερας, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ- λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα- μένους. προσελθών δὲ τῷ τείχει περὶ δευτέραν φυλα- κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπῶών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν- των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν- τες τῆς πόλεως ἐκράτησαν.

[*](230—235)

Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡροιέων πόλιν [*](e.54,7) φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σῦν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέενος, καθʼ ἥν οἱ μὲν [*](Cap. 36 Cf. Aen. Tact. 18, 8. — Droysen III2, 2, p. 29 et not. 1.) [*](3 παραφυλάξας W cf. 1, 12. 2, 27, 2. 3, 9, 33. 5, 10, 5. 5, 17, (2). 6, 19, 3. 8, 8 etc.; φυλάξας F 5 σιτοκαλάμης Roth ἀραμένους MC. ἀρομένους F; αἱρουμένους vulg.; αἰρομένους ex coni. Cas. 11 συνεισπεσόντες Koen. (cf Valckenaer ad Herod. 9, 102), quod probat Hertlein; συμπεσόντες F 14 et 16 ήρεαίων F 19 ἀπομαξάμενοι] διά κηροῦ add. H 22 συνθέ- μενος M ; συνθεαένοις F.)

109
ἀνέῳξαν τὰς πύλας, ὁ δὲ ιοίτας μετʼ ὀλίγων στρα- τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθών ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο- μένου συνέντες ἐξεπήδησαν , πολλοί τε ὄντες καὶ τῶν τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ ραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού- μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον τὴν πόλιν καὶ μεθʼ ἡμέραν ἐπρεσβεύσαντο πρὸς ιοίταν ίκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή- κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς.

[*](e.35,2)

Τισαμενὸς ἄγων τὸ στρατόπεδον ὄρνεις πολλοὺς ἰδῶν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ίζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη- μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν- τας ωνας.

[*](e. 12,5)

Ὀνόμαρχος ωκεὺς πολιορκουμένης λατείας ὑπὸ [*](374/3) Bοιωτῶν τὴν δύναμιν ἐξαγαγών, τὰς πύλας ἀποικο- [*](Cap. 37. Cf. Pront. strat. 1, 2, 8.) [*](Cap. 38. § 1. De tempore cf. J. p. 559.) [*](2 ἐν μὲν τῇ τῶν στρατηγημάτων βαλαναγρῶν F; corr. Maasv. 4 ήρεεῖς V 5 συνόντες F; ὄντες vulg. 14 Γησάμενος 16 ὑπὲρ τοῦ τόπου Hertlein τὸν| τινα ,W || περιπετομένους vulg. ἐπὶ γῆς PH, ἐπὶ γῆν M; ἐπὶ τῆς γῆς vulg. 17 δεδιότας F 22 ἐλατίας (om. pr ) PP 23 ἀποικοδομήσας , quod probat Hertlein; ἀνοικοδομήσας F.)

110
δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο- νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχῶώρησεν.

[*](353)

Ὀνόμαρχος Μακεδόσι παρατασσόμενος ὄρος μη- [*](e.36,3) νοειδὲς κατὰ νῶώτου λαβν καὶ ταῖς ἑκατέρωθεν κορυ- φαῖς ἐγκατακρύψας πέτρους καὶ πετροβόλους προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ήκροβολίσαντο , οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἴ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν- έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό- μαρχος ἐσήμηνεν τοῖς ωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι- σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ- λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχῶώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον φασὶν εἰπεῖν οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνʼ αὐθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν᾿.

[*](2 καὶ πατέοας om. H, seclusit W. sed cf. L.ys. orat. 2, 39 || 3 τῆς] μετὰ H 4 ὡς om. F 5 ἀπεχωρησεν ( V discessit) Maasv- in Addendis 8 πεζοὺς καὶ πετροβόλους μηχανάς H: Polyaenum scripturum fuisse μηχανήματα admonuit W 10 ήκροβολίζοντο Κ 11 φυγεῖν H 12 ῥύμῃ R; ῥαώμῃ P 13 τοὺς πεζοὺς H || ἐμ- βάλλοντες vulg. 15 ἐσήμηνεν H; ἐσήμαινεν ἐν P 16 συμβάλ- λειν H οἱ δὲ FH; οἱ μὲν δὲ vulg ; οἱ μὲν δὴ C Cas. R; οἱ M τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν H 17 ἐμβαλόν- των F || 19 ταύτῃ et Reiske ad Const. Porphyrog. de caerim. p. 126; αὐτῇ F; om. vulg. 20 ἀνεχώρησαν F.)
112

Καὶ τόδε ὑμῖν τρίτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ ὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ἀφʼ ὧν οὐ πολεμοῦσι μόνον, ἀλλὰ καὶ τὴν εἰρήνην ἄγουσιν ώφελιμῶώτατον ἄν χρῆμα γένοιτο ἡ στρατηγικὴ σοφία καὶ τέχνη. ἅπασι μὲν γὰρ τοῖς ἄρχουσι δεῖ τῆς πολιτικῆς στρατηγίας καὶ προμηθείας, ᾗ τὰς πόλεις ἐς τὸ πράσσειν ἃ χρὴ ὑπάξονται. ὑμεῖς δὲ τὴν αὐτο- κράτορα ἀρχὴν ἔχοντες καὶ τῶν ὅλων προεστηκότες ἀεὶ μετὰ στρατηγικῆς ἐπιστήμης βουλεύεσθε τὰ συμ- φέροντα τοῖς ἀρχομένοις· ὥστε ἐν μὲν εἰρήνῃ δεῖ ἐγ- γυμνάζειν τὴν γνῶώμην τοῖς στρατηγικοῖς ἐνθυμήμασιν, ἐν δὲ πολέμῳ — τί χρὴ καὶ γράφειν; πρόδηλον γάρ.

[*](425)

Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης [*](e.29,4) ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ἤεσαν, ὡς ἀποβησόμενον εὑρόντες ἂν ἥδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν [*](6 δεῖ vulg., δlα F 7 ἤ F 10 βούλεσθε F 11 δεῖ Hertlein; δεῖν R; καὶ F 13 χρὴ καὶ M; καὶ χρὴ F: cf 3, 14 8, 23, 5 15 Λακωνικῆς F 17 ἤεσαν Blume Κ ; εἴεσαν F; ἴεσαν vulg. 18 ἤδη] ἅτε R μακρᾶς vulg.; μακρὰν F; [οὐ| μακρᾶς W cum Maasv., Κ, Blume.)

113
ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· ημοσθένης δὲ ἀπο- στρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν.

[*](e.36,4)

Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρα- [*](426) τηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαρά- δρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νῶώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανεστησαν καὶ ἄφνω προσπεσόντες οὐ σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.

[*](e.54,8)

Πάχης Νότιον πολιορκῶν Ιππίαν στρατηγὸν Πισ- [*](427) σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν.