Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱρώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ρωμαίων ἀνδρείας, μεθʼ ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰῶώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδῶν ἀνὴρ, πάτριον ἔχων τὸ κρα- τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλʼ, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ- λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν [*](1 Πολυαίνου στρατηγικά F (Anon. de incred. 11, p. Mythogr. Westerm. φησὶ Πολύαινος ἐν τοῖς στρατηγικοῖς); Ὑπο- θέσεις τῶν ἐκ τῶν στρατηγικῶν πράξεων (Πολυαίνου ante στρατ- inserit Hp rec. m. in marg.) H, Π. στρατηγημάτων vulg.; unus cod. Harl. 5637 Musei Britannici habet στρατηγητικά, unde W coniecit στρατηγηματικά; cf. Front. strat. praef. lib. I et IV || 2 βιβλίον πρῶτον om. F || 6 ἀεὶ F] αἰεὶ vulg. || 11 μου Μ, quod probat W coll. 8, 6. 8, 8. 6, 1, 7.)
Διόνυσος ἐπʼ Ἰνδοὺς ἐλαύνων, ἴνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ᾿ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.
Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὅρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληίζεται δὲ ἡ μὲν Κορα- σιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν , τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶ- ραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαί- φνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδε- ξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.
Διόνυσος Ἰνδοὺς ἑλόν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέ- βαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. [*](Cap. 1. § 1. 2. Ex Megasthenis Indicis hausta esse cen- suerat W (praef. p. XIII et not. 20), sed cf. J. p. 423.) [*](3 στρατείαν F et sic fere semper 6 τυμπάνοις M V; τυμ- πάνοις οἷς F 7 ἐσόρχησιν F ὅσα W coll. 2, 3, 5. 4, 6, 13. 4, 20 (19). 6, 3; ὅσα δὲ F 8 δὲ del. K; δὴ Hertlein 14 τῆς δὲ αὐτοῦ γ. ὑπομνήματα F; tacitus corr. K 15 ἶδαι Mendelssohn; ὕλαι vel tale quid W; iam R proposuit ἴδαι aut ὕλαι aut ὑλεῖαι; ἡδεῖαι F 21 ξυμμάχους F.)
Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν [*](e. 12, 1) εὗρεν , φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δη- μιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν * * Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἥγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολε- μίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, σὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυ- σιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, [*](Cap. 2. Idem narrat Anonym. de Incrediblibus 11, pg. 323 Mytnogr. Westerm.) [*](5 γυναικῶν F] τῶν γυναικῶν vel ὡς γ. 7 ἐμβαίνοντες W coll. 8, 23, 5; ἐπιβαίνοντες F; appropinquantes V, cf. ad 5, 2, 12 13 Πάν F] ὁ Πάν vulg. 14 φάλαγγα ὠνόμασεν F] ὠνόμασε φ. vulg. 17 ἦν . . . Διονύσῳ dedi (in lacuna suppleas στρατόπεδον vel tale quid); ἥν Δ. FΚ; ὄντι Δ. R; ἦν Διονυσος Cas. 19 ἔδεισε F] ἐδεισεν ὁ vulg. || 20 ἐσήμηνε F] ἐσήμαινε vulg. et Anon. de incred. 11; ἐσήμανε K. Usitatior est apud Polyaenum aoristi forma ἐσήμηνα, rarior altera, sed codice HH confrmata; 4, 2, 5, quem l. confert W, σημήνας praebet F || τῇ add. Anon. K.)
Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλʼ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφʼ αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.
Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἑρυμανθίου συὸς φοβη- θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.
[*](Cap. 3. § 1. Cf. Diod 4, 12, 3.)[*](2 ἦχον] δόξαν Hertlein coll. 1, 5. 1, 21, 1. 2, 3, 7. 2, 4, 1. 8, 23, 7. 8, 23, 12, qnae tamen omnia ad oculorum ludibrium pertinent; de forma ἦχος cf. 3, 9, 5. 42. 5, 23 || 5 καινοὺς F || 6 Πανικὰ Casaub. W, quod probavit Hertlein (lahnii annal. 1861, p. 248), cf. indicem hist. s. v. et Cic. ad Att. 5, 20; Πανὶ F; Πανικοὺς Anon. VΚ || 9 ἀλλʼ ἐκείνους, ἐκκαλεσόμενος R || 19 ἐπέβαλεν scripsi cum Herchero (qui ἐπέβαλλεν); ἐνέβαλεν F; ἐνέβαλλεν M; ἔβαλλεν Κ.)Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη [*](e.58,1) πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξαc ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.
Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἥν ἐκά- λεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς νδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξεʼ προστάξας καθʼ ἑκά- στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἴνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι- λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.
Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἰππομαχεῖνe [*](e.37,1) ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρ- ρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὅρη δύο, Παρνασσὸν καὶ Ἡδύιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασ- σαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι- [*](Cap. 3. § 4. Ex Megasthenis adicis hausta esse censue- rat W (praef. p. XIII et not 20), sed cf. J. p. 423.) [*](1 Τροίαν F] Προῦσαν H: cf. Diod. 4, 32, 3, Apollod. 2, 5, 9 || 4 εἰς τὰς ναῦς H || 6 πρὸς τὴν ἠιόνα H 7 ἐπὶ θαλάττης H || 9 Πανδάμην F; corr. vulg. 11 τξεʹ] trecentos vicos auctore Megastnene Plin. n h. 7, 2, 29 coll. 6, 20, 76 12 ἀποφέρειν Hertein; ἀναφέρειν P 13 ἥδη δόντας Cas.; μὴ διδόντας F; μὴ δόντας D; ἥδη δεδωκότας πρὸς (vel ἐπὶ) τοὺς μὴ διδόντας R; διδόντας R 14 κατανοοῦσα F | καταναγκάζουσα Ca3.; καταπο- νοῦσα lac. ὲronov.; καταπολεμοῦσα Sclineidevyin; καταπτοοῦσα Hertlein 16 μινύαι F] ο Μινύαι vulg. 17 Κηφισὸς F| Κηφισ- σὸς vulg. 18 τεμῶν F] τέμνων vulg. 20 γίγνεται F | γίνεται vulg. 21 ὁ ρακλῆς vulg.)
Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων
Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα- καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.
[*](Cap. 4. Cf. Plutarchi vita Thes 5 et J. p. 424.)[*](3 τὸ ἱππικὸν ἀχρεῖον ἦν F] ἦν ἀχρεῖον (vel ἀχρεῖον ἦν) τὸ ἱππικὸν vulg 4 Κηφισσὸς vulg. 8 ἀπεκείρατο F et Plutarch.; ἀπεκείρετο et V abradere solebat 9 comma post ἐκείροντο posuit, ut subaudiatur παρὰ τούτοις R || κούρα F] κουρά δὲ M vulg. || 10 ζηλοῦσι δὲ R 11 Ὅηρος ᾄδον F] ᾄδων Ὅμηρος vulg. 12 ὄπιθεν Hom. Il 2, 542; ὄπισθεν F.)Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἀργὸς, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην ἀγορεύει· λαχών ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἀργος, Μεσήνη δʼ ἔστω τοῦ τρίτου.ʼ ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργὸς Τμένῳ , Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβῶν τύχῃ λαβεῖν ἔδοξεν.
Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ- ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾ καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ [*](Cap. 6. Ex Ephoro coll. fr. 16; cf. Apollod. 2, 8, 4.) [*](3 Πελοπόνησον F || 5 Μεσσήνης F || 11 ἐτέτηκτο F] ἐτήκετο vulg 15 Ἡρακλείδαις Κ, cf. 4, 1. 7, 42 16 ξενίαν F; corr. V, cf. infra v. 23 || 18 θέντας ; τιθέντας F 21 ξενία F.)