Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. [*](e.6,1) εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο- νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά- σματος ἔφυγον· Kαλλίας δὲ ὁ Ἰππονίκου προσήκατο τὸ εἴδωλον, ὅ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι U+00AF βιάδῃ Καλλίας.

Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- [*](e.36,1) τιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγ- μένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν [*](Cap. 40. Cf. G. Hertzberg, Alcibiades als Staatsmann und Feldherr, Halle 1853. —J. p. 441 sq. et p. 492.) [*](Cap. 40. § 2. Cf. Front. 3, 11, 3.) [*](1 τῶν F| τόπων Κ (loco firmiore V), quod commendatur locis 3, 9, 11 3, 9, 43. 3, 11, 8. 4, 3, 12. 5, 44, 2. 8, 50; sed similiter variant τόποι στενοί et τὰ στενά 1, 38, 5. 3, 9, 2. 3 9, 49. 3, 11, 4 et 2, 1, 24. 3, 9, 49. 4, 2, 8. Cf. quoque 5 44, 2 7, 41 ἀναχώρησιν H 5 καθῆρξεν F 6 ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων H 7 τὸ δοκοῦν λάθοι δεινὸν H 10 ὃ F] ᾧ Seybold K 14 νύκτα H 15 καταστήσας H 17 ἐσκεδάσθη- σαν H; ἀνεσκεδάννυντο vulg. : cf. 1, 48, 4 18 ἐξαναστάντες Hertlein; ἐπαναστάντες F.)

43
προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.

[*](e.25,1)

Ἀλκιβιάδης Δακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύ- πνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὅς δʼ ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἳνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.

Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρ- [*](415) κυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλό- μενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συν- έταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι ᾿σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Αθηναίους δὲ Κατάνην ἔχειν.

[*](e.29,2)

Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον [*](415) [*](Cap. 40. § 3. Cf Front. 3, 12, 1.) [*](Cap. 40 § 4 Cf Thucyd 6, 42 et 51; Diod. 13, 4, 4; Front. 3, 2, 6 Cap. 40. § 5 Cf. Thucyd.6, 64 sq ; Diod. 13, 6, 2; Front. strat 3, 6, 6.) [*](4 τοὺς ἰδίους καὶ φύλακας H 5 σικελῶν F 7 ὡσ αὕτως F 8 ἀντανάσχῃ Cas. ; ἀνάσχῃ F; ἀνάσχοι vulg || 10 ἀφορῶντες H; ἀγρυπνοῦντες F 21 διελόντας Thucyd., Diod. 24 Κατάνην om. F H; inser. Cas.)

44
πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συ- ρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύ- νασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρα- κουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευ- σεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελῶν διήρπασεν.

[*](415)

Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Δακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἄν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀρ-῾  γυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.

[*](3 οὕτως F 4 καταλιπόντας vulg ; καταλιπὼν 5 εἰ] οἱ 9 ἐξῇεσαν ἐπὶ Κατάνης Η; πορευόμενοι ἐπὶ Κατάνης Thucyd. omisso τὴν, cf. tamen 1, 30, 8. 1, 47, 2 10 προελθόντες Cas., quod probant Hertlein et W ; προσελθόντες F 11 συμμέθρω F 12 προσέπλευσεν ἐν ex dittogr. F; προσέπλευσε μὲν coni. Maas- vicius 14 πλευρὰν] πλημμύριον R 20 Ἀθηναίοις Cas.; αὐτοῖς F 21 ἀργυρίων F; corr. Hertlein.)
45
[*](e.22,2)

Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ [*](415) τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσ- πεσόντος παμμεγέθους, ὅς ἦν κατὰ νώτου τοῖς Ἀθη- ναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέ- κειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνη- θέντες τῆς διώξεως ἐπαύσαντο.

[*](e.19,1)

Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρα- [*](410) σύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνή- γετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. [*](Cap. 40. § 9. Cf. Diodor. 13, 50; Front. strat. 2, 5, 44.) [*](1 παρετάττετο Συρ. vulg. ex V aciem instruebat; πολεμῶν Συρ. ἐπειδὴ H: lacunam ante ἦν statuit W 4 κατὰ προσώπου K. L. Roth et W; κατὰ πρόσωπον F, ut 1, 15. 4, 3, 22. 7, 21, 6. 8, 3, 2. 8, 10, 2; κατὰ νώτου saepissime, nusquam κατὰ νῶτον ἀνῆψε — καπνοῦ προσπίπτοντος (rectius ἐμπεσόντος W coll. 4, 7, 9) suppl. Cas. ex V incensa filice fumoque in Sy- racusanorum oculos delato, ὕλην ἐμπρήσας H 7 ἔφευγεν F; ἔφυγεν vulg 9 ἀναμείνας W coll. 1, 40, 2. 1, 43, 2. 7, 11, 5; μείνας F 12 ἐπεὶ δὲ [πεφευγέναι] ἔγνωσαν R 15 περὶ F] ἐπὶ K ; πολιορκῶν H 16 τῶν om. vulg. 17 ἐς] κατὰ H || ἀπο U+00AF χωρήσοντας Blume, Patakis; ἀποχωρήσαντας F; ἀποχωροῦν- τας H.)

46
ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκι- βιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντι- πρῴρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατό- πεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρνα U+00AF βάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπρο U+00AF τάτην νίκην ἔδωκεν.

[*](467)

Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- [*](Cap. 41. De fontibus cf. J. p. 443 sq.) [*](Cap. 41. § 1. Cf. Front. 1, 11, 9. — M. Duncker, Gesch. d. Altert. 8, p. 134.) [*](6 ἐπὶ Κ; πρὸς H; ἐπὶ vel πρὸς R; περὶ F: cf. 3, 1, 1 || 11 ἐμβόλοις R 12 πρὸς τῇ γῇ καθωρμισμένας Diod.; προσ U+00AF ορμιζούσας vulg. 13 ἀφεῖλκεν F] ἀνεῖλκε (retrahebat V) Blume et codd. quidam Casauboni; ἐφεῖλκε vulg.; ἀποσπᾶν ... ἐπειρᾶτο Diod. Φαρναβάζοι F, unde W coni. Φαρναβάζειοι coll. 2, 2, 9; Φαρναβαζου vulg. 20 περιαγαγὼν K ; περιάγων F 21 καινά | καὶ τὰ Κocn. p. 310.)

47
κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πέυησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

[*](e. 30,1)

Δακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι [*](464) διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε- μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Δάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρει- [*](365) μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό- λοιντο.

[*](e. 3,1)

Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Κα- [*](367) [*](Cap 41. § 3. Cf. Plut. Cimon. 16; Diod. 11, 63. — M. Duncker, Gesch. d. Altert. 8, p. 134, not. 3; p. 135, not. 2.) [*](Cap. 41. § 4. Cf. Χenoph. Hellen. 7, 4, 25; Iust. 6, 6, 9.) [*](1 στρατιῶται] Spartiatae V 12 σφίσιν αὐτοῖς Hertlein; οἱ (οἳ vulg.) εἰσαῦθις F; οἳ om. Κ, τὸ Blume, quod W dubitanter recepit 16 ἀποληφθέντες corr. ex ἀπολειφθέντες F; ἀπολει- φθέντες H vulg 17 ἐσήμηνεν scripsi; ἐσήμαινεν F ; ἐσήμανεν HM; ἐκέλευσε σημαίνειν Plut. 24 Καρύας Heringa; Χάρας F.)

48
ρύας· ὁδός ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά- κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτους Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν- των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· οὐδαμῶς,ʼ ἔφη αὐτὸς, ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα- τεῖν πέφυκεν.᾿

[*](414)

Γύλιππος βουλίμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατη- γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με- ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ- λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.

[*](Cap 42. Cf. Holm II, p. 366.—§ 1. Cf. W. Stern, Philol. 42, p. 456, not. 52; Holm II, p. 413, not. ad p. 40.)[*](7 πηνίκα F; ὁπηνίκα M; cf. 1, 48, 1 || 8 τῶν δὲ, ἡνίκα ἠκοντίζομεν addidi ex H; om. F || 10 ἀλλʼ ὅτε vulg.; ἀλλὰ τότε ὁπότε H 11 βούλεσθαι H] βουλεύεσθαι F.)
49

Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθη- [*](413) ναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπʼ αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο. ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθη- ναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθη- ναίων ἐκβαλόντες.

Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπ- [*](414) αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ- βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὅς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί- νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ [*](Cap. 42. § 2. Cf. Thucyd. 7, 22 sq. — p. 490 sq.) [*](Cap. 43. § 1. Cf. Holm II, Anhang I, p 366 sq.) [*](7 μεταβαλομένων ; μεταβαλλομένων F 13 ἐμβάλλοντες F 15 [δούλων] R censor Ienensis; [οἰκετῶν] Sauppe 19 ἀγγέλ- λοντα W; ἀγγέλοντα τὰ F, ἀγγελοῦντα K 24 τὸ ὁπλιτικὸν W ; τὸ πολιτικὸν F; τῶν πολιτικῶν κατεπείγει vulg Κ)

50
δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβών εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἄν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

[*](413)

Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκρά - της, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, ῾οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύου- σιν, ἤν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοις᾿. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρα- τόπεδον οὐκ ἐκίνησεν. Ἕρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προ- καταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.

[*](Cap. 43. § 2. Cf. Thucyd. 7, 73; Plnt. Nic. 26; Diod. 11, 18, 3; Front. strat. 2, 9, 7.—J. p. 489.)[*](4 ἑξακοσίων F; ἑξακισχιλίων vulg : est selecta illa sexcen- torum manus, quam Thucyd. 6, 96. 97. 7, 43, Diod. 11, 76. 13, 11 commemorant 5 [ἐρήμους] λαβὼν R 6 αὐτοῦ F 10 ἔδο- ξεν R Κ; ἔδοξαν F 12 ἐπὶ τὴν μάχην scripsi, cf. ad 31, 2, 1; ἐπὶ μάχην F 14 οἱ Hertlein; ὡς F πάντα σοι post Casaub. C. L. Roth; πάντες οἱ F ; οἱ καὶ πρότερον εἰώθ θεσαν κρύφᾳ τῷ Νικίᾳ δ αλέγετθαι Diod | 16 ἕω Maasvicius; ἕως F; ἕως ὄρθρου Vulg ; cf 1, 40, 8 Polyaenus saepius ἀρχομένης ἕω, πρὸ τῆς ἕω, similia 17 συρακοσίους F.)
51

Ἐτεόνικον Δάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθη- [*](406) ναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων ῾Καλλικρατίδας ὁ ναύαρχος Δακεδαιμονίων ἐν Ἀργι- νούσαις ἡττημένος οἴχεται᾿ . Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθʼ ἡμέραν ἐς Μιτυ U+00AF λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον- τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν ᾿  Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

[*](e. 9,1)

Δύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος [*](405) τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Δυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Δυσάνδρου.

[*](e. 31, 1)

Ἐν Ἀἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν [*](405) ἐφʼ ᾧ τε ναυμαχεῖν , Δύσανδρος ὁ Δάκων οὐκ ἀνταν- [*](Cap. 44. Cf. Xenopn. Hellen 1, 6, 36.—J. p. 534 sq.) [*](Cap. 45. § 1 (Cf. Plut. Lysand. 8.) [*](Cap 45. § 2. Cf. Plut Lysand. 11; Xenoph. Hellen 2,1,28 ; Front 2, 1, 18.) [*](15 συγκαταλύσειν H Plut.; συγκαταλύειν F 17 συμπράσ U+00AF σειν om. H ἐπηγγείλετο F 21 τοῦ Δυσάνδρου H.)

52
ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον- τες· Δύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Δύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Δάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλό τι ἔδρα, γυμνοὶ πάντες. οἱ Δάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί- κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

[*](405)

Δύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

[*](405)

Δύσανδρος ἐκράτησε Θασίων, παρʼ οἷς ἦσαν ἀτ- τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Δάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν- αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ- γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων [*](Cap. 45 § 3. . Plut Lysand. 8 et Apophthegm. Lac. Lys. 4; Diod. fr. 10, 9, 1 (Dind.); Aelian. v. h. 7, 12.) [*](Cap. 45. § 4. Cf Corn. Nep. Lys. 2.) [*](5 ὑπεσήμηνεν scripsi; ὑπεσήμαινεν F, ὑπεσήμανεν H 7 καὶ οἱ μὲν H ἀνεπαύσαντο H 10 αἱροῦσιν οὖν αἰχμαλώτους ἄνδρας Cas.: αἰχμαλώτους de navibus usurpatum 2, 11. 3, 10, 13. 4, 6, 9 13 παρήγγελλεν K, Patakis; παρήγγειλεν F; ἐκέλευε Plut. Lys. et ἔλεγε idem in apophthegm ; ἀπεφαίνετο Diod. 14 πολεμίους δὲ] τοὺς δὲ ἄνδρας Plut., Aelian., Diod., Dio Chrys. or. 64, p. 640 C 16 πολλοὶ κρυπτόμενοι πολλοὶ τοῦ F [ φόῳ] add. D post Δάκωνος 20 προσῆκον Κoen ; προσῆκεν F; προσήκει R.)

53
καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπών ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ- πασθέντας ἀποσφαγῆναι.

Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομέ- [*](404) νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατʼ αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα- φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο- δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

[*](e.15,1)

Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούν- των ἐν λιμῷ γνωώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο- μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη- νῶν τὰ στόματα ἔδησε διʼ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε- σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν- επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου [*](1 (πόλει) del Patakis et Hertlein || 2 θυσιῶν F || 8 συμφέρει, conducit V || 16 ἠγόρευσε Κ; ἠγόρευε F: cf. 49, 1.)

54
φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φείγοντες ιᾤχοντο.

Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι [*](cf.e.16,1 57,9) ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα- βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με- τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

[*](409)

Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συν- θήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπʼ Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πό- λιν ἀφύλακτον.

Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν [*](Cap 47. § 1. Cf. J. p 444 sq.) [*](Cap. 47. § 2. Cf. Diod. 13, 66 sq.; Xenoph. Hellen. 1, 3, 18 sq.; Plut. Alcib. 31.) [*](3 θράσυλλος F2 || 4 θρασύλλος F (id. 11. 15) || 8 Punctum post παραθέουσαν ponendum, delendum post τριήρους censuit R || 9 τῆς ἑτέρας τριήρους seclusi || 11 οἱ περὶ Ἀναξίλαν vel Ἀναξίλαον W esseling ad Diod 13, 66. R; οἱ περὶ ἀναξίαν οἱ F; περὶ ναξίαν οἱ vulg || 16 [τῆς] αὐτῆς R; αὐτῆς F 19 Χώνων F2 || 20 Κόνων H; Κωνων F et sic in seqq || καταλιπόμενος F.)

55
ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

[*](e.57,2)

Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις [*](406) ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα- σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν [*](395) Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

[*](Cap. 48. § 2. Ex Ephoro coll Diod. 13. 77.)[*](Cap. 48. § 3. Ex Ephoro coll iod. 14. 81, 4— 6; 82, 2; 83, 1; 86, 6.)[*](4 προαισθόμενοι CM ; προαισθανόμενοι F || 7 Καλλικρατίδα F || 9 διεσπασαένων F] διεσπαρμένων M D; ἀπεσπάσθησαν Diod 21 δεκασθέντες Κ Patakis (ι = δεκα); ασθέντες F ante α spatio trium fere litterarum relicto in quo β ι suppl F2; βια- σθέντες vulg.)
56
[*](406)

Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα- [*](e. 47,2 57,3) κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ- κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα- σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ- γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους — οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον — καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων.

Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, [*](e.57,4) ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνταισκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν [*](Cap. 48. § 4. Cf. Xenoph. Hellen. 1, 6, 20.) [*](4 ναῦς post ταχυναυτούσας W addidit cum H; om. F; τῶν νεῶν vulg. || 7 προσιούσης Κ: cf. 7, 49 8 οἱ μὲν [γὰρ] R || 9 πῦρ ἀνέκαιον ||| cum alii ignem incenderent V;  πυρὰν ἔκαιον ὅ || δεῖ- πνον παρεσκεύαζον (simil. R); πυράν ἀνεσκεύαζον F dittogr., cf. 2, 2, 8; Xenoph. τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι 10 καὶ del. Κ || 12 ἄμφω δὲ σωθῆ F || 16 σκοπῶν F 17 τριήρη vulg.; τριήρει F; ὁμοίαν τῆς ἐκείνου ἑτέραν κατασκευάσας H || 18 στρατηγὸν M V || 21 ὡς ἐπὶ Patakis.)

57
στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.

Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τι- [*](401) σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἀμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι- πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

[*](e 46,2)

Ξενορῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπι- [*](401) κειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβῶν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στε- [*](401) νὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφʼ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, [*](Cap. 49. § 1. Cf. Xenopb. Anab. 3, 2, 27.) [*](Cap. 49 § 2 Cf. Xenoph. Anab. 3, 3, 16 seq.) [*](Cap. 49. § 3. Cf. Xenoph. Anab. 3, 4, 37 seq.) [*](2 τὰς δὲ καὶ F] om. vulg. || 4 Τηνσαφέρνην F pr. m.; corr. F2 || 6 ἠγόρευσε Κ;  ἀγορεῦσαι F; ἀγόρευσε M; ἀγορεύσας vulg.; γνώμην ἀπεφαίνετο ἀγορεύσας aut γν. ἠγόρευσε, τὰς (μὲν) ἁμάξας .... κατακαύειν, ὅπως R 7 [κατακαῦσαι, συγκατα- καῦσαι δὲ καὶ τὰς σκηνὰς] add. W ex Xenoph.; καταλείπειν Cas.; καῦσαι K 8 ταλαιπωρεῖν Rud Schoell; τελευτᾶν F; μελλητιᾶν vel tale quid Schenkl || καὶ] ἢ 11 φαλάγγαν F || 17 εὐέφοδον ὄντα R et Blume (cf. Classen ad Thucyd. 6, 66 2); ἔφοδον ὄντα F; εὔοδον ὄντα K;  ἔφοδον εἶναι ἐπὶ Cobet; ἔφοδον οὖσαν ἐπὶ Schneider ad Xenoph. Anab. 3, 4, 41; ἔφοδον ἐπὶ W coll. Xenoph. ὁρᾷ ἔφοδον ἐπὶ τὸν λόφον.)

58
παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολε- μίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

[*](401)

Ξενορῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ [*](e.48,1) τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλ- λήνων χιλίους ἐπιλέξας ἔπεμψε καθʼ ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο. τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμέ νους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῖ Ξενοφῶντος ἀκιν- δύνως διέβησαν.

[*](Cap. 49. § 4. Cf. Xenoph. Anab. 4, 3, 20 sq.; Front. 1,4,10.)[*](2 τοῦτον R et 4 γενομένους K || 5 διῆγε F]  διήγαγεν K, quod probat W || 10 bene ἀντικαθημένους H et coni. K, ut paulo soperius legitur: cf 2, 1, 27. 2, 3, 13 et ad 6, 9, 32 || 12 ἐμβαλλόντων F]  ἐμβαλόντων vulg.)