In Ethica Nichomachea Commentaria
Aspasius
Aspasius. In Ethica Nichomachea Commentaria. (Commentaria in Aristotelem graeca, Volume 19.1). Heylbut, Gustav, editor. Berlin: Reimer, 1889.
Ἡ περὶ τὰ ἤθη πραγματεία καὶ μάλιστα ἡ πολιτικὴ ἠθικὴ] κατὰ μὲν τὸ ἀναγκαῖον τῆς θεωρητικῆς φιλοσοφίας, κατὰ δὲ τὸ τίμιον ὑστέρα. ᾗ μὲν γὰρ ἀδύνατον καλῶς ζῆν μὴ σώφρονας ὄντας καὶ δικαίους καὶ ὅλως τὸ ἦθος κεκοσμημένους καὶ εἰς συμμετρίαν τινὰ τὰ τῆς ψυχῆς πάθη καταστήσαντας, ταύτῃ δόξειεν εἶναι ἀναγκαία ἡ πολιτικὴ καὶ ἠθικὴ καὶ τοῦτο προτέρα οὐδὲν γὰρ πλέον ἀνύει οὐδ’ εἴ τις πᾶσαν γνῶσιν καὶ θεωρίαν κτήσαιτο μὴ πεπαιδευμένος τὸ ἦθος), ᾗ δὲ περὶ τῶν τιμιωτάτων καὶ θειοτάτων ἡ σοφία πραγματεύεται καὶ θεωρεῖ τὰ τῆς φύσεως ἔργα καὶ ἔτι ἄλλα πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων, ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική, ταύτῃ προτέρα καὶ τιμιωτέρα λέγοιτ’ ἄν ἡ θεωρητική· ὡς γὰρ τὰ ὑποκείμενα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ αἱ περὶ αὐτὰ ἐπιστῆμαι· ἔστι δὲ τιμιώτερα καὶ κρείττω περὶ ἃ ἡ σοφία τῶν ὑπὸ τὴν πολιτικὴν καὶ ἠθικήν, ὥστε πολλῷ ἀν’ εἴη τιμιωτέρα τούτων ἡ σόφ’ ία. καὶ γὰρ εἰ μὲν ἄνευ σώματος ἦμεν, οὐδὲν ἂν ἔδει τὴν φύσιν ἡμῶν ἄλλο ἔχειν ἔργον ἢ τὴν θεωρίαν, νῦν δὲ ἡ τοῦ σώματος φύσις ἡδοναῖς καὶ λύπαις συνεζευγμένη σωματικαῖς ἐξ ἀνάγκης ἐποίησεν ἡμᾶς ἐπιμελεῖσθαι καὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ πολλῶν ἄλλων τοιούτων ἀρετῶν, ὧν οὐκ εἰκὸς μετεῖναι τῷ θεῷ διὰ τὸ μήτε ἡδονῶν μήτε λυπῶν σωματικῶν μετέχειν. ἐξ ἀνάγκης οὖν τοῦ σώματος φαινόμεθα τὴν πλείστην περὶ τὰ ἤθη ἐπιμέλειαν πορίζεσθαι, ἐπεὶ καὶ [*](Libri RZ 1 Ἀσπασίου] καὶ πᾶσα μέθοδος (p. 4,12) ed. Hase, Classical Journal XXVIII 307—309; Ἡ περὶ τὰ ἤθη—τέλος τὸ ἄγαλμα (p. 4,19) ed. Rose, Hermae V 92—96 307—309; inscriptionem habet 2 ἤθη R: ἠθικὰ Z πραγματεία Z: πραγματία R ἡ (ante πολιτικὴ) om. R πολιτικὴ ἠθικὴ ZR: ἠθικὴ del. Rose 3 ἐστὶ corr. ex ἐπὶ Z: ἐπὶ R 5 τὸ ἦθος κεκοσμημένους cf. Polit. Z 1 p. 1323b 3 6 γκαία Z2 in albo 7 ἀνύει Z2 in marg.: om. R 9 θεωρεῖτἀ RZ: θεωρεῖται Rose 10 ἐστὶν ἡ Z2 in albo 11 ταύτῃ—θεωρητική om. Rose 13 δὲ πάντων τιμιωτέρα R 14 πολλῷ Z: πολλῶν R 16 καὶ λύπαις συνε Z2 in albo 17. 18 σωφροσύνης—πολλῶν Z2 in albo 19 μετέχειν Z: .. τέχειν R 20 ἤθη ἐπιμέλειαν Ζ2 in albo: ἥ .... μ ... R πορίζεσθαι] an ποιεῖσθαι?)
Πᾶσα τέχνη 〈ἕως τοῦ προτιμᾶν τὴν ἀλήθειαν〉.
Πρῶτον οὖν ῥητέον περὶ τέχνης καὶ περὶ μεθόδου, ἔτι καὶ περὶ πράξεως καὶ προαιρέσεως. λέγεται δὲ τέχνη παρ’ αὐτοῖς τριχῶς· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἀπασῶν τέχνη λέγεται· διαιροῦσι γὰρ τὰς τέχνας λ-έγοντες τὰς μὲν ποιητικὰς τὰς δὲ θεωρητικάς, ὁρίσαιτο δ’ ἄν τις τὴν οὕτω λεγομένην τέχνην σύστημα ἐκ θεωρημάτων εἰς ἓν τέλος φερόντων. ἄλλως δὲ λέγουσι τέχνην τὸ κοινὸν τῆς πρακτικῆς καὶ τῆς ποιητικῆς· διαιροῦσι γὰρ τὸ μὲν τέχνην λέγοντες τὸ δὲ ἐπιστήμην, τὴν θεωρητικὴν πᾶσαν ἐπιστήμην ὀνομάζοντες, τὴν δὲ τοιαύτην ὑπογράψειεν ἄν τις σύσιημα ἐκ θεωρημάτων εἰς πράξεις φερόντων ἢ ποιήσεις. ἰδίως δὲ καλεῖν εἰώθασι τέχνην τὴν ποιητικήν. ἀποδίδωσι δὲ αὐτῷ λόγον ὁ Ἀριστοτέλης λέγων ’ τέχνη ἐστὶν ἕξις μετὰ λόγου ποιητική᾿, λόγον δὲ λαμβάνει οὔτε τὸν ἐπαγωγικὸν οὔτε τὸν συλλογιστικὸν ἀλλὰ τὸν ἁπλοῦν καὶ τεχνικόν, ᾧ χρῶνται οἱ δημιουργοὶ τῶν τεχνῶν· ποιήποιήματα μὲν γάρ ἐστι καὶ τὰ τῶν ἀλόγων, οἷον τῶν μὲν μελισσῶν τὰ κηρία, ἀραχνῶν δὲ τὰ ἀράχνια καλούμενα· ἀλλ’ οὐδὲν τούτων μετὰ λόγου ποιεῖ, [*](1 μετέχειν Z sed ετέχειν Z- in albo: μ . . . R πολὺ Z: πα.ὺ R 2 καὶ om. R 3 δικαιοσύνῃ Rose: δικαιοσύνης ZR 3. 4 μόνῃ χρῆσθαι Z2 in marg.: προνοῆσθαι ZR 5 κατανοήσειεν Z: κατανοήσει R G. 7 ἐπιτηδεύειν Z2 in albo 7 οὐκ Z- in albo 7. 8 ἀτιμάζων Z: ἁ . . μαζῶν R 8 παριεὶς Z: πανιεὶς R 9 ὡς περιττὴν Z- in albo: lacuna R ἐπιμέλειαν Z, μἐλειαν vero a Z2 add.: ἔπι . . R 10 πρῶτον ἐπαι Z-: πρῴ δεῦον R τοὺς συγγινοΜνους Z: τοῖς συγγινομένοις R 11 περὶ πλείστου Z2: πρά . . . R ταύτην τὴν Z: om. τὴν R 12 αὐτὴν εIναι Z2: lac. R 12—15 τέλους μ πρῶτον οὖν βῆ Z2 12 τέλους ἥτις ἐστὶν ἡ Z2: lac. R 13 ἁ δὲ λέγει Z2: lac. R οὕτως Z2: lac. R 14 ἕως μ ἀλήθειαν addidi 15 πρῶτον οὖν Z2: ...τὸν R περὶ μεθόδου Z: om. περὶ R ἔτι καὶ Z: om. R IG προαιρέσεως Z: προευ . . . ρεί- ἃς R 17 γὰρ R: γοῦν Z 18 τὰς καὶ R 19 τέχνην Z: om. R δὲ om. R 24 Ἀριστοτέλης] Eth. Nic. Z 4 p. 1140a7 26 ἀλλὰ — τεχνικὸν om. Rose 27 ἀλόγων] ἁ Z2 28 ἀράχνια] νια Z2)
Πᾶσα δέ, φησί, τέχνη καὶ πᾶσα μέθοδος καὶ πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται. αἵ τε γὰρ τέχναι καὶ αἱ μέθοδοι τοῦ ἰδίου τέλους ὡς ἀγαθοῦ ἐφίενται. καὶ μὴν αἱ πράξεις καὶ αἱ προαιρέσεις [*](3 κατὰ ταὐτὸν Ζ2: ... τ`` R 4 δύναμιν] δ . . μιν R; ύναμιν ὁμοίως ἔ Ζ2 6 ἰατρικὴ Rose ἄμφω Z: ἆ... R 7 γιγνώσκει Z: γινώσκει R 8 ὁμοίως Ζ2: ὅμως R 9 τὸ Ζ2: lac. R ἔπι Z2 πο Ζ2 ἢ Ζ2: om. R 10 τὴν διαλεκτικὴν] commentarius incipit in N 10 Hinc libri ZN ἔνιοι Z2 11 τὴν ὡς ἐπὶ πολὺ Z: τὴν εἰς τῶν ὡς ἐπὶ πολύ N 14. 15 συλογιστικοῦ N 16 πᾶσιν N δύναμις Z2: ὁδὸς γάρ ἐστίν N(Lb) 17 δεῖξις καὶ: δεικτικὴ Rose, omittens μέθοδος ἀληθῶς 17. 18 δεῖξις—πρᾶξιν Z2 18 ἀπέδοσαν Z: ἀπέδειξαν N ὡς ἀλλαχοῦ εἴρηται om. N 20 ἐνέργεια δὲ Z; in marg. substituit Z2 ἐνέργεια γὰρ 21 παρὰ N: περὶ Z, corr. in rnarg. a Z2 22 καὶ ἠθικὴ N: om. Z, add. in marg. Z2 πρακτικαὶ et καὶ (post λέγονται) om. Rose 23 αἱ—ἐνέργειαι scripsi: τὰς—ἐνεργείας NZ 27 αἶ τε: αἶ Rose 28. 29 κακιῶν Z: κακῶν N 32 ἐφ’ ἵενται Z: ἐφίηται N)
Ἡ δὲ δύναμις πολλαχῶς λέγεται παρ’ αὐτοῖς· καὶ γὰρ τὰς ἕξεις δυνάμεις λέγουσιν, ἐνίοτε δὲ τὸ ἄμεινον μέρος τῶν ἕξεων· τὴν μὲν γὰρ ὑγίειαν δύναμιν, τὴν δὲ νόσον ἀδυναμίαν. ἔστι δ’ ὅτε τὴν ἐπιτηδειότητα δύναμιν ὀνομάζουσιν, οἷον τὸν παῖδα ἔχειν δύναμιν πυκτικήν τὸ δ’ αὐτὸ τοῦτο καὶ δύναμιν λέγειν]. ὀνομάζει δὲ δυνάμεις καὶ τὰ ἀγαθὰ ἐκεῖνα, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρήσασθαι, οἷον πλοῦτον καὶ ὑγίειαν. λέγουσι δὲ δυνάμεις ἐνίοτε τὰς ὁμοίως ἐχούσας πρὸς τὰ ἀντικείμενα τῶν ὑφ’ αὑτάς, οἷον ῥητορικὴν καὶ διαλεκτικήν. ἔοικε δὲ νῦν λαμβάνειν δύναμιν ἀντὶ τῆς ἕξεως. ἐπειδὴ γὰρ ἔνιοι ἡγοῦνται τὴν πολιτικὴν ἐπιστήμην εἶναι καὶ τὴν φρόνησιν, ἔνιοι δὲ οὐκ ἐπιστήμην ἀλλ’ ὅμοιόν <τι> τῇ ἐπιστήμῃ, μέλλων πολιτικῆς τέλος ἐρεῖν τὸ ἀνθρώπινον ζητεῖ, τίνος ἐπιστήμης ἐστὶ τέλος ἢ δυνάμεως, ὡς ἄν εἰ ἔλεγε, τίνος ἐπιστήμης ἢ ἕξεως.
[*](7 Z2 in marg.: περὶ NZ 8 ὡς Z: ὥστε N αἰεὶ N: om. Z 9 τῷ— αἱρετῷ corr. Z2 ex τὸ—αἱρετὸν: τῷ—αἱρετόν N 10 πρακτῶν scripsi: πρακτέων ZN 12 καὶ πρὸς] καὶ om. Z 13 ἄλλας Z: ἄλλου N 14 πεπλανημένως Z: πεπλανευμένου N 15 διαθρήσας scripsi: διατηρήσας Z: δι’ ἀρησθ N 16 ἀπευθύνει Z 17 καλῶς Z: καλιῶν N 18 περιλαβεῖν scripsi: παραλαβεῖν ZN 21 καὶ τὸ] om. τὸ Z λαβεῖν om. N 23 ‘Η δὲ δύναμις—ἀντὶ τῆς ἕξεως (30) Class. Journal XXVllI 310 λέγεται Z2 in marg.: γίνεται ΖΝ post δυνάμεις ordo turbatus Z: sequuntur verba καλῶς συνηγορῆσαι τῇ ἡδονῇ p. 33,18 usque ad verba οὐ τοσοῦτον μὲν ὅσον p. 35,21; restituit ordinem signis notisque marginalibus Z2 25 ἐπιτηδειότητα Z: ἐπιτηδιότητα N 26 τὸ δ’—λέγειν delevi 30 δύναμιν Z: δυνάμην N 32 τι addidi)Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεχτονικῆς· τοιαύτη δὲ ἡ πολιτική· ἔχει γὰρ τὰ ὑπάρχοντα τῇ ἀρχιτεκτονικῇ· καὶ γὰρ προστάττει πάσαις ταῖς λοιπαῖς ἐπιστήμαις· ποίας γὰρ δεῖ μανθάνειν ἐν τῇ πόλει καὶ ἐπιτηδεύειν καὶ μέχρι τίνος ἀρχιτεκτονεῖ, καὶ τὰ τέλη τῶν λοιπῶν ἕνεκεν τοῦ τέλους αὐτῆς. εἰσὶ γοῦν ὑπ’ αὐτὴν ἅπασαι καὶ αἱ ἐντιμόταται δυνάμεις, οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική. στρατηγικὴν δὲ καὶ οἰκονομικὴν νῦν λέγει οὐ τὰς ἀρετάς, δυνάμεις γὰρ αὐτὰς λέγει. αἱ δὲ δυνάμεις εἰσὶν αἷς οἷόν τε εὖ καὶ μὴ εὖ χρῆσθαι· τοιαύτη δὲ ἡ ῥητορικὴ καὶ τῆς οἰκονομικῆς ἡ χρηματιστική, ἧς νῦν μέμνηται, καὶ ἡ στρατηγικὴ δέ τίς ἐστι δύναμις τοῦ ἡγεῖσθαι στρατεύματος καὶ κρατεῖν δύνασθαι τῶν πολεμικῶν. ὑπάρχει δὲ τῇ πολιτικῇ καὶ τὸ χρῆσθαι ταῖς πρακτικαῖς τῶν ἐπιστημῶν καὶ τὸ νομοθετεῖν <ἢ> προστάττειν τίνα δεῖ πράττειν καὶ τίνων καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ προστακτικὴν αὐτὴν εἶναι ταῖς ἄλλαις καὶ ἀρχιτεκτονικήν, ὥστε τὸ ταύτης τέλος περιέχει καὶ τὰ τῶν ἄλλων. εἰ δὲ οὕτως ἔχει τοῦτ’ ἄν εἴη τὸ ἀνθρώπινον ἀγαθὸν καὶ τέλος.
Ἐπεὶ δὲ πολιτικῆς τέλος εἶπε τὴν εὐδαιμονίαν, δοκεῖ δὲ τέλος τῆς πολιτικῆς εὐδαιμονία πόλεως εἶναι, ἡ δὲ ἠθικὴ πραγματεύεται περὶ τὸ ἴδιον ἑκάστου τέλος καὶ ἑκάστου εὐδαιμονίαν, πρὸς τοῦτο ἐπιφέρει, ὅτι ἓν καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει εὐδαιμονία· τῷ γὰρ εἴδει ἡ αὐτή ἐστιν· ἐνεργεῖ γὰρ κατ’ ἀρετὴν τελείαν καὶ πόλεως εὐδαιμονία καὶ ἑνὸς ἑκάστου, ἀλλὰ μείζων γε καὶ τελειοτέρα ἡ τῆς πόλεως διὰ τὸ περὶ μείζω εἶναι τὴν ἐνέργειαν. οὕτω γὰρ λέγεται μείζων, ἐπεὶ τῷ γε εἴδει οὐδὲν διαφέρει· ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν καὶ θετέον τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς. ἡ μὲν οὖν μέθοδος, ἣν νῦν παραδίδωσιν, ἐφίεται ἐρεῖν καὶ τὸ τέλος εἰπεῖν τί ἐστι τὸ ἀγαθὸν τὸ ἀνθρώπινον καὶ ἡ εὐδαιμονία, ἐπειδὴ ἡ μέθοδος πολιτική τις. εἰδῶν γὰρ τῆς πολιτικῆς τὸ μὲν τῷ κοινῷ ὀνόματι καλεῖται πολιτική, ὅ ἐστι πόλεως ἐπιμέλεια, τὸ δὲ οἰκονομικὴ περὶ οἴκου ἐπιμέλειαν οὖσα ὥσπερ δὲ οἶκος μόριον πόλεως, οὕτως καὶ ἡ οἰκονομικὴ μόριον τῆς πολιτικῆς. τρίτον δέ ἐστιν εἶδος καὶ μόριον πολιτικῆς ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς.
Μετὰ ταῦτα λέγει, πῶς ἱκανῶς ἂν λέγοιτο ἠθικὰ κατὰ τὴν ἠθικὴν μέθοδον. εἰ γάρ, φησί, κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, λέγοιτ’ ἂν ἱκανῶς. τῶν γὰρ ὑποκειμένων ὑλῶν ταῖς μεθόδοις καὶ ταῖς ἐπιστήμαις αἱ μὲν δέχονται τὸ ἀκριβές, λέγει δὲ τὸ ἐξ ἀναγκαίων ἀναγκαῖον [*](1 κυριοτάπις Z2 in marg.: κυριότητος NZ 4 ἀρχιτεκτονεῖ scripsi: ἀρχιτεκτονεῖν ZN 5 ἅπασαι Z: ἄπια N 6 αἱ ἐνιιμόταται Z: ἀτιμόταται N 7 αὐτὰς Z: καὶ αὐτὰς N 9 οἰκονομικῆς Z: εἰκονομιτικῆς N στρατιγικὴ N 10. 11 fort. πολεμίων 12 ἢ add. Diels προστάττειν N: προστάττῃ Z 16 πολιτικὴ N 17 πολιτικῆς πολιτικὴ N 19 ἑνὶ Z: ἓν N εὐδαιμονία· N: ἡ εὐδαιμονία Z 20 τελεία Z μείζων Z: μείζω N 21 τελειοτέρα N: τελειωτέρα Z 22 μείζω Z: μείζων N 24 ἢν Z: ἣν Ν ἐρεῖν] an εὑρεῖν? 25 ἐπειδὴ ex ἐπεὶ δὲ corr. Z: ἐπεὶ δὲ N 26 εἰδῶν scripsi: εἶδεων N: εἶδος Z 27 ἐπιμέλιαν N 35 λέγει—ἀκριβὲς (p. 7,2) om. N)
Μνημονεύσας δὲ περὶ ἀκροατοῦ, οἷον δεῖ αὐτὸν εἶναι, μικρὰ περὶ αὐτοῦ παρεκβὰς λέγει, ὅτι καθ’ ἓν ἕκαστόν ἐστι πρᾶγμα κριτὴς ἀγαθὸς ὁ περὶ ἐκεῖνο πεπαιδευμένος ὤν. λέγει δὲ τοὺς πεπαιδευμένους περὶ ἕκαστον μὲν τοὺς μετρίως ἐκείνου μετεσχηκότας, οἷον περὶ γεωμετρίας τοὺς μετρίως καὶ μέχρι τινὸς γεμωμετρήσαντας. περὶ πᾶν δὲ ἔλεγε πεπαιδευμένον τὸν περὶ πάντα τὰ μαθήματα οὕτως ἔχοντα, ὥστε μέχρι τινὸς αὐτῶν μετεσχηκέναι. γίνεται δὲ ὁ πεπαιδευμένος καὶ τῶν αὐτοῦ τελειοτέρων κριτὴς τῷ ἔχειν ἀρχάς, [*](1 post ἀριθμητικὴ defectum in marg. notat Z 2 ἅπασι Z: πᾶσι. N 3 πᾶσιν N: πᾶσα Z 4 δημιουργήσῃ Z; corr. a Z2 in δημιουργήσει 4. 5 an ἐν χαλκῷ ἡ ἐν ἐλέφαντι scribendum? 5 τὴν μόλιβδον Z: τὸν μόλιβδον N τὴν Z: τῆ N 6 τὴν om. N 7 καὶ (ante αἷς) scripsi: ἡ N: ἐν Z πάσαις Z: πάνυ N 8 αὐταὶ N: πολιτικαὶ Z 9 παρὰ N: περὶ corr. in παρὰ Z δρῶντα Diels: ὁρῶντα NZ 10 παρὰ N: περὶ corr. in παρὰ Z 12 πολλὴν] τοσαύτην Arist. vulg. 13 φέρεσθαι] an φαίνεσθαι? 14 μόνον Z: μέσον N 15 μόνον Z: μέσον N προστίθησι Z: πρὸς τίθησει N 16 διότι corr. ex διὸ Ζ2: διὸ Ν 18 ὑπουργεῖ Z: ὑπουργοῦσι N τῶν ἀγαθῶν Z: τῷ ἀγαθῷ N 20 ἐκ om. Z Ἀναλτικοῖς] Pr. Α 12 p. 32a12 28 περὶ transpositum ante πεπαιδευμένους N 29 μετρίως Z2 in rasura: μετρίους N 31 αὐτῶν Z: αὐτὸν N)
Πρὶν δὲ εἰπεῖν περὶ ὧν ἑξῆς λέγει, ἄξιον ἀπορῆσαι, πῶς τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς εἴρηκεν· ἡ μὲν γὰρ πολιτικὴ πρακτικὴ τίς ἐστι· πάσης δὲ πρακτικῆς ἐπιστήμης τέλος πρᾶξις, ὥστε ἡ εὐδαιμονία ἐν πράξει· δοκεῖ δὲ αὕτη εἶναι ἐν θεωρίᾳ καὶ τό γε μέγιστον τοῦ. τέλους ἐν τούτῳ. ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους, ὅθεν καί φησι “δόξειε δ’ ἂν τῆς κυριωτάτης” ὡς ἂν τὴν δόξαν ἐκθέμενος τὴν περὶ τῆς εὐδαιμονίας;. εἶτα οροϊὼν ἀκριβοῖ τὸν περὶ αὐτῆς λόγον καί φησιν ἱέν ἐνερ- γείᾳ εἶναι κατ’ ἀρετὴν τελείαν’, ὥστε εἶναι αὐτὴν τέλος τῆς τελείας ἀρετῆς· αὕτη δέ ἐστιν ἡ ἐκ πασῶν τῶν ἀρετῶν τῶν τε πρακτικῶν καὶ τῶν θεωρητικῶν. ἢ διττὴν τίθεται τὴν εὐδαιμονίαν τὴν μὲν πρακτικὴν ὡς ἀτελεστέραν, τὴν δ’ ἐξ ἀμφοῖν ὡς τελειοτέραν; ἢ ἔστι πὼς εἰπεῖν τὴν μὲν εὐδαιμονίαν θεωρητικὴν ἅμα καὶ πρακτικὴν οὖσαν τέλος εἶναι τῆς πολιτικῆς; διὸ προστάττει αὐτὴ τοὺς μέλλοντας ἀρίστους τῶν πολιτικῶν ἔσεσθαι μὴ μόνον πρακτικοὺς ἀλλὰ καὶ θεωρητικοὺς εἶναι δόξειε δ’ ἂν κατά γε τοῦτο ἐλάττων εἶναι ἡ σόφ’ ία καὶ ὅλως ἡ θεωρητικὴ ἐπιστήμη τῆς πολιτικῆς, εἴ γε ἡ μὲν προστάττει, ἡ δὲ προστάττεται. ἀλλὰ ταύτην γε λύει τὴν ἀπορίαν προιών· φησὶ γὰρ τὸ μηδὲν κωλύειν τὴν ἐλάττω προστάσσειν περὶ τῶν κρειττόνων, οἷον <προστάσσει> ἡ πολιτικὴ καὶ ναοὺς θεῶν κατασκευάζεσθαι καὶ σέβειν αὐτοὺς οὐ δήπου κρείτἐπιτήδιον 4 N 6 τὸν βίον corr. ex τῶν βίων N 7 ἄλλα Z: ἄλογα N ἄμοιρα corr. ex εὔμοιρα Z 8 διαφέρει corr. ex διαφέρῃ Z 10 μὴ ἀναγκαίου μαθήματος Ν 12 διαφέρειν—ἐν τοῖς Φυσικοῖς (p. 9,28) Classical Journal XXVIII ;31(). 311 22 φησι] p. 1094a26 κυριότητος N: κυριωτιτος Z corr. a Z2 in κυριωτάτης 23 φησιν] Α 6 p. 1098a 16 24 τελείαν scripsi: τέλος NZ 27 τελειοτέραν Z: τελειότητα N 29 αὐτὴ M: αὕτη Z 30 καὶ om. N 31 ὅλως corr. ex ὅμως Z2: ὅμως N 32 προστάσσεται Z γε om. N 33 μηδὲν scripsi: μηδὲ NZ προστάσσει addidi 34 ναοὺς] νέους N: α νέους Z de sententia cf. Z 13 p. 1145a10
Ἐπεὶ δὲ περὶ τούτων ἠπόρηται, πάλιν ἐπὶ τὸν συνεχῆ τοῖς εἰρημένοις λόγον ἐπανέλθωμεν. ἀναλαβὼν δὲ λέγει τὸν ἐξ ἀρχῆς λόγον, πᾶσαν γνῶσιν καὶ προαίρεσιν ἀγαθοῦ ὀρέγεσθαι, ἐν μὲν τῇ γνώσει τὴν ἐπιστήμην καὶ τὴν μέθοδον περιλαβών, ἐν δὲ τῇ προαιρέσει τὴν πρᾶξιν, ἐπεὶ αἱ πράξεις ὡς ἀπὸ προαιρέσεως ἐνεργοῦνται. τί οὖν ἐστιν τὸ τέλος τῆς πολιτικῆς ἢ τὸ ἀκρότατον τῶν πρακτῶν ἀ.γαθῶν; οὐκ ἀλόγως δὲ προσέθηκε πρακτῶν, ἀλλ’ ἐπειδὴ ἁπλῶς μὲν ἀκρότατον ἀγαθὸν τὸ πρῶτον αἴτιον, τῶν δὲ πρακτῶν ἡ εὐδαιμονία, περὶ ἧς νῦν ἡ σκέψις. τὸ μὲν οὖν ὄνομα ταὐτὸν ὑπὸ πάντων ὁμολογεῖται· εὐδαιμονίαν γὰρ ὀνομάζουσι τὸ ἀκρότατον τῶν τελῶν. τὸ δὲ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. ταῦτα δὲ προσέθηκε καταβαλλόμενος ἤδη τὰς ἀρχὰς εἰς τὴν αὑτοῦ περὶ εὐδαιμονίας δόξαν. ἐν πράξει γὰρ αὐτὴν καὶ ἐνεργείᾳ τιθέμενος προσάγεται ἤδη τὴν πάντων ἀνθρώπων ὁμολογίαν, ὡς ὑπὸ τῆς ἀληθείας ἀγομένων ἐπὶ <τὸ> τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν καὶ τὸ εὐδαιμονεῖν μηδὲν ἀλλήλων διαφέρειν λέγειν. ἀλλ’ οὖν ὀνόματι μὲν τῷ αὐτῷ πάντες ὀνομάζουσιν, εὐδαιμονίαν λέγοντες, περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσιν, καὶ οὐ μόνον τοῖς σοφοῖς οἱ πολλοὶ ἀλλὰ καὶ αὐτοὶ ἀλλήλοις καὶ αὐτοὶ αὑτοῖς, συμμετατιθέντες κατὰ τὴν αὑτῶν χρείαν τὴν εὐδαιμονίαν. ἔνιοι δὲ ᾤοντο τἀγαθὸν ἄλλο τι εἶναι παρὰ τὴν εὐδαιμονίαν, τὴν ἰδέαν τὴν τοῦ ἀγαθοῦ· τοῦτο γὰρ εὐδαιμονία οὐκ ἐδόκει εἶναι ἀνθρωπίνη, ἡ δὲ γνῶσις αὐτοῦ εὐδαιμονία. τὸ μὲν οὖν πάσας ἐξετάζειν τὰς δόξας ὡς μάταιον παραιτεῖται, τὰς δὲ ὡς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον ἐξετάζειν ἐπαγ- γέλλεται.
Ἀξιοῖ δὲ μὴ λανθάνειν, ὅτι διαφέρουσιν οἵ τε ἀπὸ τῶν φύσει λόγοι καὶ οἱ ἐπὶ τὰς φύσει ἀρχάς· ἔσονται γὰρ καὶ αἱ ἀρχαὶ αἱ μὲν φύσει αἱ δὲ ὡς πρὸς ἡμᾶς. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς Φυσικοῖς· ἠπόρει δὲ καὶ Πλάτων’ πόθεν ἀρκτέον ἐν τ·οῖς λόγοις καὶ ποίαις ἀρχαῖς χρηστέον· φησὶν οὖν ἐν τούτοις ἀρκτέον εἶναι ἀπὸ τῶν ἡμῖν γνωρίμων καὶ χρήσεται προϊόντος τοῦ λόγου φανεροῖς τισι καὶ γνωρίμοις ἡμῖν. διό, φησί, δεῖ τοῖς ἤθεἤγουν [*](2 scripsi: ἡγουμένη NZ θειοτέρας καὶ τιμιωτέρας scripsi: θειοτέραν καὶ τιμιωτέραν NZ 3 δὲ N: δὴ Z 4 ἐπανέλθωμεν N: ἐπανέλθομεν Z 5 γνῶσιν Ζ2 in marg.: πρᾶξιν ZN 6 περιλαβών scripsi: παραλαβὼν NZ ἐπεὶ δὲ Z 8 πρακτῶν (prius) scripsi: πρακτικῶν ZN 9 αἴτιον Z: ἄγριον N πρακτῶν N: πρακτικῶν Z 10 πάντων ΝΖ2: π cum lacuna Z 11 ὀνομάζουσι corr. Ζ2: ὀνομάζει ΖΝ 14 αὐτὴν Ζ: αὐτῇ N 15 τὴν scripsi: τῶν ZN ὁμολογία N τὸ addidi IG καὶ τὸ εὖ N: καὶ ἐπὶ τὸ εὖ Z 17 λέγειν post διαφέρειν Ζ2 inseruit: om. ZN ὀνόματι N: ὀνόματά Z 19 αὑτοῖς scripsi: αὐτοῖς libri 20 αὐτῶν Diels: αὐτῶν libri γρείαν Z: χρίαν N 21 παρὰ scripsi: περὶ NZ ε 22 εὐδαιμονίαν Z 23 ὡς Z: ἅς N 24. 25 ἐπαγγέλλεται N: ἀπαγγέλλεται Z 28 Φυσικοῖς] Α 1 29 Πλάτων’] Rep. VI p. 511 B 30 τούτοις marg. Ζ2: τοῖς NZ 31 δεῖ] καὶ NZ; ante καὶ in marg. addit δεῖ Z2 Arist. vulg.)
Ἡμεῖς δέ, φησί, λέγωμεν, ὅθεν παρεξέβημεν. τριῶν γὰρ ὄντων βίων βίων τοῦ τε θεωρητικοῦ καὶ τοῦ ἀπολαυστικοῦ καὶ τοῦ χρηματιστικοῦ, οὐκ ἀλόγως ἐκ τούτων τῶν βίων ὁρμώμενοι καθ’ ἕκαστον αὐτῶν ἄλλοι ἄλλην εὐδαιμονίαν τίθενται διὰ τὸ τὴν εὐδαιμονίαν μηδὲν ἄλλο εἶναι ἢ βίον τέλειον. οἱ μὲν οὖν πολλοὶ καὶ ἐπιπολαιότατοι τιμῶντες τὸν ἀπολαυστικὸν βίον τέλος τίθενται τὴν ἡδονήν· αὕτη γὰρ οὔτε τὸ ἐπ’ ἄλλοις εἶναι δοκεῖ ἔχειν οὔτε τὸ εὐαφαίρετον. ἡ δὲ τιμὴ ἐπὶ τοῖς τιμῶσίν ἐστιν, οὐκ ἐπὶ τοῖς ἔχουσι, διὸ καὶ εὐαφαίρετος· ἐπ’ ἄλλοις γὰρ ἔστι τιμᾶν καὶ ἀτιμάζειν· ἔτι δὲ καὶ ὅσοι εὖ πεφυκότες ἀσπάζονται τὴν τιμήν, διὰ τοῦτο φαίνονται διώκειν αὐτήν, ὅπως λαβόντες πολλοὺς μάρτυρας καὶ μάλιστα τοὺς ἀγαθοὺς πιστεύωσιν ἑαυτοὺς ἀγαθοὺς εἷναι. εἰ δὲ ἡ τιμὴ διὰ τὴν ἀρετήν, δῆλον ὡς τέλος ἄν εἴη μᾶλλον ἡ ἀρετή. τὸ γὰρ οὗ ἕνεκα τέλος· ἔτι δὲ αὕτη ἀτελεστέρα. τίς γὰρ ἄν εἴποι εὐδαίμονα τὸν ἔχοντα τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ καὶ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον καὶ τὸν Ἐνδυμίωνα μυθολογοῦσιν; ἢ τίς ἂν εἴποι εὐδαίμονα τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον καὶ κακοπαθοῦντα; οὐδεὶς γὰρ αὐτὸν εὐδαιμονίσειεν, εἰ καὶ ὅτι μάλιστα τὴν ἀρετὴν ἔχοι, εἰ μὴ θέσιν διαφυλάττει, τουτέστιν παράδοξον λόγον. εἰρῆσθαι δέ φησι περὶ τούτων καὶ ἐν τοῖς ἐγκυκλίοις. ἔστι δὲ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους ἐπιχειρεῖν εἰς τὸ προτεθέν· ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. περὶ [*](1 τὸν Z: τῶν N 2 παραγίνεται N: περιγίνεται Z τὸ corr. Z2: καὶ ZN δεῖται om. N 3 γὰρ NZ2: lacunam 20 fere litterarum reliquit Z 5 μὲν om. Z 6 λάβοι ἂν Z2: λαβὼν ZN 7 τοῦ om. Z 8. 9 τὸ ἔχειν μήτε add. Z2: om. ZN ἀκουσάτο N τοῦ (ut Arist. cod. Mb) libri: τῶν Arist. Ἡσιόδου 0pp. 293 τῷ om. N 12 τὸν Z2: τὸ ZN 13 λέγωμεν Z: λέγομεν N 15 ἄλλην Z: ἄλλων N 16 διὰ τὸ N: διὰ καὶ τὸ Z: διὰ τὸ καὶ Z2 τέλειον] τε Z: τέλος Z2 17 πολλοὶ om. N 18 ἡδονὴν—ἔχειν lacuna NZ, quam explevit Z2 21 ἀσπάζονται καὶ τὴν N 22 λαβῶντες N μάλλιστα N 25 εὐδαιμονίαν N 26 Ἐνδυμίωνα] cf. Κ 8 p. 1178b20 28 εὐδημονήσειεν N 29 μὴ scripsi Arist. secutus: μὲν NZ εἰ μὴ θέσιν—φησι (p. 11,1) = Class. Journal XXVIII 311. 312 διαφυλάπων Arist. 30 προβλήματα Z2: πρόβλημα ZN 31 παντοδαπὰ N 32 ἐν κὑκλιυ Z: ἐγκύκλως N)
Οἱ δὲ κομίζοντες τὴν δόξαν ταύτην ἕως καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.
Οἱ ἀναιρετικοὶ λόγοι δόγματος οἱ μὲν ἀπλῶς ἀναιροῦσιν, οἱ δὲ ἐκ τῶν δοκούντων τοῖς τιθεμένοις τὸ δόγμα, οἷον οὐ μόνον ἀναιροῦσιν ἀλλὰ καὶ τοὺς εἰρηκότας ἐλέγχουσιν οὐχ ὁμολογοῦντας αὑτοῖς. τοιοῦτος δέ ἐστι καὶ ὁ πρῶτος λόγος πρὸς τοὺς τὴν τοῦ ἀγαθοῦ ἰδέαν εἶναι λέγοντας. φησὶ γὰρ ὅτι οἱ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας τούτων ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἔστω γάρ, φησί, πρότερον οὗ μὴ ὄντος οὐκ ἂν εἴη τὸ ὕστερον, ὄντος δὲ οὐκ ἀνάγκη τὸ ὕστερον εἶναι. διόπερ, φησίν, οὐδὲ τῶν ἀριθμῶν ἐποίουν ἰδέας, οἷον αὐτοαριθμὸν διὰ τὸ εἶναι προτέραν τὴν δυάδα τῶν ἄλλων· ἀναιρουμένης γὰρ αὐτῆς ἀναιροῦνται καὶ οἱ λοιποί. τὸ δὲ ἀγαθὸν λέγουσι καὶ ἐν τῷ τί ἐστιν, τουτέστιν οὐσίᾳ, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ ἔστι τὸ καθ’ αὑτό, ὅπερ ἐστὶν ἡ οὐσία, πρότερον τῇ φύσει τῶν ἄλλων κατηγοριῶν. ὁ δὲ τοῦ πρός τι μόνον ἐμνημόνευσεν, ἐπειδὴ γνωριμωτέρως τούτου προτέρα ἡ οὐσία. σχέσις γάρ ἐστι τῆς οὐσίας πρὸς ἄλλο τι, διὸ παραφυάδι εἰκάζει τὸ πρός τι. πᾶσα γὰρ παραφυὰς ὑστέρα ἐκείνου ᾧ παραπέφυκεν• ὥστε οὐκ ἄν εἴη κοινή τις τούτων ἰδέα. ὁ δὲ λόγος ὡς περιλαβόντι εἰπεῖν ἔχει οὕτως· ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, [*](1 ἐπισκέψασθαι N 2 μικρόν] explicare voluisse videtur Aspasius βαιὸν non βίαιον: add. Ζ2 ἴσως οὕτως· τουτέστι μικρὸν πρὸς εὐδαιμονίαν συμβάλλον καὶ διὰ τοῦτο βίαιοι οἱ λέγοντες τοῦτον εὐδαίμονα ὡς om. Z 5 ἐν ἄλλοις] Δ 1 p. 1120a6? 6 τῶ μὲν Z: τῶν μὲν N διακειμένων Ν 7 λέγεται scripsi: λέγω ZN ἁπλὸν Z: ἀπλοῦν N δι’ αὐτὸ scripsi: δι’ αὐτὸ τὸ Z: δῷ τοῦτο N 8 χάριν scripsi: ταύτῃ ZN 9 unius versus lacunam praebent ZN 10 διὰ] εἴδη om. ZN: add. Z2 εἴδη Arist.: ἔθη Z2 11 ἢ inseruit Z2: om. ZN 12 λαβόντας Ζ: λαβόντως N 13 κομίσαντες Arist. τὴν om. NZ: add. Ζ2 15 post δόγματος ΝΖ πῶς quod expunxit Ζ2 17 οὐχ ὡς ὁμολογοῦντας Z αὐτοῖς libri 18 πρὸς τοὺς τὴν Ζ2: πρὸς τὴν ZN 19 ἐν Ζ2: ἢ ZN 20 φησι Z: φύσει N. cf. Phys. Θ 7 p. 260b18 21 τὸ ὕστερον (post ἀνάγκη) Z2: τοῦ ὕστερον Z: τοῦ ὑστέρου N 23 ἀναιρουμένης γὰρ αὐτῆς Z: ἀναιρουμένοις γὰρ αὐτοῖς N 24 ἐν Z: ἡ N τουτέστιν om. N 25 καθ’ αὐτὸ N: καθ’ αὑτὸν Z, expuncta ν littera a Z2 26 μόνον Z: μέσον X 29 ἐπὶ τούτων Arist. vulg.: ἐπὶ τούτοις K b M b 30 περιλαβόντι Diels: περιλαβόντα libri πρότερον Z: πρῶτον N)
Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται. εἴποιεν γὰρ ἂν οἱ τὰς ἰδέας διηγούμενοι τοὺς μὲν λεχθέντας νῦν ὑπὸ τοῦ Ἀριστοτέλους λόγους εἰρῆσθαι, ὡς τῆς τἀγαθοῦ ἰδέας πάντων οὔσης τῶν ἀγαθῶν τῆς αὐτῆς, τὸ δὲ οὐχ οὕτως ἔχειν. εἶναι γὰρ διαφορὰς ἐν τοῖς ἀγαθοῖς· τὰ μὲν γὰρ εἶναι ἀγαθὰ καθ’ αὑτά, τὰ δὲ δι’ ἕτερα. ταῦτα δὲ λέγεται ἀγαθὰ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀγαθῶν ἢ φυλακτικὰ ἢ τῶν ἐναντίων κωλυτικά· τὰ δὲ οὐ τῶν καθ’ αὑτὰ μὲν ἀγαθῶν, ἀλλ’ ὅσα δι’ αὑτὰ αἱρετά, οἷον αἵ τε ἀρεταὶ καὶ τιμαί· ἰατρεία δὲ καὶ ὅσα τοιαῦτα ἀγαθὰ δι’ ἕτερα. ἴσως δ’ εἴποιεν καὶ ὑγίειαν καὶ πλοῦτον καὶ ὅσα τοιαῦτα δι’ ἕτερα ἀγαθὰ εἶναι, ὄργανα γὰρ τῆς ἀρετῆς, ὧν ποιητικὰ μὲν ἀγαθά, ὅσα ποιητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον τὸ ἡδὺ μὲν ἡδονῆς ποιητικόν, γυμνάσιον δὲ [*](2 δ’ add. Diels 3 ὥσπερ Ζ2: ὥσπερ γὰρ ZN λευκότερον scripsi ex Arist.: λευκὸν ZN πιθανώτερον—Πυθαγόρειοι (4) Ζ2: ἡ πρότερον ταῦτα NZ 4 δ’ ἐοίκασιν Arist. ἐπειδὴ τοὺς—συστοιχίας θέμενοι (12) = Class. Journal XXVIII 312 ἀριθμοὺς scripsi: ὁρισμοὺς ZN 9 φθαρτὸν N τῷ ὄντι Z: τὸ ᾦ ὄντι N παρὰ Ζ2: περὶ ZN 9. 10 αἰσθητὰ Ζ2Ν: ἐσθῆτά Z 11 Πυθαγορείους ZN 13 δεκάδα N: δέκα Z, corr. Ζ2 14 . . στοιχίαι Z: corr. Ζ2 18 post δὲ 8 versuum lacuna N, 20 fere Z 21 τοῖς—Ἀριστοτέλους (23) om. Z, add. Z-: τοῖς — εἴποιεν om. N 22 γὰρ ἂν] γὰρ ἂμν N μὲν] δὲ N 22. 23 ὑπὸ τοῦ Ἀριστοτέλους: δ’ ἄν N 24 τῆς αὐτῆς Ζ2: καὶ αὐτῆς αὐτῆς NZ οὐχ Ζ2: om. NZ ἔχειν Ζ2: ἔχει NZ εἶναι γὰρ διαφορὰς Ζ2: ἀναφορὰς NZ 26 αὑτὰ scripsi: αὐτὸ NZ 27 ἀγαθῶν ἀλλ’ Z: ἀγαθὰ N 29 ὑγείαν N)
Μετὰ ταῦτα δὲ μνημονεύει τοῦ ἐκείνων λόγου· ἡγοῦνται γὰρ τὴν γνῶσιν τῆς τἀγαθοῦ ἰδέας συλλαμβάνειν πρὸς τὰ πρακτέα τῶν ἀγαθῶν. παράδειγμα γάρ ἐκείνην ἔχοντες καὶ τὰ ἡμῖν ἀγαθὰ εἰσόμεθα, ὥσπερ ὁ τὸν Σωκράτην εἰδὼς γνωριεῖ καὶ τὸν ὅμοιον τῷ Σωκράτει. τὸν δὲ λόγον τοῦτον πιθανὸν μὲν εἶναί φησιν, οὐχ ὁμολογεῖν δὲ αὐτῷ τὰς ἐπιστήμας· πάσας μὲν γὰρ ἀγαθοῦ τινος ἐφίεσθαι, ἀγαθὸν γὰρ ἑκάστῃ τὸ ἴδιον τέλος, μηδεμίαν δὲ ἐπιζητεῖν τὴν ἰδέαν τἀγαθοῦ. καὶ γὰρ οὐδὲν ὄφελος εἶναι ὑφάντῃ κα. τέκτονι ἢ ἰατρῷ ἢ στρατηγῷ τεθεαμένῳ τὴν ἰδέ.αν πρὸς τὸ γνωρίζειν τὸ ἑαυτοῦ τέλος. οὐδὲ γὰρ ὑγίειαν. ἰατρὸς τὴν κοινὴν ἀλλὰ τὴν ἀνθρώπου ἐπισκέπτεται, μᾶλλον δὲ ἴσως τὴν τοῦδε τοῦ ἀνθρώπου, οἷον Σωκράτους· [τὸν] καθ’ ἕκαστον γὰρ ἰᾶται. ἢ ὅτι αἱ μὲν ἄλλαι τέχναι οὐκ εἰσὶ περὶ ἀγαθά, ἀλλὰ περὶ μέσα τινά, καὶ οὐδὲ τὰ τέλη αὐτῶν ἀγαθά, ἡ δὲ πολιτικὴ καὶ ἠθικὴ περὶ τὰ ἀνθρώπων ἀγαθά, ὥστε δέοι ἂν αὐτῇ τῆς τἀγαθοῦ γνώσεως ἢ εἰ μὴ τοῦτο, τῆς γε ἰδέας καθ’ ἣν τὸ τέλος ἑκάστης λέγεται, οἷον ἰατρικῆς ὑγίεια τέλος καὶ ἔστι γε αὐτουγίεια τέλος. ἀλλ’ οὐδέν, φησί, τῷ ἰατρῷ δεῖ γνώσεως τῆς αὐτοϋγιείας πρὸς τὸ ἰατρικώτερον γενέσθαι. φαίνεται δὲ οὐδὲ τὴν καθόλου ὑγίειαν ζητεῖν ἥτις ἐστίν, ἀλλὰ τὴν τοῦ ἀνθρώπου. μᾶλλον δὲ τὴν τοῦδε. καθ’ ἕκαστον γὰρ ἰώμενος τὴν ἑκάστου ὑγίειαν ἐπισκοπεῖ. τοσοῦτον ἀπέχει τοῦ τὴν ἰδέαν ζητεῖν τὴν τῆς ὑγιείας.
[*](1 ἄσκησις corr. Z2 ex ἄσκσις 2 διατηρητικὰ καὶ N 3 ὑγιείας εἰ μὲν N 4 ὑγιεινὰ Z: ὑγίειαν N 5 κωλυτικὸν N 6 καὶ αἱ N: αἱ Z 7 ὑγείᾳ N 8 δι’ αὑτὸ mutatum in δι’ αὐτοῦ Z 11 διώκει N 12 τίμιαι N 14 Z in marg.: ὑπερεπήδησεν ἐνταῦθα τινὰ τῶν ἀριστοτέλους ὁ παραφράστης δὲ ταῦτα N 15 ἀγαθοῦ N συλαμβάνειν N 16 ἡμῖν scripsi: ἡμῶν ZN εἰσόμεθα—αἱρετὸν (p. 16,9) desunt N Hinc libri ZR 17 γνωριεῖ Z: γνωρείη R δὲ Z: καὶ R 20 ἐπιζητῇ R 21 ἢ ἰατρῷ Z: καὶ ἰατρῷ R τὸ Z: τέ R 23 τὸν delevi cf. v. 31 24 μέσων R 25 ἡ—ἀγαθά (26) om. Z, add. Ζ2 27 ὑγιείας R 28 αὐ·τουγίεια Ζ2 corr. ex αὐτῆς ὑγιεία: αὐτῆς ὑγίεια R ἀλλ’ Z2: καὶ ZR 29 αὐτουγιείας Z: αὐτοῦ ὑγιείας ZR 30 ἐστίν Z: τ’ R 31 ἰώμενος] οἰώμενος ZR 32 ὑγιείας Z: ὑγίας R)Πἀλιν δ’ ἐπανέλθωμεν ἕως τοῦ οὐδὲ ὀλίγος χρόνος. ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ζητῶν τί τὸ ἀνθρώπινον ἀγαθόν ἐμμεθόδως δὲ χρῆται τῇ αἰτίᾳ τῶν γνωριμωτέρων 〈πρὸς〉 τὰ ἧττον γνώριμα. ἔστι δὲ γνωριμώτερον τοῦ ἀνθρωπίνου ἀγαθοῦ τὸ τῶν τεχνῶν, ἔτι δὲ τὸ τῶν κατὰ μέρος τοῦ καθόλου, ἔτι δὲ πασῶν τούτων ἔχουσα τέλος, ὑπὲρ οὗ τὰ λοιπὰ πράττεται πάντα [τὰ ἔμ.προσθεν], ὥστε καὶ τοῦ ἀνθρώπου τὸ τέλος ᾖ πέφυκεν ἄνθρωπος. τοῦτο δὲ ἀνάγκη τῶν πρακτῶν ἁπάντων εἶναι τέλος· εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, .̔́τι ἄλλο τέλος ἄλλῳ οὗ ἕνεκεν, τοῦ δὲ τῆς πολιτικῆς τέλους ἦν ἄνθρωπος τέλος ᾗ ἄνθρωπος, οὗ ἅπαντα τὰ ἄλλα χάριν πράττεται. διόπερ τὸ τῶν ἀνθρωπείων πρακτῶν ἀπάνιων τέλος τοῦτ’ ἂν εἴη τἀγαθόν. τοιοῦτον γάρ τι νῦν ζητεῖται· τὸ γὰρ πρακτὸν ἀγαθὸν εἴη ἂν ζητητέον. εἰ δὲ μὴ ἐν τούτῳ μόνῳ ἀλλὰ καὶ ἐν ἄλλῳ τινὶ ἡ εὐδαιμονία, οἷον εἰ ἐν τῷ θεωρεῖν, ταὐτὸν ἄν εἴη ζητητέον, τίνα τὰ συμπληροῦντα τὸ τέλος.
Μεταβαίνων δὲ ὁ λόγος εἰσελήλυθεν εἰς τὸ δεῖν ζητῆσαι, εἰ ἐν ἑνί ἐστιν ἡ εὐδαιμονία ἢ ἐν πλείοσιν. ὁποτέρως δ’ ἄν ἔχῃ * * * ἕπεται τὰ ἑξῆς. φησὶ γὰρ δεῖν διασαφῆσαι περὶ αὐτῶν, μετὰ δὲ διαιρεῖ τί διαφέρει τέλος καὶ τελειότατον τέλος, ἵνα δείξῃ, ὅτι ἡ εὐδαιμονία τέλος ἐσι-ὶ καὶ κυ- ρίως τέλος καὶ τελειότατον τέλος. καλεῖ μὲν γὰρ κοινῶς τέλος ἐν πάσῃ τέχνῃ καὶ πράξει, οὗ ἕνεκεν τὰ λοιπὰ πράιτεται. ἔνθεν μὲν οὖν οὐκ ἔστι τέλος δι’ αὑτὸ αἱρετόν . ἀλλὰ πάντως δι’ ἕτερον . οὐκ ἔστι τέλειον τέλος τὸ τοιοῦτον· ἄλλων γὰρ χάριν πράττεται, ὅπερ οὐ λέγει οἰκεῖον ἀλλὰ τῶν πρὸς τὸ τέλος. τοὀ̓́ῦτα δὲ τὰ ὄργανα πάντα, οἷον πλοῦτος αὐλοί· οἵ τε γὰρ αὐλοὶ τέλος ὄντες αὐλοποιητικῆς ἕνεκεν τῆς αὐλητικῆς εἰσι καὶ τοῦ τέλους αὐτῆς, ὅ τε πλοῦτος, χρηματιστικῆς τέλος, αᾡετός ἐστι διὰ τὴν ἐλευθεριότητος χρῆσιν· τελειότερον δὲ τὸ τῆς αὐλητικῆς τέλος τοῦ τῆς αὐλοποιητικγ͂ͅς· οὐ μόνον δὲ τελειότερον ἀλλὰ καὶ τέλος ἄν εἴη πᾶν τὸ καθ’ αὑτὸ αἱρετὸν κἄν δ-́’ ἕτερον ᾖ , οἷον ἀρετὴ καὶ ἡ ἀβλαβὴς ἡδονὴ καὶ τιμή· τούτων γὰρ ἕκαστον καὶ δι’ αὑτὸ αἱ- ρετὸν καὶ διὰ τὴν εὐδαιμονίαν. τὰ μὲν καθ’ αὑτὰ αἱρετὰ πάντα τελειότερα [*](1 ἕως τοῦ corr. Z-: ἕως ἂν ZR ὀλίγος R: ὁ λόγος Z 3 πρὸς addidi post γνώριμα lacuna trium litterarum R 4 ἔτι Z2: ἔστι ZR 5 τοῦ καθόλου Z2: lacuna 11 fere litterarum ZR ἔτι Diels: ἔστι libri ἔχουσα τέλος ὑπὲρ οὗ τὰ Ζ2: lac. ZR 6 τὰ ἔμπροσθεν delevi 7 πέφυκεν Z2: lacun. ZR 8 ἔμπροσθεν] Α 1 p. 1094a 15 ἄλλο Z: ἄλλω R 10 ἀνθρωπείων Z2: ἀνθρώ- πων ZR 12 μ(??)νω R ἀλλὰ R: om. Z: add. Z2 ἡ om. R 13 τοῦ post θεωρεῖν add. Z2 ζητατἐον R τίνα τὰ add. Z2: om. ZR 15 δὲ] δὴ Arist. εἰς om. R 15. 16 εἰ ἐν ἑνὶ RZ2: εἰ ἑνὶ Z 16 ἔχη Z: ἔχει R lacunara indicavi 20 π(??)ττεται Z: πράττεται R 21 αὐτὸ scripsi: αὐτὸ Z: αὐτὸν R 22 τῶν πρὸς τὸ τέλος Z2: πρὸ τέλος Z: πρὸς τέλος R 24 αὐλοποιη- τικοῦ R πλοῦτος R: πλοῦτος καὶ Z: πλοῦτος καὶ τὸ Z2 25 ἐλευθεριότητα R 26 τῆς ante αὐλητικῆς om. R 27 ἀλλὰ — ἦ] lac. Z; add. Z2)
Ἀλλ’ ἴσως τέλειον μὲν ἀγαθὸν ὁμολογήσαιεν τὴν εὐδαιμονίαν καὶ ἄριστον· δεῖ δὲ ληφθῆναι ἐναργῶς τί ποτέ ἐστιν. εἶτα τρίτην τινὰ παραδίδωσι μέθοδον, δι’ ἧς ἀεὶ τὸ ζητούμενον τέλος εὑρήσομεν ὁτιοῦν. τί ποτέ ἐστι. παντὸς γὰρ τὸ τέλος ἐν τῷ ἔργῳ δοκεῖ εἶναι τὸ εὖ προσλαμβάνον, οἷον σκυτικῆς τέλος ἐν τῷ ἔργῳ τῷ τῆς σκυτικῆς. εἰ οὖν ἔργον σκυτικῆς ὑπόδημα, ἀνθρώπου δὲ ζητοῦμεν τὸ τέλος τί ποτέ ἐστιν, ληπτέον ἄν εἴη τὸ ἔργον τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπον. ὅτι δέ ἐστιν ἔργον ἀνθρώπου ᾗ ἄν- θρωπος, προσβιβάζει πρῶτον μὲν ἐκ τοῦ ἄλογον εἶναι τέκτονος μὲν καὶ σκυ- τέως ὁμολογεῖν τι ἔργον εἶναι καὶ ἀνθρώπου τῶν μορίων εἶναι ἔργα, οἷον ὀφθαλμοῦ μὲν τὸ ὁρᾶν, ποδὸς δὲ τὸ βαδίζειν, χειρὸς δὲ τὸ λαμβάνειν καὶ διδόναι καὶ ἄλλο τι τῶν προσηκόντων τῇ χειρί· εἰ οὖ̣ν τῶν μορίων ἑκάστου ἐστὶν ἔργον, εἴη ἂν καὶ ἀνθρώπου. τί οὖν ἐστιν αὐτοῦ ᾗ ἄνθρωπος; ἆρά γε ζῆν; ἀλλὰ καὶ τοῦτο κοινὸν καὶ τοῖς φυτοῖς καὶ ὅλως ο̣ὐδὲ ἔργον αὐτοῦ ἐστι τὸ μετέχειν ζωῆς, ἀλλ’ ὑπάρχον ἐκ φύσεως. εἰ οὗν τὸ μὲν ζῆν κοινὸν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ τοῖς φυτοῖς, τὸ δὲ ἔργον ἑκάστου ἴδιον, χωρστέὀν ἄν εἴη τὴν θρεπτικὴ ζωήν, ὡς οὐκ ἐν ταύτῃ ὄντος τοῦ ἀνθρω- πίνου ἔργου. ὁμοίως οὐδὲ ἐν τῇ αὐξητικῇ εἴη ἄν· καὶ γὰρ αὕτη κοινὴ φυ- τοῖς. ἀλλ’ οὐδὲ ἐν τῆ αἰσθητικῇ ζωῇ· κοινὴ γὰρ αὕτη καὶ τοῖς ἀλόγοις ζῴοις. [*](3 ἑνὸς N: ἓν Ζ ὑγίεια Z: ὑγιᾶ Z 4 προσγίνηται sciipsi: γίνεται ZN: προσγί- νααι Z2 tale quid conabar οὐ πάντα αἱρετώτερα ἑνὸς ἢ δυοῖν οὐδὲ πάντα μετὰ τοῦ τέλους τοῦ τέλους αἱρετώτερα 11 δὲ ἢ εἰ Z: δὲ οἱ N καὶ ora. N 12 τέ- λεῖ’ M Ι3 αἱρετωτέραν N "20 ὁιοοῦν NZ 21 προσλαμβάνων X 22 σκυτι- κῶν (post ἔργον) N 23 υιπόδrd.μα N 24 alterum ἔργον om. N 24. 25 ᾗ ἄνθρωπος om. Z 28 προσήκοντι Z: corr. Z2 29 αὐτοῦ Z: αὐτὸ N 31 ὑπάρχων N 34 an καὶ γὰρ καὶ αὕτη κοινὴ τοῖς φυτοῖς? o.) αἰσθητι- κῶν N γὰρ Z : γὰρ καὶ X ἀλόγοις Z : αnλοις N)
Εἰ γάρ ἐστιν ἔργον ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου (τοῦτο δὲ προσέθηκε διὰ τὸ παθητικὸν τῆς ψυχῆς, ὃ εἰ καὶ μὴ ἴδιον ἔχει λόγον ἀλλ’ ἐνεργεῖ γε οὐκ ἄνευ λόγου τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς), τὸ δ’ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σ.πουδαίου. τῷ γὰρ γένει ἐστὶ ταὐτόν, οὔτε δὲ ἀριθμῷ οὔτε εἴδει τὸ τοῦ σπουδαίου ἔργον καὶ τὸ τοῦ τυχόντος ἐν ᾧτινι ἔργῳ, οἷον ὑπόδημα ἔργον καὶ σπουδαίου σκυτέως καὶ οὐ σπουδαίου· τὸ αὐτὸ οὗν τῷ γένει· τὸ γὰρ ὑπόδημα γένος· τὸ δὲ σπουδαῖον ὑπόδημα καὶ τὸ φαῦλον εἴδη. ἀπλῶς δὲ ἐπὶ πάντων τοῦ αὐτοῦ προτιθεμένου καὶ τῆς κατὰ τοῦτο ὑπεροχῆς τὸ σπουδαῖόν ἐστιν. εἰ οὖν ἔργον ἐστὶν ἀνθρώπου ζωὴ λογική, αὕτη δὲ ψυχῆς ἐνέργεια μετὰ λόγου, σπουδαίου <δὲ> ἀνδρὸς <εὖ> ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἄν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια κατ’ ἀρετήν. περιλαβόντι δὲ ἔσιν εἰπεῖν οὕτως τὸ ὑποθετικόν· εἰ ἔστι ταὐτὸν ἔργον ἀνθρώπου καὶ σπουδαίου ἀνθρώπου μετὰ τῆς τοῦ εὖ προσθέσεως, ἀνθρώπου δὲ ἔργον ζωὴ λογικὴ ἡ κατ’ ἐνέργειαν, σπουδαίου δὲ ἀνδρὸς εὖ ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ εὖ ἀποτελεῖται κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἄν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρειήν· [*](1 τὸ eieci εἶναι eieci 3 τὸ ante θρεπτικὸν om. Z: add. Z2 4 τούτου δὴ οὖν τοῦ λογικοῦ Z (τοὐτου ex τοῦτο Z2): τούτω δὴ οὖν τῶ λογικῶ N 6 λόγον scripsi: λογικὸν libri ἐν ἄλλοις] Α 13 p. 1102b29 8 παθητικὸν Z2 corr. ex παθητικοῦ 9 ἀλόγων N: ἄλλων Z 10 δυνάμην N 12 ἁρμοζόντως Ζ2: ἁρμόζοντα ZN 13 μέτεισι Z: μέτριον N 14 τέλος N: τέλειον Z ὃ om. N 17 ἐνεργεῖ γε Ζ2 in rasura: ἐνεργεῖται N 18 τοῦδε prms om. N 19 τῷ γὰρ—σπουδαίου (20) omissum a Z supplevit Z2 ἀριθμῷ Ζ2: ἀριθμὸν ZN εἴδει Ζ2: εἴδη ZN 19. 20 τὸ τὸ σπουδαίου Ν 21 τῷ Z: τὸ N 22 inter σπουδαῖον et ὑπόδημα add. καὶ τὸ statim deleta Z: τὸ N εἴδη Ζ: ἤδη N 25 δὲ et εὖ addidi Arist. secutus ἐνεργεῖν Z2 in ras.: ἐναργοῦς N ἐνεργεῖ Z2: ἐνεργεῖται ΖΝ 27 τὸ ὑποθετικὸν corr. Ζ2: τοῦτον θετικὸν ZN 28 alterum ἀνθρώπου om. N 28. 29 προσθέσεως] προθέσεως N: προσθήκης Z 29 ζωὴ om. NZ: add. Z2 δὲ om. NZ: add. Z2 30 ἐνεργεῖν Z: ἐνεργοῦς N)
Ώσπερ γὰρ οἱ γραφεῖς πρῶτον μὲν περιγράφουσι ὁλοσχερῶς, εἶτα [τότε] ἕκαστον ἀναγράφουσιν ἀκριβῶς, οὕτω φησὶ πρῶτον τύπῳ περιγεγράφθαι τὸν τῆς εὐδαιμονίας ὁρισμὸν μεταφορικῶς χρησάμενος τῷ λόγῳ, εἶτα ὕστερον ἐπαγγέλλεται ἀκριβώσειν αὐτόν. ἔστι δὲ τὸ μὲν εὑρεῖν, ὥς φασι, χαλεπόν, τὸ δὲ περιαρθρῶσαι καὶ περιαγαγεῖν τὰ ἤδη καλῶς πεπραγμένα παντός, οὐχ ὅτι τοῦ τυχόντος καὶ ἰδιώτου παντάπασιν, ἀλλά καὶ τοῦ μὴ πάνυ ἱκανοῦ· προσθείη γὰρ ἄν τι τοῖς εὑρημένοις καὶ ὁ μὴ τέλειος ἐν ὁτῳοῦν ἐπιτηδεύματι καὶ λόγῳ. καὶ γὰρ ὁ χρόνος αὐτὸς συνεργὸς εἰς ταύτα· ἡ γὰρ ἐν τῷ χρόνῳ πεῖρα τῶν πραγμάτων τὰ παραλελειμμένα ἐξευρίσκει, ὅθεν καὶ τῶν τεχνῶν αἱ ἐπιδόσεις γεγόνασι, τῶν μὲν πρῶτον εὑρόντων θαυμαστῇ τινι φύσει χρησα- μένων, τοῦ δὲ χρόνου καὶ τῆς ἐν αὐτῷ πείρας πρὸς τὴν ἐπίδοσιν συμπράττονοτος. δεῖ δὲ, ὥσπερ καὶ πρότερον εἴρηκε, μὴ ἐν πᾶσι τἀκριβὲς ὁμοίως ἐπιζητεῖν, ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην ἵνα μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γένηται. ἐὰν γὰρ ἀφέμενός τις τοῦ οἰκείου τῇ ὑποκειμένῃ αὐτῷ ὕλῃ ἀκριβέστερόν τι ἢ καθ’ αὑτὸ ζητῇ, ἐν τοῖς παρέργοις ἐπὶ πλεῖον διατρίψει, οἷον ἐὰν ὁ τέκτων, ἀφέμενος τοῦ κεχρῆσθαι τῇ ὀρθῇ ἐφ’ ὅσον χρησίμη πρὸς τὸ ἔργον αὐτοῦ, ζητῇ τὸ τί ἐστιν ἡ ὀρθή, ὅπερ ἁρμόζει τῷ γεωμέτρῃ, θεατῇ ὄντι τἀληθοῦς· τῷ δὲ τέκτονι οὐδὲν διαφέρει, κἀν μικρῷ τινι μᾶλλον κατεζευγμένη <ᾖ> ἡ εὐθεῖα γωνία, κἂν πλεῖόν τι ἔχῃ· ὡς γὰρ [*](2 θεωρητικήν scripsi: θεωρητικόν ZN 5 τελίω N 6 ἢ ἐν ὀλίγῳ χρόνῳ eieci 7 an ὁ ἀνθρώπινος? εἰ Z: ἡ N ἀρετὰς Z: ἀρχὰς N 8 τελίου N καὶ delevi 9 τελείου Z: τέλος N 10 ἔστιν ἡ—ἀκριβώσειν ἀκριβώσειν αὐτόν (17) = Class. XXVIII 312 ἡ om. Z 12 ἕως ἀρίστην scripsi: ταύτην δὲ ἡμῖν ZN 12. 13 εἶναί φαμεν (p. 1099a30) Arist. libri HaMb: φαμὲν εἶναι Arist. vulg. 14 μὲν om. N τότε eieci 20 ἄν τι N: ἄν τις Z εὑρημένοις scripsi: εἰρημένοις ZN τέλειος NZ2: τέλος Z ὅλω οὖν N 23 θαυμαστῇ scripsi: θαυμάστως ZN 25 εἴρηκε scripsi: εἴρηκα ZN; cf. c. 1 p. 1094b13 27 γένηται libri (et Arist. Mb) γίγνηται Arist. 30 ζητῇ Z: ζητεῖ N τὸ τί ἐστιν ἡ ὀρθὴ 0111. NZ: add. Z2 32 ῂ addidi πλεῖον scripsi: πλεῖστόν ZN ἔχη Z: ἔχει N)
Σκεπτέον δέ φησι περὶ αὐτῆς λῶν, ἤτοι τῆς ἀρχῆς τῆς ὡς τοῦ τέλους ἢ τῆς εὐδαιμονίας· ἐπὶ ταύτην γὰρ φέρομεν ὁποτέρως ἂν λάβωμεν. πλὴν σκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας τί ποτέ ἐστιν οὐ μόνον ἐκ τοῦ γεγενημένου συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος· τουτέστιν ἐξ ὧν προτάσεων γεγένηται ὁ λόγος, δι’ οὗ ἀπέδειξε τί ποτέ ἐστιν ἡ εὐδαιμονία. ἦν δὲ ὑποθετικὸς καὶ ἐν αὐτῷ <ἡ> πρότασις καὶ τὸ οὐ μόνον οὖν ἐξ ἐκείνου τοῦ συμπεράσματος ληπτέον τί ἐστιν ἡ εὐδαιμονία ἀλλὰ καὶ ἐξ ὧν εἰρήκασιν οἱ παλαιοὶ περὶ αὐτῆς. χρῆται δὲ ὥσπερ εἴωθε καὶ ἐνδόξοις πίστεσιν· ἔνδοξα δὲ τὰ τοῖς πολλοῖς φαινόμενα καὶ τὰ τοῖς σοφοῖς. τὴν μὲν οὖν τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων δόξαν τοιαύτην τινὰ λαμβάνει· τριχῇ γὰρ διοριζομένων τῶν ἀγαθῶν, τῶν μὲν περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τῶν δὲ ἐκτός, τὰ περὶ ψυχὴν μάλιστα ἀγαθὰ καὶ κυριώτατα ἀγαθὰ πάντες ὁμολογήσουσιν. αἱ δέ γε πράξεις καὶ ἐνέργειαι οὐδενὸς ἄλλου ἡ ψυχῆς· ψυχικαὶ οὖν. οὐ γὰρ εἰ ὀργάνῳ χρώμεθα τῷ σώματι πρὸς τὰς πράξεις, αὐτοῦ ἡγητέον εἶναι αὐτὰς ἀλλὰ τῆς ψυχῆς τῆς χρωμένης αὐτῷ· εὔλογον δὴ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν εὐδαιμονίαν ἐν ψυχῇ θεῖναι, ἐν ᾗ τὰ κυριώτατα καὶ μάλιστα ἀγαθά· ὀρθῶς οὖν τὰς. πράσεις καὶ ἐνεργείας λέγει τὸ τέλος καὶ τὴν [*](1 τῆς Ζ2 corr. ex ταύτης: ταύτης ZN 2 πᾶσαι Ζ2 corr. ex πᾶσι. πᾶσι ZN 3 μάλλιστα N 8 ἐστιν Z: ἢ N τοιαύτη N: τοιάδε Z ἐμπειρίας (R): ἀπειρίας ZN 10 ὑπὸ Z: παρὰ N 10. 11 τόδε τὸ Z: τὸ τόδε Ν 11 ἑκάστας Z extremis litteris in rasura ἑκάστου N 12 δὲ alterum om. a Z add. Z2 ἄλλω Z: ἄλλο N 14 δὲ om. NZ: add. Ζ2 15 ἡ δὲ ἀρχὴ—τοῖς σοφοῖς (25) = Class. Journal ΧΧVIII 312. 313 πλείων Z: πλειόνων N 18 ταύτην Z2 in ras.: ταύτας N γὰρ Z2: om. ZN ὁποτέρας N 19 περὶ Z: πῶς ἐστι N 21 προτάσεων N: τάσεων Z: corr. Ζ2 22 ἢν δὲ Z: ἦν ὁ N ἡ addidi 24 ἀλλὰ—αὐτῆς om. NZ: add. Ζ2 27 τριχῆ ΝΖ2: ταχῆ Z 29 καὶ αἰ N 31 αὐτῶν N δὴ Z: δὲ N 32 ἐν ψυχὴ θεῖναι N: ἐμψυχωθῆναι Z: γρ. ἐν ψύχη εἶναι Ζ2 33 οὖν τὰς Z: ‘αὐτὰς N)
Μετὰ δὲ ταῦτα πειρᾶται συναρμόζειν τὴν ἑαυτοῦ δόξαν καὶ τὰς πρὸ αὐτοῦ, ὅσοι περὶ εὐδαιμονίας ἀπεφήναντο. τοῖς μὲν γὰρ ἀρετὴν ἢ φρόνησιν εἰποῦσιν ἡ σοφίαν τὴν εὐδαιμονίαν συνῳδὸς ἡ <* * *> ἐνέργειαν κατ’ ἀρετήν· αὐτῆς γὰρ δηλονότι ἐστὶν ἡ κατ’ αὐτὴν ἐνέργεια. πλὴν τὸ ἐνέργεια ἐπηνώρθωται· τελειότερον γὰρ τὸ ἐν χρήσει θεῖναι τὴν εὐδαιμονίαν μᾶλλον ἤπερ ἐν κτήσει. καθάπερ δὲ ’0λυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται, ἀλλ’ οἱ ἀπλῶς ἀγωνισάμενοι καὶ νικήσαντες, οὕτω καὶ τῶν ἐν τῷ βίῳ τῶν] καλῶν καὶ ἀγαθῶν, τουτέστι τῆς εὐδαιμονίας, μέτοχοι γίνονται οἱ ἐνεργήσαντες καλῶς· ἐοίκασι γὰρ τοῖς ἀγωνισαμένοις καὶ νενικηκόσι. καὶ τὸ παράδειγμα δ’ ἔοικε συνῳδὸν εἶναι τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ. κατὰ μὲν οὖν τὰ εἰρημένα συνῳκείωσε τὸν αὑτοῦ λόγον τοῖς μόνην τὴν ἀρετὴν εἰποῦσι τὴν εὐδαιμονίαν· τοῖς δὲ ταῦτα, τουτέστι πάσας τὰς ἀρετὰς ἢ τούτων τινά, φιλοσοφίαν ἢ φρόνησιν. εἶναι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς συναρμόζει τὴν ἑαυτοῦ δόξαν διά τῶν ἑξῆς. τὸ δὲ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς διαφέρει τι. μεθ’ ἡδονῆς μὲν οἱ λέγοντες μέρος τῆς εὐδαιμονίας ποιοῦσι τὴν ἡδονήν, οἱ δὲ οὐκ ἄνευ ἡδονῆς, οὐ μέρος ἀλλ’ ὧν οὐκ ἄνευ ἡ εὐδαιμονία λέγουσι τὴν ἠδονήν. τούτοις δὴ προσαρμόζει ὁ λόγος· εἰ γὰρ καὶ μὴ πρόκειται ὅτι ἐστὶν ἡ εὐδαιμονία ἐνέργεια κατ’ ἀρετὴν τελείαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ἀλλὰ δῆλόν γέ ἐστι ὅτι πάντως συνέπεται ταῖς καλαῖς ἐνεργείαις ἡ ἡδονή· διό φησι τὸν βίον τῶν ἐνεργειῶν κατ’ ἀρετὴν ἐν προηγουμένοις εἶναι καθ’ αὑτὸν ἡδύν. τὸ μὲν γὰρ ἥδεσθαι ψυχικόν· καὶ γὰρ αἱ καλούμεναι σωματικαὶ ἡδοναὶ ψυχῆς εἰσι διὰ σώματος, ἑκάστῳ δὲ τῷ φιλοδικαίῳ τὰ δίκαια καὶ ὅλως τῷ φιλαρέτῳ τὰ κατ’ ἀρετὴν ἀνάγκη λέγοντα καλὰ ἢ πράττοντα ἥδεσθαι. εἰ μὲν οὖν μὴ ἐν αὐταῖς ταῖς ἐνεργείαις ἐνῆν [ἂν] τὸ ἡδὺ ἀλλ’ ἔξωθεν ἔδει αὐτὸ τὸν μέλλοντα εὐδαιμονήσειν πορίζεσθαι, ἐχρῆν ἐν τῷ ὁρισμῷ προσιιθέναι ὅτ’. ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς προσθέτου αὐταῖς οὔσης τῆς ἐνεργείας. ἐπεὶ δὲ ἐν αὐταῖς ἐστι ταῖς καλαῖς ἐνεργείαις τὸ ἡδὺ ἀποχρώντως, δεδήλωκεν ὅτι ἥδιστός ἐστιν βίος ἡ εὐδαιμονία, εἰπὼν ἐνέργειαν αὐτὴν κάτ’ ἀρετήν· δεῖ δὲ πανταχοῦ προσυπακούειν ἐν προηγουμένοις. καὶ γὰρ τοῖς πολλοῖς ἀνθρώτὸ [*](4 εὖ (alterum) scripsi: τῶ εὖ ZN ante πράττειν repetiverat ζῆν Z quod delevit Ζ2, praeeunte ut videtur ipsa Z1 8 συνῳδός ἡ add. Z2: om. ZN lacunam indicavi 9 κατ’ αὐτὴν N (et Arist.): καθ’ αὑτὴν Z πλὴν τὸ ἐν . . . NZ, supplevit έργεια Ζ2 10 θῆναι NZ 13 τῶν eieci 14 ἀγονισαμένοις Z 15 δ’ ἔοικε συνῳδὸν om. NZ: add. Ζ2 ἐνεργείᾳ om. NZ: add. Ζ2 οὖν om. NZ: add. Ζ2 16 αὑτοῦ scripsi: αὐτοῦ libri 18 οὐκ om. Z 25 ἡ om. Z ἐνεργειῶν Z: ἐνέργειαν N 28 ἀνάγκη λέγοντα Z2: ἀντιλέγοντα NZ 29 αὐταῖς scripsi: αὐτῇ ZN ἐνῆν Z2: ἐν ἡ ZN ἄν τὸ Z: αὐτὸ N: ἄν delevi 30 αὐτὸ Z2: αὐτὰς NZ 31 προστιθέναι Z2: προτιθέναι NZ 32 οὐκ om. N 33 δεδήλωκα Ν 34 ὁ βίος N 35 γὰρ om. Z)
Φαίνεται δὲ ὅμως τῶν ἐκτὸς ἀγαθῶν ἕως τοὐ καὶ πρακτικοὺς τῶν καλῶν.
Τίθεται τὴν εὐδαιμονίαν δεῖσθαι καὶ τῶν, ἐκτὸς ἀγαθῶν· ἐκτὸς δὲ ἀγα- θῶν ἤτοι τῶν περὶ τὸ σῶμα· ἐκτὸς αὐτὰ λέγει ὡς πρὸς τὴν ψυχὴν πάντα [*](2 πινεῖν Z mut. in πίνειν a Z2: πεινῆν N σιτιεσθαι Z 4 μεταμελλείᾳ Ν 5 καὶ (ante λυπηρὰ) om. N 6 τὸ ἀλγοῦν scripsi: τὸ ἀλγεῖν Z: ἁπλῶς N 8 κοινονοὺς N ποιεῖ N 9 ὅλους N συνίδη libri 11 τε scripsi: δὲ ZN: om. Arist. καὶ om. N 13 αὑταῖς libri παρὰ N: περὶ Z ὑπὲρ N: ὑπὸ Z: corr. Ζ2 πλησμ . . . Z: οναὶ add. Ζ2 16. 17 ἐξόθεν N 18 τὸ addi ἀρετὴν Z: ἀρχὴν N 20 ἕκαστοι ZN ἄρα Ζ2: om. ZN 23 οὐκ Ζ2: om. ZN 25 εὐδαιμονίαν scripsi Arist. secutus: εὐοαιμονίας libri 30 ὅμως corr. Ζ2: ὁμοίως NZ τοῦ om. ZN: add. Ζ2 33 αὐτὰ Diels: αὐτοῦ ZN)
Τὰ δὲ ἐφεξῆς δοκεῖ τισι μαλακωτέρως εἰρῆσθαι. φησὶ γὰρ ἐνίων στερουμένους ῥυπαίνειν τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους. φαῖεν γὰρ ἄν τινες καὶ δυσγενῆ ὄνια καὶ μὴ καλὸν καὶ ἄτεκνον ἐνεργεῖν ἐν προηγουμένοις ἐνδέχεσθαι, ἐνεργοῦντα δὲ εὐδαιμονεῖν ἀνάγκη. πρὸς δὲ τούτου λεκτέον ὡς καὶ Ἀριστοτέλης ἐπαινεῖ τοὺς τοιούτους, ὡς ἐπανορθοῦντας τὸ ἔλλειμμα τοῦ γένους ἢ τὸ τοῦ εἴδους ἤ τινων ἄλλων ὧν εἰσιν ἐνδεεῖς, ἀλλ᾿ ὅμως ῥύπον τινὰ ἐγγίνεσθαι ὑπὸ τῆς ὑπερβαλλούσης δυσγενείας, οἷον εἴ τις ἡταιρηκότος υἱὸς εἴη· πῶς γὰρ οὐ ῥύπος τοῦτο, ὃν ἀπονίψαιτο μὲν ἴσως καὶ [*](1 ἐκτὸς om. N ὅπως Ζ: ἴσως ὅπερ ἐστὶ Ζ2: ὅποι N τὸν λόγον Z: τῶν λόγων N 3 δεῖται δὲ—ἐνεργείας ἐνίοτε (p. 25,1. 2) = Class. Journal XXVIII 313. 314 4 αὐτῆς Z: om. N 5 ἰδίου ΝΖ2 in rasura τὰ καλὰ Arist. 6 ἀποχορήγητον Ν: μὴ χορήγητον Z οὐχ οἷόν τε Ζ2: πάντα δὲ ΖΝ 7 εἶτα Ζ2 εἴπερ ZN 8 ἄμα Diels: ἀλλὰ libri 11 δυνατοὶ scripsi: δυνατὸν libri αὐτῶν libri 12 οἷς scripsi: ὅσοι ZN εἰσὶν bis Z, delevit alteram Z2 Ξενοφῶν] Inst. Cyri VIII, 2, 10 14 καὶ — πλούτου (15) om. Z 15 διά πλούτου eieci ἐρρύσαντο Z 16 πολιτικὴ Arist.: πολεμικὴ ΖΝ 17 καλὰς (post τὰς) Ν: μεγάλας Z 18 πόλη Z: corr. Ζ2 19 αὐτὸν scripsi: οὐ Z: ras. duarum litterarum N 22 ἐνεμοθέτησε Ν Ζέλαυκος Ν 24 τὰ δὲ—μόνῳ ζῆν (p. 25,7) = Hermae V 96. 97 26 γὰρ om. N ἐνεργεῖν Diels: ἐνέργειαν libri 29 ἔλλειμα Z: corr. Ζ2 31 υἱὸς Z: ἑνὸς Ν ὅν Z (ν addita a Ζ2): ὅτι N: ὄν μὲν in rasura Z: λέγεται N)
Διὸ καὶ ἀπορεῖται πότερον, φησίν, ἐστὶ μαθητὸν ἡ εὐδαι- μονία καὶ ἄλλως πὼς ἀσκητὸν ἢ κατά τινα θείαν μοῖραν ἢ τύχην παραγίνεται· ὅτι δὲ οἰκεῖα ταῦτα τοῖς προειρημένοις δῆλον. οἱ μὲν γὰρ λέγοντες ταὐτὸν τὴν ἀρετὴν τῇ εὐδαιμονίᾳ μαθητὸν τὴν ἀρετὴν <καὶ> εὐδαιμονίαν ἢ ἀσκητὸν ὑπολαμβανουσιν. ἡ μὲν γὰρ φρόνησις πάντως μαθητὸν καὶ ἡ σοφία, ἡ δὲ ἠθικὴ ἀρετὴ τὸ μὲν πλεῖστον ἐθιστή, δεῖται δὲ καὶ μαθήσεως· ἡ δὲ ἄσκησίς ἐστι μὲν καὶ αὐτὴ ἔθος ἀλλ’ οὐχ ἅπασα, ἀλλ’ ἡ ἐν μελέτῃ πόνων καὶ ἀλγηδόνων ὑπομονή. τοῦτο γὰρ ἔνιοι τὴν ἀρετὴν ὑπο- λαμβάνουσι καὶ τὴν εὐδαιμονίαν· οἱ δὲ οὐκ ἐν ἀρετῇ εἶναι λέγοντες τὴν εὐδαιμονίαν αὐτὴν ἤτοι κατὰ θείαν μοῖραν παραγίνεσθαί φασιν ἢ διὰ τύχην· εἰ μὲν οὖν καί ἄλλο τι θεοδώρητόν ἐστιν, εἴη ἄν καὶ ἡ εὐδαιμονία δῶρον θεῶν, ὡς ἄν εἴποι τις τῶν τιθεμένων τοὺς ἀγῶνας τὰ ἔπαθλα ὡς τοὺς στεφάνους· τεθείκασι γὰρ ἐν μέσῳ το·ῖς δυναμένοις καλῶς ἀγωνίζεσθαι· οὕτω δὲ καὶ ἡ εὐδαιμονία ἔπαθλον ἐν μέσῳ κεῖται ἰοῖς δυναμένοις [καλῶς ἀγωνίζεσθαι] ἀρετῆς ἐπιμελεῖσθαι καὶ κατὰ ταύτην ἐνεργεῖν. ἀλλ’ εἰ μὲν θεῶν ἐστι δῶρον, ἄλλης ἄν εἴη σκέψεως φυσικωτέρας· φαίνεται δὲ εἰ καὶ μὴ θεοδώρητον, ἀλλὰ θεῖόν γέ τι ἡ εὐδαιμονία· θεῖον γάρ τι πρᾶγμα ἡ ἀρετή, ὥστε [*](1 ἀπορύψειεν NZ; alterum ρ add. Ζ2 ἐκποδῶν Z: ἐκπηδῶν Ν 3 τὸν Ν: τὸ Z 4 προνημον Ν 8 εἴπω N ἡ εἰ N δ᾿ ἐννοεῖν scripsi: δὲ νοεῖν ZN 14 τὴν corr. Z2 ex καὶ καὶ N 15 λέγουσιν (R): λέγει ZN ὁρῶντες Z: ἐρωτῶντες N 18 διὸ καὶ—φυσικωτέρας (33) = Class. Journal XXVIII 314 19 ἢ καὶ διὰ τύχην Arist. τυχεῖν N 20 οἰκεῖα Z2: μετὰ ZN: an ἀκολουθεῖ scribendum? 21 καὶ addidi 24 αὐτὴ scripsi: αὕτη libri 25 ὑπομονὴ N 28 τι καὶ ἄλλο, erasa litterula una ante τι, quae fuisse videtur ὃ Z θεῶν om. NZ: add. Ζ2 ὡς τοὺς Diels: εἰς τοὺς libri 30 post ἀγωνίζεσθαι verba ἀρετῆς ἐπιμελ Z, statim deleta τοῖς Z: τῆς N 31. 32 καλῶς ἀγωνίζεσθαι delevi 33 ἄλλης Ζ2: ἄλλως ZN καὶ μὴ scripsi: μὴν καὶ ZN)
Δῆλον γὰρ εἶναί φησιν ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ τὸ ζητούμενον· τὸ ζητούμενον δέ ἐστι πότερον διὰ τύχην ἡ εὐδαιμονία παραγίνεται ἡ δι’ ἀρετὴν· ὁ δὲ λόγος ἦν ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποιά τις, τουτέσιιν ἐν προηγουμένοις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἁναγκαῖον τῷ εὐδαίμονι, οἷον ὑγίειαν εὐαισθησσίαν· ἀναγκαῖα γάρ ἐστιν ὧν ἄνευ οὐχ οἷόν τε ζῆν· νοσηλευόμενος δὲ ἢ ἐν πικραῖς μάχαις καὶ ἀνιάτοις ὢν οὐκ ἄν ἕλοιτο ζῆν ὁ ἐνάρετος (ἐμοὶ μὲν δοκεῖ τῶν ἀναγκαίων εἶναι ἀγαθῶν καὶ ὁ φίλος· οὐ γὰρ ἄν ἕλοιτο ἄνευ φίλων ζῆν ὁ σπουδαῖος). συνεργὰ δὲ καὶ χρήσιμα ὡς ὄργανα πλοῦτος καὶ ἰσχὺς καὶ δόξα· πλοῦτος μὲν γὰρ πρὸς τὰς κατ’ ἐλευθεριότητα ἐνεργείας, ἰσχὺς δὲ πρὸς τὰς κατ’ ἀνδρείαν, καὶ διὰ δόξαν δὲ τῶν συλλαμβανόντων πολλοὶ ἠδυνήθησαν πολλὰ κατεργάσασθαι. οὐκ ἀναγκαῖα δὲ ὁμοίως ἐστὶ ταῦτα τοῖς προειρημένοις· ἐγχωρεῖ γὰρ καὶ ἄνευ αὐτῶν ζῆν. ἔτι δέ φησι τὸν ἀποδοθέντα ὑπ’ αὐτοῦ ὁρισμὸν ὁμολογούμενον εἶναι τοῖς ἐν ἀρχῇ ῥηθεῖσιν. ἔκειτο γὰρ τέλος εἶναι τῆς πολιτικῆς τὸ ἄριστον, τουτέστι τὴν εὐδαιμονίαν· ἡ δὲ πολιτικὴ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν. ἔστι δὲ τοῦτο συμφανὲς ἐκ τῶν ἀρίστων πολιτειῶν· τῆς [*](1 ταῦ N δ’ om. Ν ἡ addidi 3. 4 διά τινος μαθήσεως Arist. ὒ· εὐδαιμονίαν γίνεσθαι Ζ2: εὐδαιμονίας γίνεται ΖΝ 7 ἔχειν Ν: μᾶλλον Z Z2 in margine: τοῦτο φησὶν ὅτι ἐνδέχεται τὴν εὐδαιμονίαν δι’ ἀρετῆς καὶ ἀσκήσεως καὶ μαθήσεως λέγειν παραγίνεσθαι μᾶλλον ἢ κατὰ τύχην· καὶ γὰρ καὶ τὰ κατὰ φύσιν κάλλιστα καὶ κυρίως ἤτοι τὰ φυσικὰ οὕτω πέφυκεν ἔχειν· ἤτοι ἐκ μαθήσεως καὶ ἀσκήσεως πέφυκε παρα- γίνεσθαι· καὶ οὐκ ἀπὸ τύχης· ὁμοίως δὲ καὶ τὰ τεχνητὰ καὶ τὰ οὐράνια. τοῦτο γὰρ λέγει νῦν ὁ Ἀσπάσιος τὰ κατ’ ἀνάγκην 8 τὰ ante κατὰ ἀνάγκην addidi ἔχει Ν 9 ἐπί Ζ2: om. NZ 9. 10 οὕτως ἔχει om. NZ: add. Z2 11 γὰρ ἄν οὐτῶ N αὐτοῦ libri 17 ἢ Z2 in rasura: ὁ N 18 ἀνίτοις N 19 cf. Arist. Eth. Nic. Θ p. p. 1155a5 20 καὶ ante ἰσχὺς om. Z 21 τὰς inseruit Z2: om. γ΄ ZN ἐνεργείας Ζ2: ἐνερ Z: ἐνέργειαν N 22 τὰς scripsi: τὰ libri κατὰ bis Z; del. alterum Ζ2 δόξαν δὲ Ζ2: δόξαν μὲν ZN 24 ζῆν αὐτῶν Z 26 ἄριστον scripsi ex Arist.: αἱρετὸν ZN ἡ δὲ πολιτικὴ—θεραπευθήσεται (p. 27,6) = Class. Journal XXVIII 314 27 ἐπιuέλιαν N τοῦ Z: τοὺς N πολίτας Z: πάντας N 28 συμφανὲς Z2: om.)
Εἰκότως οὖν ἕως καὶ περὶ μὲν τούτων διοριστέον.
Ἐπειδὴ τῆς εὐδαιμονίας ἡ οὐσία καὶ ὁ λόγος ἀποδέδοται ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν, εἰκότως οὖν οὔτε βοῦν οὔτε ἄλλο τι ζῷον εὔδαιμον λέγομεν· οὐδὲ γὰρ οἷόν τε αὐτὰ κοινωνῆσαι λογικῆς ἐνεργείας. διὰ τοῦτο δὲ οὐδὲ παῖς εὐδαίμων ἐστί· οὔπω γὰρ ἀκροαματικὸς τῶν τοιούτων, φησί, διὰ τὴν ἡλικίαν, ἐπεὶ φύσει μὲν καὶ ὁ παῖς πρακτικός, ὢν λογικὸν ζῶον, διὰ δὲ τὴν ἡλικίαν οὔπω πρακτικός· ἄλογον μὲν γάρ πώς ἐστι καὶ ὁ παῖς, διαφέρει δὲ τῶν ἀλόγων ζῴων ὅτι φύσει λογικός ἐστιν· οἱ δὲ λεγόμενοι εὑ δαίμονες εἶναι παῖδες διὰ ἰὴν ἐλπίδα μακαρίζονται, διότι ἐλπίζονται ἐνεργήσειν κατ’ ἀρετήν· ὅτι δὲ καὶ οἱ παῖδες εὐλόγως οὐ λέγονται εὐδαίμονες, καὶ διὰ τῶν ἑξῆς δείκνυσι. δεῖ γάρ, φησίν, ὥσπερ εἴπομεν καὶ ἀρετῆς τελείας καὶ βίου τελείου· ἐν ᾧ πάντῃ εὐδαιμονήσει, ἐπὶ δὲ τοῦ παιδὸς οὐκ ἔστιν· οὐ γὰρ ἔχει πω τέλειον βίον· ὁ γὰρ ἐλπιζόμενος οὔπω δῆλος ὁποῖος ἔσται· πολλαὶ γὰρ μεταβολαὶ καὶ παντοῖαι κατὰ τὸν βίον γίνονται· καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσῖν ἐπὶ γήρως. τὸ δὲ δεῖ γὰρ ὡς εἴπομεν καὶ ἀρετῆς τελείας καὶ τὰ ἑξῆς συνῆπται τοῖς πρότερον εἰρημένοις περὶ τῆς εὐδαιμονίας. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια ἀρχῆς ἀρετὴν λέγων τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖα, τὰ δὲ συνεργὰ καὶ χρήσιμα. εἶτα συνηγόρησε τῷ ὁρισμῷ διὰ τῶν ἑξῆς εἰπών· ὁμολγούμενα δὲ ταῦτα· καὶ τὰ ἄλλα προσθεὶς ἔπειτα ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον λέγων ὅτι δεῖ καὶ ἀρετῆς τελείας καὶ βίου τελείου, ἴσ’ ὡς ἐμφαίνων ἐν τῷ ἀρετὴν τελείαν [*](1 παιδίας N ὡς ἡ Diels: ἢ ἡ NZ: del. ἢ Ζ2 2 Μίνωνος N 4. 5 ἰατρικοῖς Ζ: ἰατρικῇ Ν 5 τὰ addidi 5. 6 θεραπευθήσεται Ζ2: θεραπευθῇ NZ 6 αὐτοῦ Z: αὐτὸ N εἰ NZ2: om. Z 7 πρακτικοὺς scripsi ex Arist.: πραγματικοὺς ZN 10 καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον διωρίσθω Arist. p. 1101a21 11 ὁ λόγος ΝΖ2: ὅλος Z ἀποδίδοται Z ψυχικῆς Z 12 οὗν om. N 13 λογικῆς κοινωνῆς N: κοινωνεῖν λογικῆς Z 15 φησὶ (φύσις Z: corr. Ζ2)] A 1 p. 1095a2 ὁ παῖς Z2: ὅπως NZ 17. 18 παῖδες εὐδαίμονες εἶναι Z 19 παῖδες—γάρ (20) om. Z: add. Z2 οὐ Z2: om. NZ 22 παντέλειον N 23 an τύχαι addendum post παντοῖαι? 24 εὐθυνοῦντα ZN et Arist. H a 24. 25 περιπατεῖν N 25 τὸ δὲ Ζ2: om. NZ ὡς Z et Arist. Mb; ὥσπερ Ν et Arist. vulg. 27 ἡ om. Z ποιάν N)
Τοῖς δὲ προτέροις ἑπομένην ἀπορίαν ἐπιφέρει, εἰ μηδένα δεῖ ἄνθρωπον εὐδαιμονίζειν <εἰ μὴ> μετὰ τὸν θάνατον. ἆρ’ οὖν εὐδαίμονα οἷόν τε εἶναί τινα ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο ἄτοπον τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐδαίμονα καὶ μάλιστα ἡμῖν τοῖς λέγουσιν ἐνέργειαν εἶναί τινα τὴν εὐδαιμονίαν, ἡ οὐ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα εἷναι; οὐδ’ ὁ Σόλων τοῦτο βούλεται, ἀλλὰ τοῦτο βούλεται ὁ λόγος, ὅτι τηνικαῦτ’ ἂν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον· καὶ τὸ λεγόμενόν ἐστιν, οὐχ ὅτι νῦν εὐδαίμων ἀλλ’ ὅτι ἦν ποτε εὐδαίμων· μακαρίζομεν δὲ αὐτὸν ἤιοι θαρροῦντες καὶ λέγομεν εὐδαίμονα, ὡς ἐκ·τὸς ὄντα κακῶν καὶ δυστυχημάτων. ἔχει μὲν οὖν φησι καὶ τοῦτό τινα ἀμφισβήτησιν καὶ παρεισάγει δευτέραν τινὰ ἀπορίαν, πότερόν ἐστι τῷ τεθνεῶτι ἀγαθόν καὶ κακὸν ὥσπερ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, ἢ οὐ δοκεῖ αὐτῷ εἶναί τι καὶ κακὸν καὶ ἀγαθὸν ἐκ τῶν εὐπραξιῶν καὶ τῶν δυσπραξιῶν τέκνων τε καὶ ὅλως ἀπογόνων; εἶτα ἐπὶ πλεῖον διέξεισι τὴν ἀπορίαν ταύτην· ἐνδέχεται γὰρ τῷ μακαρίως βιώσαντι καὶ ἀποθανόντι πολλὰς μεταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους καὶ τοὺς μὲν εὖ βιῶσαι τοὺ.ς δὲ κακῶς, καὶ τοῖς ἀποστήμασι διαφερόντως ἔχειν καὶ τοὺς μὲν ἔγγιστα ὄντας τοῖς προγόνοις, τοὺς δὲ πόρρω καὶ ἤτοι τοὺς ·ἐγγὺς ἢ τοὺς πόρρω κρείττους ἢ χείρους εἶναι. ἄτοπον δὴ ἑκάτερον, καὶ τὸ μὴ σὺν ἱκνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσι καὶ τὸ συμμεταβάλλειν πυκνῶς τὸν εὐδαιμόνως βιώσαντα ταῖς τῶν ἐκγόνων τύχαις καὶ προαιρέσεσι. τοῦτο μὲν οὖν τὸ δεύτερον ἀπόρημα ὑπερτίθεται· ἐπανιτέον δέ φησιν ἐπὶ τὸ πρότερον ἀπορηθέν· ἴσως γὰρ ἐκείνου θεωρηθέντος φανεῖται καὶ τοῦτο. ἐλέγετο δὲ ἐν τούτῳ δεῖν εὐδαιμονίζειν μετὰ τὸν θάνατον <τὸν> εὐδαιμόνως βιώσαντα ἄνθρωπον, ὡς νῦν ὄντα μακάριον ἀλλὰ καὶ πρότερον· καὶ τοῦτο δὲ ἄτοπον εἰ ὅτε μέν τις εὐδαίμων, οὐκ ἀληθὲς ἔσται τὸ ὑπάρχον αὐτοῦ κατηγορῆσαι ὅτι ἐστὶν εὐδαίμων, ὅτε δὲ μὴ ἔστιν ἀλλὰ τέθνηκεν, τότε ἀληθές ἐστι λέγειν ὅτι ἐν εὐ- δαίμων. δοκεῖ δὲ ἀληθεύειν ὁ τὸ μὲν ὑπάρχον κατηγορῶν ὡς ὑπάρχον· ἔστι γὰρ αὐτὸν εὐδαίμονα μετὰ τὸν· θάνατον εἰπεῖν ὅτι ἦν εὐδαίμων ἀληθῶς καὶ [*](4 τέλειον inserui μὴ ὃν ex βίον nata putabam: exclusit Diels 5 γίνεσθε N τύχας] ν Ζ2 in ras. τὸν om. Z 6 βέλτιον N 7 ἐπιφέρει Ζ2: om. NZ 8 εἰ μὴ addidi τὸν om. Z 12 τηνικαῦτ’] καυτ supplevit Z2 17 τῷ ζῶντι Z: τὸ ζῶντι Ν 18 καὶ (post τι) om. N 19 ἀπόρων N 22 διαφέροντες. Z 21 συνικνεῖσθαι scripsi ex Arist.: συγκινεῖσθαι libri (συνγκινεῖσθαι Z, corr. Ζ2) τὰ Z2: μετὰ NZ 25 συμβάλλειν N 26 ΝΖ2: τύχες Z 28 ἐκκείνου N θεωρηθέντος Ζ2: ῥηθέντος NZ 29 τὸν addidi 30 ὅτε Z: ὅτι N 31 ὑπάρχον scripsi ex Arist.: ὑπάρχειν libri 33 ὁ Ζ2: om. NZ μὲν Z: μὴ N 34 εὐδαίμων Z: εὐδαίμον’ N)
Τὰς ὰς δὲ τῶν ἀπογόνων τύχας ἕως τῶν δὲ ἕξεων τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν.
Μέτεισιν ἐπὶ τῆν ἑτέραν ἀπορίαν. ἦν δὲ εἰ συμβάλλονταί τι τοῖς εὐδαιμόνως μόνως ζήσασι καὶ τελευτήσασιν εὐδαιμόνως αἱ τῶν ἐκγόνων τύχαι πρὸς τὸ διαμένειν τὴν εὐδαιμονίαν αὐτῶν ἢ μὴ διαμένειν. φησὶ δὲ τὸ μὲν μηδὲν συμβάλλεσθαι λέγειν τὰς τῶν ἐκγόνων τύχας καὶ τῶν φίλων τοῖς τελευτήσασι λίαν ἄφιλον καὶ ταῖς δόξαις ἐναντίον. χρῆται δὲ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ † ἐν ᾧ τέως ἄγχει. πάντων δ’ ἀνθρώπων σχεδὸν ἀκούειν ἔστι μεταδιδόντων τοῖς τεθνεῶσι τῆς τῶν ἀπογόνων τύχης καὶ προαιρέσεως. καὶ γὰρ τῶν <οὐκ> εὗ πραττόντων ἢ κακῶς βιούντων δυστυχεῖς φασι τοὺς κἀν τύχωσι τεθνεῶτες· καὶ τοῖς μὲν καλὰ πράττουσιν εἰώθασι λέγειν, ὅτι ὀρθοῦσι τοὺς γονεῖς, τοῖς δὲ κακῶς πράττουσιν, ὅτι ὑβρίζουσι τοὺς προγόνους. αὗται δὲ αἱ δόξαι ἐμφαίνουσιν ὅτι μέτεστί πὼς τοῖς τεθνεῶσι τῆς τῶν ζώντων εὐημερίας καὶ δυσημερίας. ἐπὶ πόσον οὗν μέτεστι, τοῦτο βούλεται διορίσασθαι καί φησι πολλῶν δὴ καὶ παντοδαπὰς ἐχόντων διαφορὰς τῶν συμβαινόντων, καθόλου φησὶν εἶναι διοριστέον, τίνα διικνεῖται πρὸς τοὺς τεθνεῶτας ἐξ ὧν πράττουσιν οἱ ζῶντες, τίνα δ’ οὐ διικνεῖται· εἰ δὴ ὥσπερ τῶν περὶ ἕκαστον ἀτυχημάτων τὰ μὲν ἔχει τοσαύτην δύναμιν ὥστε μεταστῆσαι ἄν αὐτὸν τῆς εὐδαιμονίας, τὰ δ’ οὐ τοιαῦτα, οὕτω καὶ τὰ περὶ τοὺς φίλους καὶ γὰρ τῶν συμβαινόντων τοῖς φίλοις μετέχομεν. καὶ τὰ μὲν τοι- αῦτά ἐστιν ὥστε ἐμποδίσαι ἡμῶν τῇ εὐδαιμονίᾳ, τὰ δὲ οὐ τοιαύτα· ἐν δὲ τούτοις διαφέρει τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ τελευτήσαντας συμβαίνειν πολὺ γὰρ] μᾶλλον <ἢ> παράνομα καὶ δεινὰ ἐν τῖς τραγῳδίαις τοῦ <πράττεσθαι>· προυπάρχειν <γάρ> ὡς γεγονότα ποτὲ οἱ ἄγγελοι ἀπαγγέλλωσιν, οἷον “ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ’’ καὶ εἴ τινα τοιαῦτα· τὰ δὲ πραττόμενά ἐστιν, ὅταν ἐπὶ τῆς σκηνῆς πράττηται τὰ δεινά, οἷον καὶ ὁ Σοφοκλῆς εἰσάγει εἰς τὴν σκηνὴν τὸν Οἰδίπουν πεπηρωμένον, τὸν Αἴαν·τα ἑ·αυτὸν σφάττοντα. τὰ μὲν γὰρ προϋπάρχοντα οὐκ ἀνιᾷ τοὺς θεατάς, τὰ δὲ πραττόμενα ἐπὶ τῆς σκηνῆς συνταράττειν καὶ λυπεῖν εἴωθεν· οὕτω δὴ καὶ τὰ μὲν περὶ τοὺς τεθνεῶτας ἀτυχήματα ἔοικε τοῖς πρὸ τῆς σκηνῆς, τὰ δ’ ἐν τῷ βίῳ τοῖς ἐν τῇ σκηνῇ. εἰ δὴ ταῦτα οὕτως ἔχει, συλλογιστέον καὶ ταύτην τὴν διαφοράν, ἣν διαφέρει τὰ περὶ τοὺς ζῶντας συμβαίνοντα καὶ περὶ τοὺς τεθνεῶτας. μᾶλλον δὲ ἴσως [*](1 δὲ ἐξεῶν] ἕξεων δὲ Arist. p. 1103a9 6 ἐκγόνων Ζ1 corv. ex προγόνων: προγόνων N 8 ἐν τῷ τέως ἐλέγχει Diels τῶν πάντων Z 9 μεταδιδόντων om. N 10 οὐκ addidi ἢ κακως Z: καὶ κακῶς N 12 προγόνους N: γονέας Z, οὐ positis supra a 14 καὶ δυσημερίας om. Z 14. 15 διορίσασθαι om. Z 18 δυνάμην τοσαύτην N 20 καὶ γὰρ ἐν τῇ σκηνῇ (31) = Class. Journal XXVIII 315 21 τῇ εὐδαιμονίᾳ corr. ex τὴν εὐδαιμονίαν Z 23 πολὺ μᾶλλον ἢ scripsi ex Arist.: πολὺ γὰρ μᾶλλον ZN προυπάρχειν Diels: τὸ ὑπάρχειν ZN 24 πράττεσθαι et γὰρ add. Diels post ἐστιν add. προυπάρχειν μὲν γάρ ἐστιν Z-: expulit Diels 2.3 Eurip. fr. 157 Ν. 28 τὰ μὲν γὰρ—συμβαίνοντα καὶ (33) om. N 29 ἀνιᾷ (R): ἀνιᾶται Z 31 τοῖς πρὸ τῆς scripsi: τῆς πρὸ τῆς Ζ2 τῆς ἐπὶ τοῖς Z)
Μετὰ ταῦτα ἐπισκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας πότερον τῶν ἐπαινετῶν ἐστιν ἢ τῶν τιμίων· ἔστι δὲ τὰ μὲν τίμια ὅσα ἀρχῆς ἔχεται, οἷον ἄρχοντες καὶ θεοί, τὰ δὲ καλά· ὁρίζονται δὲ τὸ καλὸν ἀγαθὸν καὶ ἐπαινετόν· τοιαῦται δέ εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι· τὰ δέ εἰσι δυνάμεις. τοιαῦτα δὲ τῶν ἀγαθῶν ἐστιν, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρῆσθαι, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ὅλως τὰ περὶ τὸ σῶμα καὶ ἐκτὸς ἃ λέγεται ἀγαθά, ὅτι ὄργανά ἐστι τῷ ἐναρέτῳ πρὸς τὰς καλὰς ἐνεργείας. ἀριθμοῦσι δὲ καὶ τέταρτον εἶδος τῶν ἀγαθῶν, ἃ καλοῦσιν ὠφέλιμα ἰδίως· τοιαῦτα δέ ἐστιν ἃ μηδέποτε δι’ αὑτὰ αἱρετὰ ἀλλ’ ἀεὶ δι’ ἕτερα οἷον θεραπεῖαι τομαὶ καύσεις, ἅπερ ἅπαντα διὰ τὴν ὑγίειάν ἐστιν αἱρετά. τούτων μὲν δὴ ἐν τῷ παρόντι οὐ μέμνηται, τῶν δὲ δυνάμεων μνημονεύει μέν, ἀλλὰ φανερὸν νενόμικε τὸ μὴ τὴν εὐδαιμονίαν εἶναι τῶν τοιούτων ἀγαθῶν. ἀμφισβητεῖται δὲ πότερον τῶν τιμίων ἀγαθῶν ἐστιν ἢ τῶν ἐπαινετῶν δείκνυσι δὲ ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν· πᾶν γὰρ τὸ ἐπαινετὸν τῷ ποιὸν εἶναι καὶ πρός τί πὼς ἔχ’ εἰν ἐπαινεῖται· λέγει δὲ πᾶν οὐχ ὅτι x003E; ἐπαινετὸν τῶν πρός τί ἐστιν ὁ γὰρ δίκαιος καὶ ὁ ἀνδρεῖος ἐπαινετοὶ μέν, οὐ λέγονται δὲ οὕτως ὡς τὰ πρός τι), ἀλλ’ ὅτι πᾶν τὸ ἐπαινετὸν ἐπαινεῖται τῷ πρός τί πὼς ἔχειν. κατὰ γὰρ τὴν ἀναφορὰν τὴν ἐπὶ τὰ ἔργα καὶ x003E; πράξεις ἐπαινοῦνται, οἷον ὁ ἀνδρεῖος καὶ ὁ δίκαιος τῶ ποιὸς εἶναι ἐπαινεῖται· ἐπαινεῖται γὰρ ἑκάτερος τούτων τῶ ἔχειν τὴν ἀρετήν· ὁ μὲν γὰρ ποιός ἐστιν ἀπὸ τῆς ἀνδρείας, ὁ δὲ ἀπὸ τῆς δικαιοσύνης καὶ τῷ πρακτικὸς εἶναι ὁ μὲν τῶν ἀνδρείων, ὁ δὲ τῶν δικαίων. καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν ἐπαινοῦμεν καίπερ οὐκ ὄντας ἐναρέτους ἴσως ἄν τῷ συμπράττειν τῇ φύσει, πλὴν δὲ καὶ ὡς ποιούς τινας καὶ τῷ ἔχειν πὼς πρὸς τὰς ἐνεργείας, τὸν μὲν τὰς δρομικάς, τὸν δὲ τὰς ἰσχυράς. δῆλον δὲ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων, οὓς ποιοῦνταί τινες, ὅτι δι’ ἀναφορὰν τὴν ἐπί τινας ἐνεργείας καὶ πράξεις οἱ ἔπαινοι γίνονται· ἐπαινοῦσι γὰρ αὐτοὺς ἔνιοι ἀναφέροντες πρὸς ἡμάς, οἷον τὸν μὲν Διόνυσον διότι οἶνον [*](5 ἡ ἁπλῶς — αἰσθανομένοις (7) add. Ζ2: om. ZN 7 δὲ scripsi ex Arist. καὶ libri ὥστε μὴ scripsi: ὥστε ἢ libri 8 lacunam indicavi 9 μετὰ ταῦτα— ἀλλὰ μακαρίζει (p. 33,17) = Class. Journal XXVIII —317 πότερον libri et Arist. Lb πότερον οὖν Mb): πότερα Arist. vulg. 10 τὰ μὲν τίμια Z-, τἄ corr. ἁ τῶν: τῶν μὲν τιμίων N 12 αἱ (post. καὶ) om. Ν 13 ἔστιν. οm. N 17 ante δι’ ἕτερα add. αἱρούμεθα Z2: lac Z: om. N 18 μὲν om. Z 22 τι Z: ἐστι N 23 τὸ add. Diels 24 τι his N ὡς Z: εἰ N 25 τί πὼς scripsi: τι οὕτως ΖΝ 26 τὰς addidi 31 τῷ prius Z: τὸ N τῷ alterum Z: τὸ N 36 οἶνον ΝΖ2: οἶον Z)
Μετὰ δὲ ταῦτα διαιρεῖ ὁ Ἀριστοτέλης ἔπαινον καὶ ἐγκώμιον, ὅτῳ διαφέροντα τότε ἐλέγετο· νῦν μὲν γὰρ συγκέχυται τὰ ὀνόματα καὶ ἐπὶ ταὐτοῦ λαμβάνεται, τότε δὲ ὁ μὲν ἔπαινος ἐλέγετο τῆς ἀρετῆς εἶναι καὶ ὅλως τῆς ἕξεως, τὸ δὲ ἐγκώμιον ἑκάστου ἔργου καὶ σωματικοῦ καὶ ψυχικοῦ. λέγει δὲ τὸ σωματικὸν ἔργον, ὃ διὰ τὴν τοὐ σώματος ἀρετὴν γίνεται, οἷον δρόμος ἢ πάλη, ψυχῆς δὲ ὅσα διὰ φρόνησιν ἢ ἄλλην τινὰ ψυχικὴν ἀρετὴν πράττεται. εἰς ἕκαστον γὰρ ἔργον ἐγκώμιον ἐγράφετο καὶ ἐλέγετο. ἀλλὰ τὸ ταῦτα μὲν ἐξακριβοῦν ῥητορικῆς οἰκειότερον καὶ τοῖς περὶ τοὺς ἐπαίνους διατρίβουσιν ἁρμόττει, ἡμῖν δέ φησιν δῆλον εἶναι ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων [*](1 πυρρόν N οὕτως Z: οὗτος N 2 ἀναφέρεσθαι (R): διαφέρεσθαι ZN 4 λέγοι Ζ2: λέγει ZN αὐτοῦ N 8 ἀναφορὰς N 9 post τῶν ἔργων add. τῶν ἄλλων N οἷον om. N 10 καλίστας Z 12 ὑμνοῖ scripsi: ὑμνεῖ libri 13 ἀναφορὰς N ὁ ἔπαινος ZN et Arist. Ha: ἔπαινος Arist. Kb 16 τὰ NZ2: om. Z 17 cf. notam ad p. 5,23 19 πάντων N οὖσα bis N 25 ἄν ᾖ scripsi: ἦ ZN 26 an τῷ θεῷ addendum post ἔξομοιωθῆναι? 27 μετὰ δὲ ταῦτα—ἁρμόττει (34.35) = Class. Journal XXVIII 317 29 ἔπαινος bis N 31 σωματικῶν N δρόμος Ζ: τρόμος N 33 γὰρ Z: οὖν N τότε post ἐλέγετο add. N 3 Comment. Arist. XIX. Aspasius. 3)
Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν, ἴσως ἄν τις ἀπορήσει πῶς οὐκ ἔστι τῶν ἐπαινετῶν, ὥσπερ ἥ τε ἀρετὴ ἐπαινετὸν καὶ αἱ κατὰ ταύτην ἐνέργειαι. ἢ οὐκ ἔστιν ἁπλῶς ἡ εὐδαιμονία ἀρετὴ οὐδὲ ἐνέργειά τις μία κατ’ ἀρετήν; ἐνεργεῖ <δὲ> ἐν βίῳ συμπραττούσης τῆς ψυχῆς πρὸς τὸ ἀνεμποδίστως τὸ ἀγαθὸν ἐνεργεῖν κατὰ τὴν ἀρετήν· μείζων ἄρα ἡ εὐδαιμονία· τοῦτο γὰρ ἤδη μεῖζον ἢ κατὰ τὸ ἐπαινετόν· μακάριον γὰρ καὶ ἡ εὐδαιμονία καὶ ὡς ἀληθῶς τίμιον. οὔσης δὲ τῆς εὐδαιμονίας, καθάπερ εἴρηται, ἐνεργείας κατ’ ἀρετὴν τελείαν, ἐπισκεπτέον ἂν εἴη περὶ ἀρετῆς. καὶ ὁ κατ’ ἀλήθειαν δὲ πολιτικὸς περὶ ἀρετὴν μάλιστα γεγένηται· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς εἶναι, ὥστε εἰ τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία, ἡ δὲ πολιτικὴ τῶν πολιτῶν τὴν ἐπιμέλειαν ποιεῖται ὅπως ἐνάρετοι ὦσιν, ὡς διὰ τῆς ἀρετῆς περιεσομένου τοῦ τέλους καὶ ἦς εὐδαιμονίας, ἁρμόσαι ἂν τῇ παρούσῃ μεθόδῳ ἡ περὶ ἀρετῆς θεωρία· καὶ γὰρ ἡ ἠθικὴ πολιτική τίς ἐστιν. σκεπτέον δὲ περὶ ἀρετῆς ἀνθρωπίνης, οὐχὶ τῆς θείας· καὶ γὰρ εὐδαιμονίαν ζητοῦν τὴν ἀνθρωπίνην. δῆλον δὲ ἐκ τούτων ὅτι ἡγεῖται ὁ Ἀριστοτέλης καὶ ἀρετὴν καὶ εὐδαιμονίαν ἄλλην θεοῦ εἶναι, ἄλλην δὲ ἀνθρώπου. ἀρετὴν δὲ λέγομεν ἀνθρώπου οὐ τὴν τοῦ σώματος ἀλλὰ τῆς ψυχῆς· ἡ μὲν γὰρ σωματικὴ ἀρετὴ ἴσως τοῖς ἀλόγοις οἰκειοτέρα· πολὺ γὰρ ἐρρωμενεστέρα καὶ κρείττων ἐστὶ τῶν ἀνθρωπίνων· ἀνθρώπου δὲ ἴδιος ἡ περὶ τὸν λόγον ἢ τὰ ἐν τῇ ψυχῇ, διόπερ καὶ τὴν εὐδαιμονίαν τὴν ἀνθρωπίνην ψυχῆς ἐνέργειαν λέγομεν ἀλλ’ οὐ σώματος. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ ἔστιν ἀνθρώπου ἀρετὴ ἐν ψυχῇ, δέοι ἂν εἰδέναι πὼς τὸν πολιτικὸν περὶ ψυχῆς ὥσπερ καὶ τὸν ὀφθαλμὸν ἰασόμενον ἢ καὶ ὅλον σῶμα εἰδέναι δεῖ περὶ τοῦ σώματος· οὕτω γὰρ καὶ τὴν ἀρετὴν περιποιήσεται τὴν τοῦ σώματος τὴν οἰκείαν οἷον ὑγίειαν καὶ εὐαισθησίαν. καὶ τὸν πολιτικὸν οὖν εἰδέναι δεῖ περὶ ψυχῆς, μέλλοντα τὴν ἀρετὴν αὐτῇ περιποιεῖν. διόπερ οὐδὲ τῶν αὐτῶν ἕνεκεν τῷ πολιτικῷ περὶ ψυχῆς [*](1 τελείων Z: τιμίων N ἀγαθὸν—ἅ Ζ2: lac. ZN 4 θεοὶ ἡ γονεῖς N 5 ad οὐ τοὺς νόμῳ Z2 in marg.: τοὺς οἴκοθεν ὡς δεῖ βασιλεύσαντας καὶ μὴ διὰ τὸν νόμον ἡ δὲ Z: ἢ N 8 ἐνέργεια libri et Arist. Μb: ἐνέργειά τις Arist. vulg. 9 ἀπορήσῃ N: an ἀπορήσειε lit p. 42,13? 10 αἱ Z: ἡ N II δὲ addidi: ἀρετὴν ἐνεργεῖ libri τελίῳ N 13 ἡ εὐδαιμονία Z: εὐδαίμων N 15 τελείαν scripsi: τελείας Z: τέλος N 16 καθ’ N 18 πολιτῶν N: πολιτικῶν Z 25 τῆς ψυχῆς libri et Arist. Ηa: τὴν τῆς ψυχῆς Arist. vulg. 27 ἀνθρώπου δὲ Z: ἀλλ’ οὑδὲ N τὰ scripsi: τὰς ZN 31 ὅλον scripsi: οἷον libri 32. 33 ἀναισθησίαν N 34 ἕνεκα N πολιτικῷ Z2: φυσικῶ ZN)
Διττῆς δὲ τῆς ἀρετῆς οὔσης <ἕως> καθάπερ εἰρήκαμεν.
Ἐπειδὴ τῆς ψυχῆς δύο μέρη εἰσί, τὸ μὲν λόγον ἔχον, τὸ δ’ οὔ, διττὴ καὶ ἡ ἀρετή, ἡ μὲν τοῦ λόγου ἔχοντος, ἡ δὲ τοῦ ἀλόγου. καλεῖται δὲ ἡ μὲν τοῦ λόγον ἔχοντος διανοητική· διάνοια γὰρ καὶ νοῦς καλεῖται τὸ λόγον ἔχον τῆς ψυχῆς· ἡ δὲ τοῦ ἀλόγου ἠθική, ἐπειδὴ τὸ ἦθος ἐν ἐκείνῳ γίγνεται τῷ μορίῳ, ὥσπερ εἴρηται πρότερον. δῆλον δὲ καὶ ἐξ ὧν ὀλίγον ὕστερον ἐρεῖ τὸ γὰρ ἔθος μικρὸν παρατρέψαντες ἦθος λέγομεν. σχεδὸν δὲ πᾶσαι αἱ ἐν τούτῳ τῷ μορίῳ λεγόμεναι ἀρεταὶ δι’ ἔθους παραγίνονται. ἡ μὲν οὖν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἡ δὲ ἠθικὴ ἐξ ἔθους παραγίνεται. δῆλον δὲ τοῦτο τοῖς ἑκάστην σκο- ποῦσι τῶν ἀρετῶν τῶν τε διανοητικῶν καὶ τῶν ἠθικῶν. διανοητικαὶ δέ εἰσι σοφία καὶ φρόνησις· ἡ μὲν οὖν σοφία ἐπιστήμη ἐστίν, πᾶσα δὲ ἐπιστήμη ἐκ διδασκαλίας. καὶ μὴν οὐδὲ τὰ φύσει συνεστῶτα, περὶ ὧν ἡ σοφία ἐπισκοπεῖ, ἐξ ἔθους ὄν τις γνοίη, ἀλλὰ δεῖ πάντως διδασκαλίας ἢ εὑρέσεως, ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν πρώτην φιλοσοφίαν. εἰ δ’ ἄρα μελέτης τινὸς δεῖ ἐν τῷ μανθάνειν, τοῦτο δ’ εἰ βούλεταί τις καλεῖν ἔθος, καλείτω. ἀλλὰ τό γε κυρίως ἔθος ἐστὶ τὸ ἐθίζεσθαι καλοῖς ἐπιτηδεύμασι. καὶ μὴν ἡ φρόνησις διὰ πολλῆς ἐμπειρίας παραγίνεται καὶ διδασκαλίας· λόγος γάρ ἐστιν ὀρθὸς καὶ ἤτοι ἀπόδειξίς τις ἢ ἀποδείξει ὅμοιον. ἡ μὲν οὖν πρώτη φιλοσοφία πάντως ἀποδείξει χρῆται, ἡ δὲ φρόνησις συλλογισμῷ ὁμοίως τῆ ἀποδείξει. πᾶσα δὲ ἀπόδειξις καὶ πᾶς συλλογισμὸς ἀποδεικτικὸς ἢ ἐγγὺς ἀποδείξει διδασκαλία πώς ἐστιν. ὅτι μὲν οὖν αἱ διανοητικαὶ διὰ μαθήσεως γίνονται δῆλον· αἱ δὲ ἠθικαὶ τὸ πλεῖστον ἀπὸ τοῦ ἔθους ἔχουσι τὴν γένεσιν καὶ τὴν αὔξησιν· ἐθιζόμενοι γὰρ [*](1 εἰς τὸ βῆτα τῶν ἠθικῶν Ἀριστοτέλους Z: τὸ δεύτερον τῶν Ἠθικῶν Ἀριστοτέλους N rubro 1 καὶ ἡ ἀρετή (4) = Classical Journal XXIX 104 2 ἕως addidi 4 ἄλογον N 8 ἦθος Ζ2: τὸ ἦθος ZN 9 μορίῳ N: λόγῳ Z 11 τοῖς ἑκάστην corr. Z2: ταῦτα μὲν οὖν ZN 14 οὑδὲ scripsi: οὔτε libri 16 τὰ om. N)
Ἐπεὶ δὲ ὡμολόγηται ἐξ ἔθους παραγίνεσθαι τὴν ἀρετήν, ἐκ τούτων φησὶν δῆλον εἶναι, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡ μῖν ἐγγίνεται. ἵνα δὲ δῆλον γένηται, πῶς λέγει μὴ παραγίνεσθαι φύσει, διαιρετέον ποσαχῶς τὸ φύσει. φύσει γὰρ λέγεται ὑπάρχειν ὅσα ἀεὶ συνυπάρχει, οἷον φύσει πᾶν τὸ βαρὺ κάτω πέφυκε φέρεσθαι καὶ τὸ κοῦφον ἄνω· καθ’ ἕτερον δὲ τρόπον λέγεται φύσει καὶ ὃ μὴ ἐξ ἀρχῆς μὲν συνυπάρχει, ἀπὸ δέ τινος χρόνου παραγίεαι ὡς ἐπὶ τὸ πλεῖστον, μηδὲν ἡμῶν πολυπραγμονούντων μήτε δι’ ἔθους μήτε διὰ διδασκαλίας, οἷον ὀδόντων φύσις καὶ γενείων. ἄλλως δὲ λέγεται φύσει, οὗ ἐπιδεκτικοί ἐσμεν· οὕτως καὶ τὰ ἐναντία τῷ αὐτῷ γίνεται φύσει, οἷον νόσος καὶ ὑγίεια τῷ δεκτικῷ σώματι. ἔτι δὲ λέγεται φύσει, πρὸς ὃ μᾶλλον τὸ δεκτικὸν πέφυκε καὶ πρὸς ὃ ἔχει ἀπὸ τῆς φύσεως ἀφορμὰς μᾶλλον. οὕτως δὲ καὶ ἡ ὑγίεια μὲν φύσει, ἡ δὲ νόσος παρὰ φύσιν γίνεται, στέρησίς τις οὖσα τῆς ὑγιείας καὶ διὰ τὸ τὴν φύσιν συστῆσαι τὸ σῶμα μᾶλλον πρὸς ὑγίειαν ἢ πρὸς νόσον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀρετὴ μᾶλλον κατὰ φύσιν ἐστίν, παρὰ φύσιν δὲ ἡ κακία, καὶ ὅλως τὸ μὲν εὖ κατὰ φύσιν μᾶλλον, τὸ δὲ κακὸν παρὰ φύσιν. τοσαυταχῶς δὴ λεγομένου τοῦ φύσει, ἔοικεν εἰληφέναι τὸ φύσει ὡς μὲν ἐκ τοὐ παραδείγματος κατὰ τὸ πρῶτον σημαινόμενον. φησὶ γὰρ καὶ τὸν λίθον κάτω φύσει φέρεσθαι καὶ διὰ τοῦτο μὴ ἐθίζεσθαι ἄλλως. ἔστι δέ πὼς καὶ κατὰ τὸ δεύτερον· οὐδὲ γὰρ οὕτως ἡ ἀρετὴ ἡμῖν παραγίνεται ὡς γένειον καὶ ὀδόντες, μηδὲν ἡμῶν πολυπραγμονούντων, ἀλλ’ ἐξ ἔθους καὶ διδασκαλίας. οὕτως μὲν οὖν οὐκ ἔστι φύσει ἡ ἀρετή, εἴη δ’ ἄν φύσει κατὰ τὸ τρίτον καὶ μάλιστα κατὰ τὸ τέταρτον τῶν ῥηθέντων. καὶ γάρτοι ἐπιδεκτικοί ἐσμεν τῆς ἀρετῆς καὶ τῆς κακίας καὶ μᾶλλον ἀφορμὰς ἔχομεν πρὸς τὴν ἀρετήν· διό φησι πέφυκε μὲν ἡμῖν παραγίνεσθαι ἡ ἀρετή· οὔτε δὲ φύσει οὔτε παρὰ φύσιν, τὸ πεφυκὸς ἐκλαβὼν ἀντὶ τοῦ τετάρτου σημαινομένου τοῦ φύσει, ἵνα καὶ τῷ ὀνόματι αὐτὸ διαστήσῃ. ὅτι δὲ οὐ παραγίνεται ἡμῖν φύσει ἡ ἀρετὴ οὕτως ἐκ γενετῆς συνυπάρχουσα καὶ ἀμετάστατος, δῆλον. οὐδὲν γὰρ [*](2 ταύτας Z: τὰς N τελιοῖ N 3 δὲ om. N G ἰθεῖσθαι N 7 ἐκ τούτων—διαστήσῃ (32) = Hermae V —88 9 ἵνα δὲ δῆλον—τῆς ὑγιείας (19) = Classical Journal XXIX 104 διαιρετὸν N 10 ὐπάρχειν—ἐξ ἀρχῆς μὲν συνυπάρχει (12) Z: ἄι’ συνυπάρχειν Ν 14 διὰ om. Z 15 ἐπιδεκτικοὶ] ἐπιδεικτικοὶ ZN: capaces Felicianus 16 ὑγείας Z φύσει scripsi: φύσις ZN 17 δεκτὸν N πρὸς ἃ Rose 18 ὑγία Z 19 ὑγείαν N 20 τὸν δὲ αὐτὸν δὲ N 21 παρὰ φύσιν δὲ om. N 22 δὴ Z: δὲ N 24 κάτω om. N 25 καὶ om. N 26 μηδὲ N 27 φύσει (prius) corn ex φύσις Z: φύσις N φύσει (alterum) corr. ex φύσις Z: φύσει N 29 ἐπιδεικτικοὶ N 30 παραγίνεσθαι ἡμῖν N φύσει corr. ex φύσις Z: φύσει N 32 αὐτῷ N διαστήσει N 33 οὕτως ὡς N)
Χρῆται δὲ καὶ ἄλλῃ τινὶ πίστει ἐνδόξῳ πρὸς τὸ προκείμενον, χρώμενος μάρτυσι τοῖς ἀρίστοις νομοθέταις· ἔργον γὰρ αὐτῶν ἵνα ἀγαθοὶ γένωνται <οἱ πολῖται>· οὐδὲν δὲ ἔδει ἐθίζειν, εἰ τῶν φύσει παραγινομένων ἦν ἡ ἀρετή.
Τὸ δὲ ἑξῆς ἐπιχείρημα τὴν μὲν ἀρχὴν ἔχει εἰς τὸ προκείμενον, ὅτι οὐ φύσει αἱ ἠθικαὶ ἀρεταί· κατὰ βραχὺ δὲ ἄγει εἰς ἕτερον πρόβλημα· ζητεῖ γὰρ ἑξῆς, τίνες αἱ ἀρεταί εἰσι καὶ αἱ καλαὶ πράξεις. ὅτι δὲ οὕτως ἔχει, ἐξ αὐτῶν εἰσόμεθα τῶν λεγομένων. πρῶτον δὲ τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν τίνα ἔχει διαφορὰν θεασώμεθα· ἤτοι γὰρ ὡς ταὐτόν τι δυναμένοις χρῆται, ἢ ἴσως τὸ μὲν ἐκ τῶν αὐτῶν οὐ μόνον σημαίνει τὸ διὰ τῶν αὐτῶν ἐνεργειῶν ἐγγίνεσθαι τὴν ἀρετὴν καὶ φθείρεσθαι, ἀλλὰ τὰς αὐτὰς μὲν ἀρχὰς ἔχειν, μὴ μέντοι διὰ τῶν αὐτῶν γίνεσθαι. ἵνα δὲ σαφέστερον γένηται, πῶς χρῆται τῷ ἐκ τῶν αὐτῶν, προσέθηκε καὶ διὰ τῶν αὐτῶν. λέγει δέ, ὅτι καὶ διὰ τῶν αὐτῶν ἐνεργειῶν γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· τῶν αὐτῶν δὲ ἐνεργειῶν τῷ γένει αἱ γὰρ περὶ ἡδονὰς ἐνέργειαι αἵ τε καλαὶ καὶ αἱ μοχθηραὶ τῷ μὲν γένει εἰσὶν αἱ αὐταί, τῷ δὲ εἴδει διαφέρουσι. γίνεται δὲ ἐκ μὲν τῶν καλῶν ἐνεργειῶν τῶν περὶ ἡδονὰς ἡ σωφροσύνη, ἐκ δὲ τῶν φαύλων ἡ ἀκολασία· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν. προβιβάζει δὲ καὶ ἐκ τῶν τεχνῶν· ἐκ γὰρ τοῦ αὐτοῦ ἐνεργήματος ὄντος τῷ γένει, οἵ τε ἀγαθοὶ γίνονται κιθαρισταὶ καὶ οἱ φαῦλοι, καλῶς μὲν ἐθιζόμενοι ἐνεργεῖν ἀγαθοὶ κιθαρισταί, κακῶς δὲ κακοί· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ αὐτὸ συμβαίνει. ταῦτα δέ, ὥσπερ εἶπον, φέρει μὲν καὶ εἰς τὸ προκείμενον εἰ γὰρ ἐκ τῶν ἐνεργειῶν καὶ τῶν ἐθῶν οἱ μὲν ἐνάρετοι γίνονται, οἱ δὲ φαῦλοι, φανερὸν ὡς οὐκ ἔστι φύσει οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. ὁ δὲ τοῦτο μὲν οὐκέτι ἐπιφέρει· λαβὼν δὲ καθόλου τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι καὶ ποιεῖσθαι δεῖ, τουτέστι καλὰς ἀλλὰ μὴ φαύλας διὰ τὸ ἀκολουθεῖν ταῖς ἐνεργείαις τὰς ἕξεις, ἐπήνεγκε τὸ ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι σχεδὸν γὰρ πᾶσαι αἱ κατὰ φιλοσοφίαν πλὴν τῆς ἠθικῆς καὶ πολιτικῆς θεωρίας ἔχονται· τὴν δὲ ἠθικὴν μανθάνομεν, οὐχ ἵνα εἰδῶμεν τοὺς λόγους, ἀλλ’ ἵνα ἀγαθοὶ γενώμεθα), ἀναγκαῖον εἶναί φησι [*](4 τούτων φησὶ scripsi: φύσει ἐκ τούτων ZN πρότερον ante κομιζόμεθα N 7 φύσεων N 10. 11 οἱ πολῖται addidi ex Arist. et Felic: om. libri 11 δὲ Z: γὰρ N εἰ ΝΖ2: ἡ Z ἦν Z: ἦ N 12 ἄγει εἰς NZ2: εἰσάγει εἰς Z 16 τι om, N 18 τὰς αὐτὰς scripsi: τοσαύτας ZN 23 γίγνεται N 26 ὄντος corr. ex ὄντως Z 27 οἱ. φαῦλοι Vossianus: om. οἱ ZN 30 οἱ δὲ Z: αἱ δὲ N 34 ἐπήνεγκε τὸ Z, m. 2, ut videtur: om. N)
Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον ἕως μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.
Καθόλου δὴ λαμβάνει ἐκείνας τὰς πράξεις προαιρεῖσθαι δεῖν, ἃς κατὰ τὸν ὀρθὸν λόγον πράττομεν. τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος, ὕστερον ῥηθ·ήσεται καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς· δείξει δὲ ὅτι ὁ ὀρθὸς λόγος ἐστὶν ἡ φρόνησις, ἔχει δὲ πρὸς τὰς ἄλλας ἀρετὰς ἡ φρόνησις ὡς ἡγεμονική τις. δηλωθήσεται δὲ περὶ τούτου, ὅταν καὶ αὐτὸς λέγῃ. ἐκεῖνο δὲ ὑπομνηστέον, ὅτι τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν οὐ μόνον τοῖς ἔχουσι τὰς τελείας ἀρε- τὰς προσνέμει, ἀλλὰ καὶ τοῖς μὴ ἔχ’ οὖσι τὰς τελείας. πράττουσι γὰρ οὗτοι, ὡς ἂν ὁ ὀρθὸς λόγος ὑπαγορεύσειεν, οὐ μὴν ἔχοντες τὸν λόγον ἀποδεικτικὸν ἀλλὰ τὸν δοξαστικόν, ὅτι τοῦτο μὲν πρακτέον, τοῦτο δὲ οὐ πρακτέον, καὶ ὡς εἰπεῖν τὸ μὲν ὅτι παρειληφότες, τὸ δὲ διότι ἀγνοοῦντες. ῥηθήσεται δὲ περὶ τούτων ὕστερον· εἰπὼν δέ, ὅτι δεῖ πράττειν πάντα κατὰ τὸν ὀρθὸν λόγον, ἐνενόησεν ὅτι καθόλου μὲν τοῦτο εἴρηται, οὐκ ἀκριβῶς δέ· οὐ γὰρ οὕτω γνώριμον τίς ἐστιν ὁ ὀρθὸς λόγος ὡς ὅτι τὰ δὶς δύο τέσσαρα, ἀλλὰ τύπῳ μὲν λέγεται τὸ δεῖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος οὐχ οἷόν τε ἀκριβῶς διορίσαι· διὸ πάλιν ἀναμιμνήσκει, ὧν καὶ πρότερον εἶπεν, ὅτι δεῖ κατὰ τὴν ὕλην ἀποδέχεσθαι τοὺς λόγους. τὰ δὲ ἐν ταῖς πράξεσι καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ἀλλὰ ταὐτὰ μὲν ποτὲ συμφέροντα ποτὲ δ’ οὔ, οἷον τοῖσδε πολεμεῖν νῦν συμφέρει, ἄλλοτε δ’ οὔ, καὶ ποιὲ μὲν εἰρήνην ἄγειν ἄλλοτε δ’ οὔ· καὶ κατὰ τὰ καλὰ ὁ αὐτὸς λόγος· ὁτὲ μὲν ἀποδιδόναι τὴν παρακσταθήκην καλόν, ὁτὲ δ’ οὔ. ἐξαλλάσσουσι δὲ ταῦτα οἱ καιροὶ καὶ τὰ πρόσωπα, πρὸς ἃ αἵ τε ἐνέργειαι καὶ οἱ τόποι καὶ αἱ χρεῖαι καὶ ὅσα τοιαῦτά ἐστιν. ὥσπερ οὖν οὐ τὰ ὑγιεινὰ οἷόν τε ὁρίσαι ἀκριβῶς διὰ τὸ ταὐτά ποτὲ μὲν ὑγίειαν ποιεῖν, ποτὲ δ’ οὔ, οὕτω δὴ οὐδὲ περὶ τῶν κατὰ τὰς πράξεις, ἀλλ’ ὄντος καὶ τοῦ καθόλου λόγου τοιούτου καὶ οἵου μὴ ἔχειν τὸ ἀκριβές, ἔτι μᾶλλον ὁ περὶ τῶν καθ’ ἕκαστα λόγος οὐκ ἔχει τὸ ἀκριβές. οὔτε γὰρ τέχνῃ τινὶ οὔτε παραγγελίᾳ δυνατὸν εἰπεῖν περὶ τῶν καθ’ ἕκαστα, ἀλλὰ δεῖ τοὺς πράττοντας παρακολουθοῦντα τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσιν ὡς ἂν ἀπαιτῇ τὰ πράγματα οὕτως πράττειν, καθάπερ ἐπὶ ἰατρικῆς ἔχει καὶ κυβερνητικῆς. καὶ γὰρ αὗται ο.ὔτε τοὺς καθόλου λόγους ἔχουσιν [*](1 λέγει] λέγουσι ΖΝ: appellat Felic. 4 ἕως scripsi: ᾧ ZN μάλλιστα N 6 δὴ Z2: δεῖ ZN δεῖν Z2: om. ZN 7 πράιτομεν scripsi: πράττεσθαι ZN 9 ἡγεμονική Z: ἡ γεωμετρική N 14 ἀλλὰ Ζ2: ἀλλὰ καὶ ZN 17 δὲ Z: δὲ corr. ex μὲν Ν 20 πρότερον] Α 1 p. 1094b 12 22 συμφέροντα Ζ2: συμφέρονται ZN 23 τοῖςδε insitivum mihi videtur 27 οἷόν τε NZ2: οἶοντω Z 28 ὑγείαν Z ποιεῖ N οὕτω δὴ Z: οὔτε δὲ Ζ Οὐδὲ Ζ2: οὐ NZ)
Ταῦτα δὲ εἰπὼν τὰ ἑξῆς ἅμα μὲν περὶ τῶν πράξεων λέγει τύπῳ, οἵας δεῖ προαιρεῖσθαι, ἅμ δὲ λανθάνων εἰσβάλλει εἰς τὸν περὶ ἀρετῶν καὶ κακιῶν λόγον. πρῶτον οὖν, φησί, θεωρητέον, ὅτι τὰ τοιαῦτα πέφυκεν ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. τίνα δέ ἐστι τὰ τοιαῦτα, ὕστερον δηλοῖ λέγων ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας· διὰ μέσου δὲ εἴρηκε δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις χρῆσθαι. εἰσὶ δὲ φανερώτεραι τῶν ψυχικῶν ἀρετῶν αἱ σωματικαί, οἷον ἰσχὺς καὶ ὑγίεια, ἐφ’ ὧν ποιεῖται τὸν λόγον, τὰ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλείποντα λέγων φθείρειν τὴν ἰσχύν· ὁμοίως δὲ καὶ τὴν ὑγίειαν τὰ ἐλάττω καὶ πλείω τῶν ἱκανῶν σιτία φθείρει, τὰ δὲ σύμμετρα σώζει καὶ ποιεῖ καὶ αὔξει. τὸν αὐτὸν οὖν τρόπον καὶ ἑ ’πὶ σωφροσύνης καὶ ἀνδρείας ἔχειν φησὶ καὶ τῶν ἄλλων ἀρετῶν. ὁ μὲν γὰρ ἀεὶ ἐνεργῶν οὕτως ὥστε ἀεὶ φοβεῖσθαι καὶ μηδὲν ὑπομένειν δειλὸς γίνεται, ὁ δὲ ἐθιζόμενος μηδὲν φοβεῖσθαι ἀλλὰ πρὸς πάντα βαδίζειν ἰταμῶς θρασύς, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὅμοια παρέθηκε. φθείρεται γὰρ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, φησίν, ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως. φθείρεσθαι δὲ λέγει, οὐχ ὅτι ἤδη οὖσα φθείρεται, ἀλλὰ κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν καὶ ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθορὰν ὠνόμασεν. οὐ μόνον δέ φησιν ὑπὸ τῶν αὐτῶν αἱ γενέσεις καὶ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραὶ ἀλλὰ καὶ x003E; ἐνέργειαι ἐν τοῖς αὐτοῖς γίνονται. δῆλον δὲ τοῦτο πρότερον ἐπὶ τῶν σωματικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἰσχύς, περὶ ταύτα καὶ ἐνεργεῖ μάλιστα· καὶ γὰρ γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς κόπους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἐνέργεια καὶ ἡ ἕξις, περὶ ταῦτα καὶ ἐνεργεῖν δύναται μάλιστα. ὡς δὲ τοῦτο ἔχει φανερῶς, αὐτὸς ἐπέξεισιν.
Ἐπὶ δὲ τούτοις λέγει σημεῖον δεῖν ποιεῖσθαι τῶν ἀρετῶν καὶ τῶν κακιῶν τὴν ἐπιγινομένην ταῖς ἐνεργείαις ἡδονὴν ἢ λύπην· ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ χαίρων σώφρων, ὁδὲ ἀπεχόμενος μὲν λυπούμενος δὲ ἀκόλαστός ἐστι, κἂν ὅτι μάλιστα ἀπέχηται. δῆλος γάρ ἐστιν δι’ ἀνάγκην ἀπεχόμενος, οὐ διὰ προαίρεσιν. τὸ αὐτὸ καὶ ἐπ’ ἐλευθεριότητί ἐστιν· ὁ μὲν γὰρ ἐλευθέριος πολὺ καὶ μᾶλλον χαίρει διδοὺς τοῦ [*](3 ἑξῆς ΝΖ2: ἑξεῖς Z μὲν om. N 4 λανθάνον N 5 λόγων N ὑπὸ Arist.: ἀπὸ ZN 7 et 11 ὑγείας ZN 10 ὑπερβαλόντα Z 15 ἐθιζόμενος ΝΖ2: ἐριζόμενος Z post ἐθιζόμενος addit ὁ δὲ αἰσχυνόμενος N μηδὲν scripsi ex Arist. et Feliciano: μηδένα ZN 16 πάντα Z: πάντας N ἰταμῶς NZ: ἰταμὸς Z2 17 ἀνδρία N ὑπὸ corr. ex ὑπὲρ Z (man. 1) 18 ἤδει N 20 ἐλλείψεως ex ἐλείψεως corr. Ζ2 ὠνόμασαν N 21 αἱ αὐξήσεις N v. libros Arist. at φθοραὶ libri et Arist. vulg.: om. αἱ Arist. LbNbOb 22 αἱ addidi ex Arist: om. libri et Arist. Kb 26 περὶ NZ: παρὰ Z2 28 hinc buius libri interciderunt lemmata 29 ἐπιγινομένην Z: ἐπιγινομένων N 31 ἐστι scripsi: ἔσται NZ2: δ’ ἔσται Z κἄν N: καὶ Z 31. 32 δῆλος scripsi: δῆλον ZN 33 ἐλευθεριό τητί scripsi: ἐλευθεριότητα ZN ἐλευθέριος scripsi: ἐλεύθερος ZN)
Ἀπορήσειε δ’ ἄν τις πῶς ἐστι περὶ ἡδονὰς καὶ λύπας ἡ ἠθικὴ ἀρετή· οὐ γὰρ δὴ ἡ διανοητική αὕτη γὰρ φανερὸν ὡς οὐκ ἔστι περὶ ἡδονὰς καὶ λύπας· ἡ δὲ ἠθικὴ πῶς ἂν εἴη περὶ ἡδονὰς καὶ λύπας; ἆρά γε ὥσπερ ὄργανα, καθάπερ ἄν εἴποι τις τὴν αὐλητικὴν εἶναι περὶ αὐλούς, τὴν δὲ τεκτονικὴν περὶ πέλεκυν ἢ πρίονα καὶ τὰ ἄλλα ὄργανα, ἡ μᾶλλον ὥσπερ ὑποκείμενον καὶ ὕλην, ὃν τρόπον ἡ μὲν μουσικὴ περὶ μέλος ἐστίν, ἡ δὲ γεωμετρία περὶ μέγεθος; ὄργανον μὲν οὖν τῆς ἀρετῆς φάναι τὴν ἡδονὴν καὶ τὴν λύπην οὐκ εὔλογον· ἐπ’ οὐδὲν γὰρ χρῆται αὐτοῖς ὡς ὀργάνοις· μᾶλλον δὲ ἔοικεν εἶναι τῆς ἀρετῆς ὑποκείμενα οὕτως ὡς τῇ μουσικῇ τὰ μέλη· τὴν γὰρ ἐνέργειαν ποιεῖται περί τε πάθη καὶ πράξεις καὶ τὴν τούτων συμμετρίαν, καθάπερ μουσικὴ περὶ τὰ μέλη. τῶν οὖν ὑποκειμένων ἐστὶ καὶ ὕλης λόγον ἐχόντων τὰ πάθη. οὐ μόνον δὲ τὰ πάθη, ὥσπερ ἔφαμεν, ἀλλὰ καὶ αἱ πράξεις· ἐπεὶ γὰρ παντὶ πάθει ἕπεται ἡδονὴ καὶ λύπη, ὥσπερ προελθὼν ἐρεῖ, εἰκότως περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετὴ ὥσπερ ὑποκείμενα.
Ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, πῶς λέγεται παντὶ πάθει ἕπεσθαι ἡδονὴν ἢ λύπην. ἔνιοι μὲν γὰρ ἡγήσαντο γενικώτατα εἶναι δύο ταῦτα πάθη κατὰ τὸν Ἀριστοτέλην, οὕτως δὲ γενικὰ ὥστε διαιρεῖσθαι τὸ μὲν πάθος εἰς δύο πάθη, ἡδονὴν καὶ λύπην, τὰ δ’ ἄλλα πάντα πάθη εἰς ἡδονὴν ἀνάγεσθαι καὶ λύπην, οἷον ὀργὴν μὲν καὶ φόβον εἰς λύπην, θάρσος δὲ εἰς ἡδονήν, τὴν δὲ ἐπιθυμίαν κοινόν τι εἶναι ἐκ λύπης καὶ ἡδονῆς. κατὰ μὲν γὰρ τὴν ἔνδειαν λύπη πάρεστι τῷ ἐπιθυμοῦντι, κατὰ δὲ τὴν ἐλπίδα ἡδονή. ἄν δ’ ᾖ παντεδόσει [*](1 corr. ex δώσει N 2 ἐπὶ corr. ex ἐπεὶ N 3 χαίρων addidi ex Αristotele 5 ὡς εἶπε] Α 9 p. 1099 a 16 εἶτα corr. ex ἦτα Z2 6 περὶ ἡδονὰς—ἐλπίδα ἡδονή (33) = Classical Journal XXIX 104. 105 11 εἶναι ante καὶ λύπας N; verba 7 ἐπειδὴ—λύπας εἶναι (11) bis praebet N, posteriore loco 7.8 καλλαῖς, 9 ἐναρέτων, 8 ὑπ’, 10 οm. περὶ ἡδονὰς, 11 εἶναι post λύπας 12 αὐταῖς Z: αὐτῆς N 16 αὐλιτικὴν N 18 μὲν om. N 24 ἔφαμεν Z: ἔφημεν N 27 ἄξιον δὲ—μιμεῖσθαι (p. 47,2) = Hermae V —103 28 ἡ Z: καὶ N ad verbum λύπην in marg. λείπει τινά adnotat Z; desunt quae subsequuntur sequuntur ἔνιοι usque ad καὶ λύπην (30) δύο scripsi ex Feliciano: πέντε N πάθη] πάθει N 29 διαιρεῖσθαι scripsi (ox R): διακεῖσθαι N 33 δ’ ἦ Z: δηεῖς N)
Ταῦτα μὲν ἱκανῶς λέγοιτο πρὸς τὸ εἶναι τὴν πρώτην διαίρεσιν τοῦ πάθους εἰς ἡδονὴν καὶ λύπην· ἀλλ’ ἐπειδὴ δοκεῖ ἡ ἐπιθυμία μικτὸν ἐξ ἡδονῆς εἶναι καὶ λύπης, δόξει μὴ οἷόν τε γενικωτάτην εἶναι ἡδονὴν καὶ λύπην. δεῖ γὰρ θάτερον πᾶν εἶδος πάθους ὑπὸ θάτερον αὐτοῦ τάττεσθαι, ἀλλ’ οὐχὶ μικἀπελπικὼς [*](1 ΖΝ 6 τίνι Rose: quomodo Felic: τίνα ZN: an τίνα 〈τρόπον〉? γενηκὴν N 10 παρὰ Z: περὶ N κοινῶς Z: κοινὸς N 13 γε] τε Rose ἐκτιθέμενος Rose: ὁ τιθέμενος ZN 16 λυπῶν scripsi: λοιπῶν ZN 19 ταῖς (ante τῶν φίλων) om. N 22 ᾖ Rose: ἢ ZN 23 διάχυσις corr. ex διάσχυσις Z 24 κράτησιν N λέγεται ψυχικὴν N ψυχικὴν ex ψυχικὸν Z 26 μὲν ΝΖ2: om. Z οἰκεῖα —υιπερβάλλοντα δὲ om. Rose ὑπερβάλλοντα Z2: ὑπερβάλλον ZN οἰκεῖα (alterum) ex οἰκεῖον corrigere voluit Z2, sed α tantum mutavit in ν: οἰκεῖον ZN)
* *
*
Δείκνυσι δὲ αὐτὸ ἐπὶ παραδείγματος· οὐ γὰρ εἴ τῳ δέκα μναῖ ἢ δύο ὀλίγον, τούτῳ προστάξει ὁ ἀλείπτης ἓξ μνᾶς κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ἀλλ’ ἐπεὶ τὸ μὲν πολὺ τὸ δὲ ὀλίγον καὶ ἐν πάσῃ δὲ ἐπιστήμῃ τὸ μέσον οὐχ ἕν ἐστιν ἀλλὰ τὸ πρὸς ἕκαστον οἰκεῖον, οἷον ὁ σκυτοτόμος οὐχ ἕν τι ἡγεῖται μέσον ὑπόδημα ἀλλὰ πρὸς μὲν ἐμὲ μέσον ἐστὶ τὸ ἁρμόζον τῷ ποδὶ τῷ ἐμῷ, ὑπερβάλλον δὲ τὸ μεῖζον, ἐλλεῖπον δὲ τὸ ἐνδέον τοῦ ἐμοῦ ποδός, σοὶ δὲ μέσον τὸ σοὶ ἁρμόζον καὶ ἑκάστῳ ὁμοίως· καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁ αὐτὸς λόγος. εἰ δὴ πᾶσα τέχνη τὸ αὑτῆς ἔργον πρὸς τὸ ἑκάστῳ οἰκεῖον μέσον ἀποβλέπουσα ποιεῖ, ἡ δὲ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστίν, ὥσπερ καὶ ἡ φύσις καὶ γὰρ ἡ φύσις ἀμείνων τῆς τέχνης, μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἡ δὲ ἀρετὴ ἔτι ἀμείνων, ἔστι γὰρ ἡ ἀρετὴ τελειότης φύσεως καὶ κατωρθωμένη φύσις), εἰ ταῦθ’ οὕτως ἔχει, ἡ ἀρετὴ τοῦ μέσου ἂν εἴη στοχαστικὴ τοῦ πρὸς ἡμᾶς· λέγω δέ, φησί, τὴν ἠθικὴν ἀρετήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. φανερὸν δὲ ποιεῖ διὰ τούτων, ὅτι ἡ διανοητικὴ ἀρειὴ οὐκ ἔστι μεσότης· οὐ γὰρ δεῖ μέσως μὲν εἰδέναι, ὑπερβαλλόντως δὲ μή, ἀλλ’ ἐφ’ ὅσον οἷόν τε εἰδέναι ἄριστα ἂν ἔχοι· ἡ δὲ μεσότης περὶ τὰ πάθη καὶ τὰς πράξεις ἐστίν, ἐκλεκτικὴ οὖσα τοῦ ἐν αὐτοῖς πρὸς ἡμᾶς μέσου, οἷον ἐν πάθεσιν ἔσται φοβηθῆναι καὶ μᾶλλον καὶ ἧττον, ὧν ἑκάτερον οὐκ εὖ, καὶ μέσον, ὅπερ ἐστὶ τῆς ἀρετῆς· τὸ δὲ μέσον ἀφορίζεται τῷ ὅτε δεῖ ἡσθῆναι καὶ ἐφ’ οἷς ἢ κατὰ τοὺς ἄλλους τοὺς εἰρημένους διορισμούς. ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μέσον, οἷον ἀναλῶναι χρήματα καὶ καθ’ ὑπερβολὴν ἔστιν, ὅταν πλέον τις τοῦ δεόντος δαπανᾶ καὶ κατ’ ἔλλειψιν, ὅταν ἐνδεέστερον τοῦ δέοντος ἀναλώσῃ, καὶ τὸ μέσον, ὅταν καὶ ὅσον δεῖ καὶ ὁποῖον δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἀναλώσῃ, ὅπερ ἤδη ἀρετῆς. μεσότης τις ἄρα ἤδη ἐστὶ καὶ ἡ ἀρετὴ διὰ τοῦτο, ἐπειδὴ στοχαστική ἐστι τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν. ὅτι ἡ κακία ἐν ὑπερβολῇ ἐστι καὶ ἐλλείψει, ἡ δὲ ἀρετὴ ἐν μεσότητι τῇ πρὸς ἡμάς πειρᾶται καὶ δι’ ἄλλων διδάσκειν· τὸ μὲν γὰρ ἁμαρτάνειν, φησί, πολλαχῶς ἐστι, τὸ δὲ κατορθοῦν μοναχῶς· ὅτι δὲ τὸ ἁμαρτάνειν πολλαχῶς, μαρτυροῦσι καὶ οἱ Πυθαγόρειοι, τοῦ μὲν [*](2 post μιμεῖσθαι spatium 21 fere litterarum N, 15 Z: 〈λείπει〉 πολὺ καὶ ἐν τῷ ἀντιγράφῳ in marg. Ζ2 9 τὸ ἁρμόζον Z: τῶ ἁρμόζον N 11 σοὶ δὲ scripsi: ἦ δὲ ZN 12 τὸ αὐτῆς Z: πρὸς τὸ αὐτῆς N 16 ἔχει corr. ex ἔχῃ Z 17 δὲ Z: δὴ N 20 μεσότης ex μεσότις Z 22 μεσότης ex μεσότις Z 27 ἀναλῶναι Z: ἀναλῶσαι N 28 δαπανᾶ Ζ2: lac. Z: δῶ N 28. 29 ἀναλώσῃ N: ἀναλώη Z 29 καὶ τὸ—ἀναλώσῃ (30) ΝΖ2: om. Z 30 ἀναλώσει N: ἀναλώη Ζ2 ἤδη (post ὅπερ) Ζ2: εἴδη ZN μεσότης ex μεσότις Z ἐστὶ om. N 32 ὅτι ἡ· Z: ὅτι καὶ ἡ N 34 φησί—ἁμαρτάνειν (35) om. Z)
Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα, τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ. ὅτι δὲ ὁ ὁρισμὸς ὀρθῶς ἀποδέδοται, δῆλον. καὶ γὰρ ἕξις οὖσα δέδεικται καὶ προαιρετική, εἴτε προαίρεσίς ἐστιν εἴτε μή δέδεικται δὲ καὶ ἐν μεσότητι οὖσα οὐ κατὰ τὸ πρᾶγμα ἀλλὰ τῇ πρὸς ἡμάς· τὸν δὲ ὅρον τῆς μεσότητος ἔχομεν παρὰ τοῦ λόγου, ὦ ὁρίζεται μήτε πλεῖον εἶναι μήτ’ ἔλαττον· ὁ γὰρ λόγος εὖ ὑπαγορεύει τὰ ἐν ταῖς πράξεσι. ταῦτα μὲν οὖν ἀποχρώντως ἔχει εἰς τὸν τῆς ἀρετῆς λόγον, τὰ δ’ ἄλλα ὥσπερ ἐξηγητικά ἐστι τῶν ἐν τῷ ὁρισμῷ. εἶπε γὰρ αὐτὴν ἐν μεσότητι εἶναι τῇ ὡρισμένῃ λόγῳ. καὶ ἐπεξηγεῖται ποίῳ λόγῳ· τῶ τοῦ φρονίμου καὶ ᾧ ἄν ὁ φρόνιμος ὁρίσειεν. πάλιν δὲ ἐπεὶ μεσότητι εἴρηκεν, ὑπομιμνήσκει ὥς ἐστι μεσότης διὰ τὸ μεταξὺ εἶναι δύο κακιῶν τῆς τε καθ’ ὑπερβολὴν καὶ τῆς κατ’ ἔλλειψιν· πῶς δ’ ἐστὶν ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν, καὶ τοῦτο ὑπομιμνήσκει. ὑπερβολαὶ γὰρ καὶ ἐλλείψεις αἱ κακίαι τῷ τὰς μὲν ἐλλείπειν, τὰς δὲ ὑπερβάλλειν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἡ δὲ ἀρειὴ τὸ μέσον καὶ αἱρεῖται καὶ εὑρίσκει.
Ὅ δὲ ἑξῆς ἐπιφέρει ἔχει τινὰ ἀπορίαν· φησὶ γὰρ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότητα εἶναι τὴν ἀρετήν· κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότητα. ἢ μήποτε τοῦτο μὲν αὐτῇ ὑπάρχει, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτῆς κατὰ τὴν μεσότητα εὑρίσκεται. ὥσπερ γὰρ καὶ ἐν ταῖς ἀποδείξεσι τὸ κυριώτατον ἡ αἰτία, ὃς καὶ μέσος ὅρος ἐστίν, οὕτως καὶ ἐν τοῖς ὁρισμοῖς, εἴ τις παραλαμβάνειν δύναιτο, δι’ ἣν τοιοῦ- τόν ἐστι τὸ ὁριστόν, τὸ εἶναι αὐτῷ τί ποτέ ἐστιν ἀποδώσει. εἴρηται δὲ [*](3 αὐτὸν scripsi: αὐτὰ ZN ἐνδοτέρω N 4 post σκοποῦ addendum videtur ὁμοίως ἔχει vel similia 5. 6 ὑπερβολλὴ N 6 τῆς δ’—ἔλλειψις ἡ om. Z 7 κακιῶν N: κακῶν Z 13 ὀρθῶς X: ὀρθὸς Z 14 εἴτε μὴ X: ἥτε μὴ Z 15 ἀλλὰ τῇ N: ἀλλ’ Jac. Z, addit ἁ Ζ2 19. 20 τῆς ὡρισμένοις λόγοις Ν 20 φρομήμου Ν 21 πάλιν Z: πᾶσι Ν ἐπεὶ Z: ἐπὶ Ν μεσότητι corr. ex μεσοτήτει Z 22 μεσότης ex μεσότις Z 23 ἐλλείψην Z: corr. Ζ2 24 ὑπερβολὴ γὰρ καὶ ἔλλειψις Ν 25 καὶ ταῖς πράξεσι libri et Arist. Kb: καὶ ἐν ταῖς πράξεσι Arist. vulg. 28 τὸν τὸ τί Z et Arist. Kb: τὸν τί Arist. vulg. ἦν om. Z 29 τοῦτο μὲν X: τοῦ Z explente lacunam Ζ2 30 αὐτῇ scripsi: αὕτη ΖΝ post οὐσία haec addit Ν ἂν εἴποι γάρ τις τῆς ἀρετῆς εἶναι οὐσίαν καὶ τὴν κατὰ τὺ εὖ ἀκρότητα αὐτῆς om. Ν)
Οὐ πᾶν δέ φησι πάθος οὐδὲ πᾶσαν πρᾶξιν ἐπιδέχεσθαι τὴν μεσότητα. ἔνια μὲν γὰρ τῶν παθῶν ἐπιδέχεται μεσότητα, ὅταν ᾧ δεῖ κα ἐφ’ ὅσον δεῖ καὶ πρὸς οὓς δεῖ καὶ κατὰ τοὺς ἄλλους γίνηται διορισμούς· ἢ γάρ ἐστι καθ’ ὑπερβολήν, ὅταν ἐπὶ πλεῖον ἤδη γίνηται ἢ πρὸς οὓς οὐ δεῖ ἢ ὅλως κατὰ παράβασίν τινα τῶν διωρισμένων περὶ τῆς μεσότητος· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ κατ’ ἔλλειψιν ὀργὴ ἡμαρτημένον ἐστὶ τῷ ἐνδεῖν τοῦ προσήκοντος μέτρου. καὶ μὴν ἐπὶ τῶν πράξεων εἰσί τινες ἐπιδεχόμεναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔνδειαν, οἷον ἐπὶ δόσει χρημάτων καὶ γὰρ ἐπὶ πλέον δοῦναι ἔστιν, ὅπερ τῆς καθ’ ὑπερβολὴν κακίας ἔργον, καὶ ἐπ’ ἔλαττον, ὅπερ τῆς κατ’ ἔλλειψιν, καὶ μέσως, ὅπερ μόνης τῆς ἀρετῆς ἔργον ἐστίν. ἐν μὲν οὖν τοῖς τοιούτοις πάθεσι καὶ ταῖς τοιαύταις πράξεσίν ἐστι καὶ ἡ ὑπερβολὴ καὶ ἡ μεσότης καὶ ἡ ἔνδεια· ἔνια δὲ πάθη καὶ ἔνιαι πράξεις οὐκ ἐπιδέχονται τὸ μέσον, ἀλλ’ εὐθύς, ὥς φησιν, ὠνόμασται τὸ πάθος ἢ ἡ πρᾶξις μετὰ τῆς φαυλότητος συνειλημμένα· οἷον ἐν μὲν πάθεσιν ἐπιχαιρεκακία φθόνος ἀναισχυντία, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία. οὐ γὰρ ἔστιν εἰπεῖν τὸν μέν τινα εἶναι μέσον φθόνον καὶ ἐπαινετόν, τὸν δέ τινα ὑπερβάλλοντα καὶ τοῦτον ψεκτόν, ἀλλ’ ἁπλῶς ὁ φθόνος κακόν· ὁμοίως καὶ ἐπιχαιρεκακία καὶ ἀναισχυντία. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν εἰρημένων πράξεων ἔχει· οὔτε γὰρ ἐν τῇ μοιχείᾳ οὔτε ἐν τῇ ἀνδροφο.νίᾳ οὔτε ἐν τῇ κλοπῇ κατορθοῦν οὐδέποτε ἔστιν οὔτε δὲ εὖ ἢ τὸ μέσον ἐπαινετὸν ἐν [*](1 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Β 10 p. 93b 29 2 μεσότης ex μεσότις Z 3 ἀκρότητα Z: ἀκρότατον N λεγομένοις] superscripsit Z2: ἐν τοῖς περὶ ψυχῆς intelligens B 2 p. 413a 16 5 εὕρεσις Z2: εὑρέσεως ZN 6 ἑτερομήκοι N 7 τῷ Ζ: τὸ N 8 ἐποίσει Z: ἐποίησε N 11 καὶ (ante δι’) om. Z 12 ὥσπερ συμπέρασμα Z: ὥσπερ σύμπαν N 15 ἔνια X: τὸ Z 16 καὶ (ante κατὰ) om. N ἢ γὰρ Ζ2: ἡ ZN 17 διορισμοὺς post γίνηται add. N 21 post δοῦναι addit χρημάτων N, mox ipsa delevit 23 μέσως scripsi: μέσης ZN 24 τοῖς Z: τῆς N ἡ (ante ὑπερβολὴ) om. N 26 συνειλημμένα μετὰ τῆς φαυλότητος Aristoteles 27 ἐπιχαιρεκακία Aristoteles: ἐστὶ χαιρεκακία ZN 28 ἀναισχυντία φθόνος collocat Arist. μοιχία ZN 29 φθόνον ex φθόνω N 30 φθόνος Z: φόνος N 31 καὶ (ante ἀναισχυντία) οm. Z τῶν Z: τὸν N 33 δὲ ZN: an τὸ scribendum? Comnient. Arist. XIX. Aspasius. 4)
† Χεῖρον δὲ εἰς τὸ μὴ εἶναι μεσότητα μηδεμίαν ἐν ταῖς εἰρημέναις πράξεσι, μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις, ἐκ τούτων ἐνδεικνύμενος τὸ προ κείμενον αὐτῷ. ὥσπερ γὰρ περὶ τὸ ἀδικεῖν καὶ ἀκολασταίνειν καὶ δειλαίνειν οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, ἀλλ' ὅλη ἡ τοιαύτη ἕξις ἡμαρτημένη ἐστίν, οὕτως οὐδ' ἐν ταῖς εἰρημέναις πράξεσιν ἔνεστιν ὑπερβολὴ καὶ μεσότης καὶ ἔνδεια. ζηιεῖται δὲ πῶς εἶπε περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν μὴ εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. εἰ γάρ εἰσιν ἀνέσεις καὶ ἐπιτάσεις ταῖς κακίαις, εἴη ἄν καὶ ἐπίτασις καὶ ἄνεσις ἐν τί δειλία, ὁμοίως καὶ ἐν τῇ ἀκολασίᾳ, ὥστε οὐδὲν κωλύει ὐπερβολῆς ὑπερβολὴν εἶναι ἄλλην ἄλλης μᾶλλον καὶ ἐλλείψεως ἔλλειψιν. ἡ διχῶς λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἡ ἐν ταῖς κακίαις, ἡ μὲν ἐν αὐτῇ τῇ κακίᾳ ὥστε ἄλλην ἄλλης ὑπερβάλλειν μᾶλλον καὶ ἄλλην ἄλλης μᾶλλον ἐνδεῖν, ἄλλως δὲ λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ὡς πρὸς τὴν μεσότητα καὶ ἀρετήν. κατὰ μὲν οὖν τὸ πρότερον τῶν ῥηθέντων ἐνδέχεται ὑπερβάλὶο͂σθαι ἄλλην ὑπ’ ἄλλης κακίας καὶ ἐπιτείνεσθαι μᾶλλον καὶ ἀνίεσθαι, ὡς δὲ πρὸς τὴν μεσότητα σκοποῦντι οὐκ ἔστ·ι τῆς ὑπερ- βολῆς τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις. ἔσται γὰρ οὕτως τις, φησί, μεσό- μεσότης καὶ ἀρετὴ ἐν αὐτῇ τῇ κακίᾳ· τοῦτο δὲ ἀδύνατον. κατὰ δὴ τοῦτον τὸν λόγον οὔτε ὑπερβολὴ ὑπερβολῆς ἔσται οὔτε ἔλλειψις ἐλλείψεως, ἵνα μὴ με- σότητες· ὦσιν ἐν ταῖς κακίαις. ἔτι δὲ καὶ ἐκ τῶν ἀρετῶν δῆλον· ὥσπερ γὰρ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας καὶ ὅλως τῆς ἀρετῆς μεσότητος οὔσης οὐκ ἔστιν ἐν αὐτῇ τῇ μεσότητι τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις τὸ δὲ μέσον, διὰ τὸ <τὸ> μέσον εἶναι ἄκρον κατὰ τὸ εὖ καὶ ὡρίσθαι· τοῦτο δὲ εἰ ἔχει οὕτως, οὐδὲ τῶν κακιῶν ἐστι μεσότης οὐδ’ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ ὡς ἄν πράττηται τὰ κατὰ τὴν κακίαν, ἁμαρτάνεται, καὶ τῶν ἐφ’ ἑκάτερα μερῶν [*](1 ὅτε Z: ὅταν N 2 δὲ om. N 4 τὸν oin. Z 5 μοιχία Z 6 μοιχία Z 7 ὅπως ZN: ὅλως Z’-: quomodocumque i. e. ὁπωσοῦν recte Felicianus ἀποκτείναι Z2: ἀποκτείνῃ ZN 10 an ἐπιχειρῶν ? 11 μεταβαίνει .ex μεταμαίνει Z 12 δηλαί- νεῖν N: ἀσελγαίνειν Z 13 ἕξις N: ἕξ Z 16 μεσότης corr. ex ·μσότις Z ζειιεῖται corr. in ζητεῖται Z 16.17 καὶἐπιτάσεις Z : ἐπὶ ταύταις Ν 17 καὶ (ajite ἐπίτασις) om. Z 19 ἔλλειψις ex ἔλειψις corr. Z2 20 ἄλλης Z: ἄλλως N ὑπερβάλλειν ex ὑποβάλλειν corr. Z2 21 ἄλλης scripsi; ἄλλως ZN ἡ om. N ante ὑπερβολὴ et ἔλλειψις 23 ὑπερβάλλεσθαι Z: ὑπερβάλλειν N ἄλλης Z : ἄλλως N καὶ ἐπιτείνεσθαι] καὶ ἐπὶ Z2 in albo 25 τις Z: τε N 25. 26 μεσότης ex μεσό- τις Z 27 μὴ Z2: om. NZ 29 ἀνδρίας Z 31 τὸ (ante μέσον) adilidi εἰ ἔχει ουατω̣ς scripsi: εἰ καὶ ἔτι εἰ καὶ οὕτως ZN : εἰ καὶ οὕτως Z2)
Ἐπεὶ δὲ καθόλου εἴρηται περὶ ἀρετῆς, ὅτι τίς ἐστι μεσότης, ἐν δὲ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν κοινότεροι καθόλου εἰσίν, ὥς φησιν, οἵ δ’ ἐπὶ μέρους ἀληθινώτεροι περὶ γὰρ τὰ καθ’ ἕκαστα αἱ πράξεις), βούλεται καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν εἰπὼν δεῖξαι μεσότητα μὲν τὴν ἀρετήν, τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν τὴν δὲ ἔλλειψιν. διά τί δὲ λέγει κοινοτέρους εἶναι τοὺς λόγους ἐν τοῖς πρακτικοῖς, γένοιτ’ ἂν ὧδε γνώριμον· ἐν μὲν γὰρ ταῖς ἐπιστήμαις οἱ καθόλου λόγοι οὐ δείκνυνται διὰ τῶν καθ’ ἕκαστα οὐδὲ ἐκ τῶν ἐπὶ μέρους, λέγω δὲ ἐν ταῖς κυρίως ἐπιστήμαις, ἀλλὰ διὰ τῶν καθόλου. ὁ γὰρ γεωμέτρης, ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐ δείκνυσιν ἐκ τῶν καθ’ ἕκαστα τριγώνων ἐπαγωγῇ χρώμενος, οἷον ἐπεὶ τόδε τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἱρεῖς καὶ τόδε καὶ ἕκαστον τῶν ἐν μέρει, διὰ τοῦτο καὶ καθόλου ἀληθὲς πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἀλλ᾿ ἀποδείξει κέχρηται καθολικῇ καὶ δείκνυσι τοὐθ’ οὕτως ἔχειν. ἐν δὲ τοῖς πρακτικοῖς ἡ τοῦ καθόλου πίστις ἐκ τῶν ἐν μέρ·ει, ὡς ἔστιν ἰδεῖν καὶ ἐπὶ ἰατρικῆς. ὅτι γὰρ τὸ θερμαντικὸν ἀνίησι καὶ χαλᾷ, ἐκ τῶν ἐν μέρει πιστοῦται. τὸν αὐτὸν δέ τρόπον καὶ ἐπὶ τῶν κατὰ τὰς ἀρετάς· ὅτι γὰρ μεσότης, οὐκ ἐξαρκεῖ καθόλου εἰπεῖν, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ἀρετῆς ἐπιόντα χρὴ δεικνύναι μεσότητα αὐτήν· εἰ δὲ μή, κενοὶ γίνονται οἱ καθόλου λόγοι, μὴ ἐφαρμόττοντες τοῖς ἐν μέρει καὶ καθ’ ἕκασΤα· καὶ γὰρ αἱ πράξεις ἐν τῷ καθ’· ἕκαστά εἰσι· διὰ δὴ τοῦτο, ἐπὶ κεφαλαίων διέγραψε τὰς ἀρετὰς καὶ τὰς ἐφ’ ἑκάτερα ἑκάστης αὐτῶν κακίας, καὶ δεῖ ὑπογεγράφθαι· τοῦτο γὰρ ἔοικε βούλεσθαι, ἅμα δὲ καὶ λόγῳ διὰ βραχέων περὶ ἑκάστης αὐτῶν ἐπέξεισι. περὶ μὲν οὖν φόβους καὶ θάρρη, πάθη ὄντα, μεσότης ἀνδρεία ἐστίν, αἱρουμένη τὸ μέσον ἐφ’ ἑκατέρων τῶν παθῶν· ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος τὰ μὲν πολλὰ εἴωθε λέγεσθαι θρασύς, νῦν δέ τινας δύο λέγει τοὺς ὑπερβάλλοντας, τὸν μὲν τῷ μὴ φοβεῖςθαι ἀνώνυμον [*](1 ἐστι N: ἢ Ζ corr. ἦ Ζ2 2 μοιχίαν Z 6 ἐπιδεχόμεναι scripsi: ἐπιδεχόμενα libri 8 τυραννοκτονίαν N 11 κοινότεροι ZN et Arist. Kb Lb Mb Nb; κενώτεροι Αrist. vulg. et Aspasius fortasse ipse cf. v. 27 οἵδ’ Z: οὐδ’ Ν 12 ἀληθεινότεροι N 13 βούλεται Z: βούλονται N μὲν οm. Z 15 τοὺς <καθόλου> Diels 20 ἐπεὶ Z: ἐπὶ N ἴσας Z: corr. ἴσας Z2 22 ἔχειν scnpsi: ἔχει ZN 23 δείκνησι Z: corr. Z2 24 ὡς ἔστιν ἰδεῖν Z2: lac. Z: ὥσπερ ἔχει N 26 μεσότης —ἐπιόντα (27) om. a Z add. Ζ2 29 τῷ Z: τοῖς N 32 οὖν om. Z et Arist. Kb 33 ἐφ’] ἐπὶ ZN 35 τῷ μὴ Z: τὸ μὴ N)
τὴν δὲ σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας φησὶν εἶναι μεσότητα, οὐ περὶ πάσας ἀλλὰ τὰς σωματικάς, καὶ οὐ περὶ τὰς σωματικὰς ἁπάσας· ἀλλὰ τὰς δι’ ἁφῆς, οἷον τὰς διὰ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων ἧττον δὲ περὶ λύπας. ἡ γὰρ ἐνέργεια τοῦ σώφρονος περὶ ἡδονάς ἐστιν αἱρουμένου τὸ ἐν αὐταῖς μέσον. τοσοῦτον δὲ λέγεται περὶ τὰς λύπας αὐτὸν] εἶναι ὅσον οὐ λυπεῖται ἐπὶ τῆ ἀπουσίᾳ τῶν ἡδονῶν· ὑπερβολὴ δὲ ἡ ἀκολασία, ἡ δὲ ἔλλειψις ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ἐλλείποντάς τινας, λεγέσθω δὲ ἀναισθησία.
Ἐπεὶ δὲ ὁ ἐλευθέριος περὶ δόσιν καὶ λῆψιν χρημάτων τὸ μέσον αἱρούμενος, ἐν ἑκατέρῳ καὶ τῶν ἄκρων, θάτερος περὶ ἄμφω ἐστὶν ἁμαρτητικός. ἐναντίως δέ φησιν ὑπερβάλλουσι καὶ ἐλλείπουσιν ὁ μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει, ἐν δὲ λήψει ἐλλείπει, ὁ δ’ ἀνελεύθερος τοὐναντίον. ἐνίοτε δ’ ἁπλῶς ὑπ·ερβολὴ μὲν λέγεται ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία καὶ οὐκ ἀλόγως. ἔστι μὲν γὰρ περὶ ἀμφότερα, ὥσπερ εἴρηται, ὁ ἐλευθέριος, περὶ δόσιν καὶ λῆψιν, μᾶλλον δὲ περὶ δόσιν, καὶ περὶ τοῦτό ἐστιν ἡ προηγουμένη αὐτοῦ ἐνέργεια, ἡ δὲ λῆψις ἐξ ὑποθέσεώς ἐστιν αὐτῷ, εἰ ἐν χρεία εἴη πολλῇ. περὶ ὃ οὖν ἐστιν ἡ προηγουμένη τοῦ ἐλευθερίου ἐνέργεια, ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δ’ ὁ ἀνελεύθερος. [*](1 τῷ θαρρεῖν Z: τὸ N λέγει] λέως Z: corr. Ζ: 2 τῇ ἀφοβίᾳ NZ2: τῆς ἀφοβίας Z 3 an ὠνομασμένος? 5 σεισμὸν N 6 δὴ Ζ2: δὲ Z: γὰρ N 7 πρὸς τὰ Z: τὰ N ὑπὲρ Z2: ὑπὸ ZN 13 τῶν N: τὸν Z 16 ὑπερβάλλων Z: ὑπερβάλλον N 18 μίαν Z: μὴ N 21 τὰς (post περὶ) (R): τῆς ZN 23 τὸ scripsi: τοῦ ZN 24 αὐτὸν Z2: αὐτὰς ZN: ego seclusi 26 γενέσθαι N 27 ἐλεύθερος N 28 ἁμαρτητικός N: ἁμαρτικὸς Z 30 προέσει ex προαιρέσει N 35 περὶ ὃ Z: περιὸν N 36 ὁ ἄσωτος Z: ὡς ὁ ἄσωτος N)
Μετὰ δὲ ταύτας λέγει τρεῖς εἶναι μεσότητας, ἐχούσας μέν τινα κοινωνίαν πρὸς ἁ ἀλλήλας, διαφερούσας δ’ ἀλλήλων· λέγει δὲ αὐτὰς πάσας περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. διαπορεῖται δὲ τοῦτο εἰ μὴ περὶ πάσας τὰς ἀρετὰς ἔστι τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. ἢ τῶν λοιπῶν ἀρετῶν αἱ ἐνέργειαι πλὴν τῆς δικαιοσύνης γίνοιντ’ ἄν καὶ καθ’ ἑαυτὸν τῷ ἐναρέτῳ, οἷον ὁ σώφρων οὐ μόνον ἐν τῇ πρὸς ἄλλον κοινωνίᾳ χρῆται τῷ σωφρονεῖν ἀλλὰ καὶ πρὸς αὑτὸν ἐν διαίτη ἐν ἀμπεχόνῃ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον. ἔστι δὲ καὶ ἐν πράξεσιν ἄνευ τοῦ λέγειν δυνατὸν χρῆσθαι τῇ σωφροσύνῃ· ὁμοίως δὲ καὶ ἐπὶ ἀνδρείας καὶ ἐλευθεριότητος καὶ τῶν ἄλλων ἀρετῶν. καὶ γὰρ πρὸς αὑτὸν ἐλευθέριος (6) ὡς δεῖ ἀναλίσκων εἰς ἑαυτόν ἡ ἀνδρεῖος ὁ μὴ φοβούμενος μηδὲ ταραττόμενος ῥᾳδίως ὑπὸ τῶν προσδοκωμένων δεινῶν ἢ κακῶν. ἡ δὲ δικαιοσύνη ἐστὶ μὲν ἐν κοινωνία πάντως, ἀλλ’ [*](2 τοσοῦτον δὲ—ὀνομάζεται (18) = Class. Journal XXIX 109 πῶς περὶ Z: πῶς δὲ περὶ N 4 τῶν ἄλλων τότε Z: τῶν ἄλλων τῶν τότε N 6 καὶ om. Z ἀοργισία N 7 μὴ Z: μὲν N 8 ἔχοντος scripsi: ἔχοντας ZN 9 ὀργιζομένου Z: ὀργιζομένους N 10 πάλιν Z: πᾶσι N τὸ om. N 11 πάλαι scripsi: πάλιν Z: πᾶσι N 12 ἐπιτηδιότητα N 15 αὐτὰς αὑταῖς ZN: delevit αὐταῖς Ζ2 17 θάρσους Ηase: θράσους ZN 18 ὠνομάζεται Z ἐπὶ ex ἐπεὶ N 20 ἀναίσθητος corr. ex ἀνέσθητος Z 25 διπορρεῖται N 2(5 καὶ Z: καλεῖ N 28 σώφρων ex σώφρον’ N 29 αὑτὸν] αὐτὸν libri 30 ἔστι Z: ἔτι N καὶ (R): ἡ ZN 31 ἐπὶ Z: περὶ N 32 αὑτὸν] αὐτὸν ZN ὃ inserui 24 κακῶν ἡ δεινῶν N ἐν Z: τῇ N)
Τῶν δὲ λοιπῶν δυοῖν μεσοτήτων περὶ τὸ ἡδὺ ἀμφοτέρων οὐσῶν, ἡ μέν ἐστι περὶ τὸ ἐν παιδιᾷ, μέσως τοῦ σπουδαίου παίζοντος καὶ ἀλύπως τοῖς συγγινομένοις. καλεῖται δὲ ἡ τοιαύτη ἀρετὴ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, ἡ δ’ ὑπερβολὴ βωμολοχία, ὑπερβαλλόντως τινὸς χρωμένου τῷ γελοίῳ· καὶ οὔτε ὡς δεῖ οὔτε πρὸς οὕς δεῖ, ἀλλὰ παραβαίνοντος πάντας τοὺς εἰρημένους διορισμούς. τὴν δὲ ἔλλειψιν ἀγροικίαν ὠνόμαζεν, οἵα γένοιτ᾿ ἄν [*](1 ἔστη N 4 φιλοσώφω Z 5 καὶ λόγω] καὶ om. Z ἁμαρτηκοὶ N καλεῖ— λόγοις (27) = Classical Journal ΧΧΙΧ 109. 110 6 καθ’ αὐτὴν ΖΝ 8 ἐξαίρονται N 9 δὲ om. Ν 10 οὖσαν Ζ2: om. ZN 10. 11 αὐτὴν NZ: mut. in αὐτὸς Z2 11 ὀνομαζόμενον N 12 σοφίαν Z: κακίαν N 13 πάντας delevi 14 αὐτῶν ZN λέγοντα N 14. 15 ἀλαζονίαν N 15 κατάγοντας Diels: καταγνόντας ΖΝ 19 Σωκράτης ex Σωκράτους N 20 αὐτὸν Ζ2: om. ZN 21 ύνωνα N cf. Plat. rep. I p. 377 Α et Μen. p. 98 Β 22 εἰδέναι Hase: εἶναι NZ: nihil esse nihilque scire Felic; vide tamen Apol. p. 41 E et Conv. p. 216 Ε 23 Πλάτωνος Ἀπολογίᾳ] p. 21 D 26 προσπεποιηκότος Diels: προσπεπονθότος ΖΝ 27 ἐπὲ Ζ: ἐν N 29 τῶν—ἀμφοτέρων bis Z, deletis prioribus 34 ὠνόμαζεν Z: ὠνόμασεν N)
Μετὰ δὲ ταῦτα λέγει μεσότητ·ας εἶναί τινας ἐν ψιλοῖς τοῖς πάθεσιν, ἐπαινετὰς μέν, ἀρετὰς δ’ οὐ λέγων εἶναι. ἡ μὲν γὰρ ἀρετὴ περὶ πάθη καὶ πράξεις, οἷον ἀνδρεία περὶ φόβους καὶ θάρρη, ἀλλὰ καὶ ἐν τῷ ἀγωνίζεσθαι καὶ πράττειν τὰ τοῦ ἀνδρείου ἔργα. αἱ δὲ λεγόμεναι νῦν μεσότητες ἐν αὐτοῖς τοῖς πάθεσι μόνον εἰσίν, οὐκ ἐν ταῖς πράξεσ·ιν, οἷον αἰδὼς καὶ ὁ αἰδήμων μέσος, καταπλὴξ δὲ ὁ ἅπαντα αἰδούμενος ὑπερβάλλων τις τῷ πάθει, ὁ δὲ ἐλλείπων τῷ αἰδεῖσθαι ἀναίσχυντος. καὶ ἡ νέμεσις δὲ παθητικὴ μεσότης, λύπη τις οὖσα ἐπὶ ταῖς πα·ρ’ ἀξίαν εὐπραγίαις τῶν μοχθηρῶν. ὑπερβολὴ δὲ φθόνος ἐπὶ πᾶσι λυπουμένου εὖ πράττουσιν, ὅπερ γοῦν τοῦ φθονεροῦ κατὰ δὲ τὴν ἔλλειψιν τάττει τὸν ἐπιχαιρέκακον, τοσοῦτον φάσκων αὐτὸν τοῦ λυπεῖσθαι ἐπ’ ἀλλοτρίαις συμφοραῖς ἀπέχειν, ὥστε καὶ χαίρειν. μήποτε δὲ κατὰ τὴν ἔλλειψιν ὁ τοιοῦτος ᾖ, ἀλλ’ ὁ μὴ λυπούμενος ὅλως ἐπὶ μηδενὶ τῶν εὖ πραττόντων, μηδ’ ἂν τύχῃ ἀνάξιος ὤν, ὁ δὲ ἐπιχαιρέκακος ἤτοι ὁ αὐτὸς τῷ φθονερῷ· τοῦ γὰρ αὐτοῦ λυπεῖσθαι ἐπὶ ταῖς εὐπραγίαις τῶν πέλας καὶ χαίρειν ἐπὶ τοῖς κακοῖς αὐτῶν. ἢ μήποτε ἔστιν ἐπινοῆσαι μεσότητά τινα τῇ νεμέσει ἀνάλογον τοῖς κατ’ ἀξίαν συμβαίνουσι τῷ μοχθηρῷ, χαίροντός τινος ἀνωνύμου ὄντος καὶ τῆς κατ’ αὐτὸν ἕξεως· τοῦ δ’ ὑπερβάλλοντος, ἐπιχαιρεκάκου ὄντος ὡς καὶ ταῖς τῶν μοχθηρῶν εὐπραγίαις καὶ ταῖς τῶν ἀγαθῶν ὁμοίως χαίρειν· τοὺ δὲ κατὰ τὴν ἔλλειψιν ἐπὶ μηδενὶ χαίροντος, μηδ’ ἄν ἄξιος ὢν τύχῃ τῶν συμβαινόντων αὐτῷ δυσχερῶν. περὶ μὲν οὖν τούτων ἐπιστήσειεν ἄν τις· περὶ δὲ δικαιοσύνης ὕστερον ἐρεῖν ἐπαγγέλλεται καὶ περὶ τῶν λογικῶν ἀρετῶν.
Ἀντικεῖσθαι μὲν οὖν φησι τὰς τρεῖς διαθέσεις ἀλλήλαις, τήν τε ἀρετὴν μεσότητα οὖσαν τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει καὶ ταύτας ἀλλήλαις τε καὶ τῇ μέσῃ ἕξει· ὅμως δὲ ἀντικειμένων τούτων πλείστην εἶναι τοῖς ἄκροις ἐναντιότητα πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον. τοῦτο δὲ ἀπορεῖται, εἰ ὀρθῶς εἴρηκε. δοκεῖ γὰρ ἡ ἀρετὴ μάλιστα ἐναντία τῇ κακίᾳ εἶναι· οὕτω μὲν οὖν σκοποῦντι πλείστη ἐναντίωσις τῆς ἀρετῆς ἐστι καὶ τῆς κακίας. εἰ δὲ αὐτήν τις σκοποίη τὴν ἐν τῇ κακίᾳ ὑπερβολὴν καὶ ἔλλειψιν, πλείστη ἂν εὑρεθείη ἡ διάστασις τῶν κακιῶν πρὸς ἀλλήλας ἢ πρὸς τὴν ἀρετήν. τεκμήριον δέ ἐστιν, [*](2 ἥτις Z: εἴτις N 4 ἀρέσκια N 5 λέγοιτ’ ἄν corr. ex λέγειτ᾿ ἄν N καὶ post κέρδους om. N 9 περὶ φόβους Z: καὶ περὶ φόβους N 10 μεσότητες ex μεσότηταις Z 13 ἀναίσχυντος ex ἀνέσχυντος Z παθητικὴ N: παθητὴ Z 15 ὅπερ γοῦν Z: ὁπωσοῦν N 18 ἦ mut. in ἦν Z 24 εὐπραγίαις ex εὐπραγείαις N καὶ ante ταῖς om. N: superscr. Z 26 οὖν om. Z 32 ἄλληλα Αrist.: ἀλλήλας ZN 35 πλείστη ZN ut Arist. vnlg. 36 κακιῶν N: κακῶν Z)
Σημειωτέον δὲ ὅτι εὐλόγως εἶπε πρὸς ἃ εὐκατάφοροί ἐσμεν, ταῦτα ἐναντιώτερα εἶναι καὶ τῇ ἀρετῇ. ἃ γὰρ ἡμῖν ἐναντιώτερά ἐστι, ταῦτα καὶ τῇ ἀρετῇ. ἐναντιώτερα δὲ ἡμῖν πρὸς ἃ εὐκατάφοροί ἐσμεν κατὰ τὴν ψυχήν, ὥσπερ καὶ ἐναντιώτερα τῷ σώματι νοσήματα πρὸς ἃ εὐκατάφορόν ἐστι τὸ σῶμα.
Ὅτι δὲ τὸ μέσον λαβεῖν δύσκολον, παρέθετο παράδειγμα οὐ τῶν πρὸς ἡμᾶς τι μέσων ἀλλὰ τῶν κατ’ αὐτὸ τὸ πρᾶγμα. κύκλου γὰρ τὸ μέσον λαβεῖν οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος. εἰ γὰρ ἐν τοῖς τοιούτοις λ.αβεῖν τὸ μέσον δύσκολον, ἐν οἷς τὸ μέσον ἓν καὶ ταὐτὸ πᾶσι, πολὺ χαλεπώτερον ἐν τοῖς πρακτοῖς, ὅπου μέσον ἐστὶ τ·ὸ ἑκάστῳ ἁρμόττον. ἃ δ’ εἴρηκεν οὕτως ὅτι μὲν οὖν ἐστιν ἡ ἠθικὴ ἀρετὴ μεσότης καὶ πῶς καὶ τἄλλα, τὰ μὲν ἄλλα δῆλα· τὸ πῶς γὰρ φέρει ἐπὶ τὸ πρὸς ἡμᾶς μέσον αἱρεῖσθαι, ἀλλὰ μὴ τὸ κατὰ τὸ πρᾶγμα. ὃ δ’ ἐπὶ τῇ τελευτῇ εἴρηκεν, ὡς οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁ ἐπὶ πόσον καὶ μέχρι τίνος παρεκβαίνων ἐπὶ τὸ μᾶλλον ἢ ἐπὶ τὸ ἧττον ψεκτός, ἕπεται τοῖς ἀεὶ λεγομένοις ὑπ’ αὐτοῦ, ὅτι οὐδὲν τῶν πρακτῶν ἀκριβῶς ἔστι διορίσαι, ἀλλὰ τύπῳ· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν, ὅθεν καὶ οἱ σωρεῖται παρεληλύθασι. μέχρι γὰρ πόσου ὁ πλούσιός ἐστιν; εἴ τις θείη ὁ μέχρι δέκα ταλάντων, ἀνερωτῶσιν· ἱεῖ δὲ δραχμήν τις ἀφέλῃ οὐκέτι πλούσιος; εἰ δὲ δύο;’ οὐκ ἔστι γὰρ τῶν τοιούτων οὐδέν, ἐπειδὴ αἰσθητά ἐστιν, ἀκριβῶς διορίσαι καὶ τὸν πένητα καὶ τὸν πλούσιον. καὶ ἐπὶ τοῦ φαλακροῦ δὲ ἐρωτῶσιν· ἱεῖ παρὰ μίαν τρίχα φαλακρὸς γίνεται, τί δὲ παρὰ δύο, τί δὲ παρὰ τρεῖς;’ ὅθεν φαλακροὶ ἐλέγοντο οἱ λόγοι καὶ σωρεῖται. ἐπὶ γὰρ σωροῦ τὸ αὐτὸ Ι [*](2 ἀνελευθέριον ZN 3 φαντάζεται—ἀνελεύθερος corrupta ἀνελεύθερος Z: ἀνελευθέριος N 5 ἀνελευθέριος ZN ἀνελευθερίῳ ZN 9 ὁμοιότητα NZ2: ὁμοιότηταν Z 13 ἄι’ γὰρ—τῇ ἀρετῇ (14) om. Z 15 ἐναντιώτερα δὲ N: ἐναντιώτερον δὲ Z ἡμῖν Z: ὑμῖν N 19 μέσων scripsi: μέσον ZN τὸ (ante πρᾶγμα) om. N τὸ μέσον Arist.: τι μέσον ZN 20 οὐ παντός—λαβεῖν Ζ2 in marg. 22 πρακτοῖς Z: πρακτικοῖς N 25.26 διορήσαι N 26 πόσον Arist.: τόσον ZN 28 διορήσαι τύπῳ Z: τόπω N 29 πόσου om. Z 30 οὐκέτι scripsi: οὐκ ἔστι ὁ ZN 33 παρὰ (ante μίαν) Z: περὶ N παρὰ (ante δύο) ex περὶ Z: περὶ N 33. 34 παρὰ (ante τρεῖς) ex περὶ Z: περὶ N)
τῆς ἀρετῆς δὲ περὶ πάθη ἕως τὸ τιθέναι ἀκούσια.
Ἡ μὲν πρόθεσις περὶ ἀκουσίου καὶ ἑκουσίου εἰπεῖν· πρῶτον δὲ λέγει, ὅτι ἀναγκαία ἡ περὶ αὐτῶν θεωρία τοῖς περὶ ἀρετῆς ἐπισκοποῦσι καὶ ὅλως τῷ πολιτικῷ καὶ νομοθετικῷ. ἐπεὶ γὰρ ἡ ἀρειὴ περὶ πάθη καὶ πράξεις, ἐν οἷς τὸ μὲν ἑκούσιον ἐπαινεῖται, ἂν καλῶς γένηται, τὸ δ’ ἀκούσιον συγγνώμης τυγχάνει, ἐνίοτε δὲ καὶ ἐλέου, ἀναγκαῖον τῷ περὶ ἀρετῆς ἐπισκοποῦντι περὶ ἑκουσίου καὶ ἀκουσίου διορίσαι. ἐν μὲν οὖν ταῖς πράξεσιν ὁμολογουμένως ἐστὶ τὸ ἑκούσιον καὶ ἀκούσιον, ἐν δὲ τοῖς πάθεσι πῶς ἄν εἴη; δοκεῖ γὰρ ἀκούσια εἶναι τὰ πάθη· ἢ τὸ διαθεῖναί πὼς οὕτως ἑαυτὸν καὶ ἔθεσι καὶ λόγῳ, ὥστε μὴ πάσχειν κακῶς ἑκούσιον; καὶ ταύτῃ λέγοιτ’ ἂν τὰ πάθη ἑκούσια ἐνίοτε· ἀκούσια δέ πὼς ἂν εἴη ἢ ἁπλῶς ἢ κατὰ τὴν ἑαυτῶν φύσιν. μήποτε δὲ οὐ περὶ τῶν παθῶν εἴρηκε τὸ ἑκούσιον καὶ ἀκούσιον, ἀλλὰ περὶ τῶν πράξεων. ἔτι ἰὰ πραττόμενα διὰ θυμὸν ἢ ὅλως διὰ πάθος ἑκούσια λέγεται, ὅταν εἰδὼς πράττῃ· ἀναγκαῖον δὲ καὶ τῷ πολιτικῷ καὶ νομοθετικῷ εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου· οὐ γὰρ μικρὸν μέρος τῆς νομοθεσίας τὸ περὶ τὰς τιμὰς καὶ περὶ τὰς κολάσεις, ἀλλ’ ἐν ταῖς πόλεσι περὶ τοῦτ’ ἐστι πᾶσα νομοθεσία. τὸ οὖν εἰδέναι τίνας μὲν δεῖ κολάζειν, τίσι δὲ νέμειν συγγνώμην καὶ πάλιν τίνας μὲν δεῖ τιμάν † εἰ καὶ ὅτι μάλιστ’ ἄν ᾖ ἀγαθοῦ τινος διὰ τὸ ἄκοντα εἰργάσθαι] τοῦ εἰδότος ἱκανῶς περὶ ἑκουσίου καὶ ἀκουσίου· ὥστε ἀναγκαία ἡ γνῶσις τῷ πολιτικῷ καὶ νομοθετικῷ.
[*](1 γάμμα Z: τρίτον N 2 δὲ Z: δὴ N περὶ om. Z 3 μὲν Z2: om. ZN 5 καὶ (ante νομοθητικῷ) om. N 7 τῷ περὶ Z: τὸ περὶ N 10 πῶς Z: πῆ N 11 λόγῳ Z: λόγοις N τὰ om. Z 12 ἢ (post ἀπλῶς) Z2: om. NZ 14 τῶν bis Z, deleto altero πάθος Z: πάθη N 15 πραττεῖ N 15. 16 καὶ τῷ νομοθετικῷ N 17 τὰς κολάσεις] τὰς om. Z 19 συγνώμην Z εἰ καὶ Z: καὶ N ἄν τι ἦ N: ἂν ἡ Z 20 εἰργάσθαι Z: εἴργεσθαι N διὰ—εἰργάσθαι delevi, ad νέμειν συγγνώμην explicanda intrusa; sic fere redintegranda sententia videtur: καὶ ὅτι μάλιστ’ ἄν εἴη ἀγαθοῦ τινος πολιτικοῦ εἰδότος)Ἀρχεται δὲ ἀπὸ τοῦ ἀκουσίου ὡς γνωριμωτέρου. δοκεῖ δὲ ἀκούσιον εἶναι τὸ βίᾳ ἢ δι’ ἄγνοιαν. οὗτος δὲ οὐ δοκεῖ κυρίως ὁρισμὸς εἶναι, ἀλλὰ εἰδῶν μᾶλλον ἔκθεσις τῶν τοῦ ἀκουσίου. καθόλου δὲ οὐδὲ ὅροι δοκοῦσιν εἶναι οἱ κατὰ τὰς διαιρέσεις ταύτας ἀποδιδόμενοι, οἷον ὅτι ἐστὶ τὸ ὂν ὃ οἷόν τε παθεῖν ἢ ποιῆσαι. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὰ ὁμώνυμα ἔστιν ὁρίζεσθαι, οἷον κλείς ἐστιν ἤτοι ἡ τἀς θύρας ἀνοίγουσα ἢ ἡ περὶ τὸν αὐχένα· ἀλλ’ ἀναγκαῖον ὅμως καὶ τοῖς τοιούτοις ἐνίοτε ὁρισμοῖς χρῆσθαι, ὅταν τοῦ κοινοῦ τῶν εἰδῶν μὴ ᾖ ῥᾴδιον λόγον λαβεῖν, ὥσπερ ἔχει καὶ ἐπὶ τοῦ βιαίου καὶ τοῦ δι’ ἄγνοιαν. κοινὸν μὲν γὰρ αὐτοῖς τὸ ἀκούσιον καὶ δοκεῖ συνωνύμως αὐτῶν κατηγορεῖσθαι, ἐπειδὴ καὶ τὸ ἑκούσιον ἕνα ἔχει λόγον, ὡς ἔσται δῆλον ὀλίγον ὕστερον. οὐκ ἔστι δὲ ὅμως ἕνα τοῦ ἀκουσίου λαβεῖν λόγον. εἰπὼν δὲ ἀκούσια εἶναι τὰ βίαια ἢ δι’ ἄγνοιαν, πρῶτον ὁρίζεται τὸ βίαιον, λέγων αὐτὸ βίαιον εἶναι οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα εἰς ἣν μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων· δοκεῖ δέ τισιν ἱκανῶς ἔχειν ὁ ὁρισμός, εἰ καὶ μόνον οὕτως ἀποδέδοται βίαιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν· τῶν μὲν γὰρ ἐφ’ ἡμῖν ἐν ἡμῖν εἰσι καὶ αἱ ἀρχαί· καὶ γὰρ εἰ λαβών μέ τις μετέωρον φέροι ἐμοῦ προστάξαντος καὶ βουληθέντος, ἐν ἐμοὶ ἡ ἀρχή. ὅταν δ’ ἔξωθεν ἡ ἀρχὴ καὶ βίᾳ μέ τις λαβὼν ἄγῃ, ἀκούσιον τὸ τοιοῦτον καὶ βίαιον. ἔοικε δὲ οὐκ ἀλόγως καὶ τὰ ἑξῆς προσκεῖσθαι ἀμφισβητεῖται γάρ, ὡς προελθὼν λέγει, περὶ τῶν διὰ φόβον μειζόνων κακῶν τυράννοις ἢ ὅλως τοῖς κρατοῦσιν ὑπηρετησάντων τι τῶν αἰσχρῶν, περὶ ὧν ὀλίγον ὕστερον ἐπισκοπεῖ· καὶ δοκεῖ μᾶλλον ἑκούσια εἶναι. τὸ δὴ καθαρῶς βίαιον τοῦτό ἐστιν; ὅταν ἔξωθέν τε ἡ ἀρχὴ καὶ μηδὲν συμβάλληται ὁ πράττων ἢ ὁ πάσχων. δοκεῖ δὲ τὸ καὶ] ὁ πράττων μὴ εὖ προσχεῖσθαι· ὅτῳ γὰρ ἂν βίαιόν τι συμβαίνῃ, κἂν μηδὲν αὐτὸς εἰς τοῦτο συμβάλληται, πάσχειν μὲν ἂν λέγοιτο, πράττειν δ’ οὔ, οἷον εἰ, ὥς φησι, πνεῦμα κομίσαι ποί τινα ἢ ἄνθρωποι κύριοι ὄντες· τὸ γὰρ κομίζεσθαι καὶ τύπτεσθαι καὶ τά τοιαῦτα πάσχειν ἀλλ’ οὐ ποιεῖν ἐστιν. ἢ καὶ πράττειν βίαιόν ἐστιν; οἷον εἰ ὠσθείς τις αὐτὸς ὤσειεν ἄλλον καὶ καταβάλοι ἄκων· ἄκων γὰρ καὶ βίᾳ ἔπραξεν, οὐδὲν εἰς τοῦτο συμβαλλόμενος. λέγεται δὲ καὶ ἐν τοῖς ἀψύχοις βίαιον, οἷον τὸ πῦρ δοκεῖ κάτω φέρεσθαι καὶ ἡ γῆ ἄνω. τὸ δὲ βίᾳ οὕτως λεγόμενον καὶ ἐπὶ τῶν ἐμψύχων πότερον ὁμώνυμόν ἐστιν ἢ συνώνυμον; δοκεῖ γὰρ ἴσως ὁμώνυμον εἶναι. τὸ μὲν γὰρ βίᾳ ἐν τοῖς ἄλλοις ἐστὶν ἡ παρὰ φύσιν κίνησις αὐτῶν ἢ ἡ μονή, ἐν δὲ τοῖς ἐμψύχοις οὐ [*](3 δὲ Z: γὰρ Ν 5 ὁρίζεσθαι Z: διορίζεσθαι N 6 κλεῖς ex κλῆς Z ἤτοι om. Z 7 ὅταν Diels: ὅτε ZN 8 ἡ Z: εἰ N 9 αὐτοῖς N: αὐτῆς Z 11 ἀκούσια N et Arist.: ἀκούσιον N 12 τὰ Z: τὸ N βίαια ZN et Arist. νulg.: βίᾳ (Voss. et) Arist. Nb 13 εἰς ἣν libri: ἐν ᾖ Arist. 15 μόνον Z: ἄν N 16 μετέωρον Diels: μετέωρα ZN 17 φέροι ex φέρει ZN 18 βία ex βίαια Z 24 καὶ seclusi μὴ ante καὶ sed transpositum post πράττων Z συμβαίνει N: συμβαίνοι ex συμβαίνει Z κἀν Z: καὶ N 25 πάσχειν Z: πάσχει N 28 βίαιόν Z: βιαίως N ὠσθεὶς] ὠθεῖς ZN τις 0111. Z: add. Ζ2: pallidiore atramento N αὐτὸς NZ2: ταὐτὸς Z 29 καταβάλλοι N ἄκων post ἄλλον N καὶ om. N συμβαλλόμενος scripsi: συμβαλλομένου ZN 33. p. 60, 1 οὐ πάντως Ν2Ζ: om. N1)
Ὁ δὲ Ἀριστοτέλης ἑξῆς τοῖς προειρημένοις ἀπορεῖ, εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, ἀκούσιά ἐστιν. δοκεῖ δὲ τὸ μέν τι ὀρθῶς ἠπορῆσθαι τῶν ἐν τῷ λόγῳ, τὸ δ’ εὐήθως· τὸ μὲν γὰρ ἀπορεῖν εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἑκούσιά ἐστιν ἢ ἀκούσια εὔλογον, τὸ δὲ, εἰ ὅσα διὰ καλόν τι πράττεται, ταῦτα ζητεῖν εἰ ἑκούσια ἢ ἀκούσια, ἐστὶ γελοῖον. καὶ γὰρ ἐπαινεῖται καὶ ἑκούσια δοκεῖ τὰ δι’ ἀρετὴν καὶ διὰ καλόν τι πραττόμενα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, εἰ ἑκούσια ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται μᾶλλον ἢ διὰ καλόν τι; εἰ γάρ τις προτιμᾷ τὸ μὴ πάσχειν τι φοβερὸν τοῦ καλόν τι πρᾶξαι, ἐπ’ αὐτῷ ὂν ὑπομεῖναι τὸ ἀλγεινὸν ἐπὶ τῷ καλῷ, περὶ τούτου ἀμφισβητήσειεν ἄν τις, εἴτε ἄκων εἴτε ἑκὼν πεποίηκεν, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν τι πρᾶξαι ἀπειλήσας γονέων καὶ τέκνων θάνατον· καὶ πράξαντος μὲν σώζοιντο, μὴ πράξαντος δὲ ἀποθνήσκοιεν· ὁ δὲ τοῦτο ὑπομένοι ἐπὶ τῷ καλῷ. ἀμφισβητεῖται γὰρ περὶ τοῦ τοιούτου, πότερον ἑκὼν ἢ ἄκων ποιεῖ, ὅταν ὑπομείνῃ τὰ αἰσχρὰ ἐπὶ σωτηρίᾳ τῶν φιλτάτων ἑαυτῷ παραμελήσας τοῦ καλοῦ· ὅπερ οὐκ ἐποίησεν ὁ Σωκράτης, ἀλλὰ τῶν τριάκοντα κελευσάντων ἄγειν ἐπὶ θάνατόν τινα τῶν πολιτῶν Λέοντα ὄνομα, ἵνα δὴ μὴ κοινωνήσῃ αὐτοῖς τῶν πράξεων, καταφρονήσας καὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ τῶν τέκνων καὶ τῆς γυναικός, οὐχ ὑπηρέτησε τὸ προσταχθὲν διὰ τὸ καλὸν καὶ τὸ δίκαιον. περὶ δὴ τῶν τοιούτων ἀπορεῖται, ὅταν διὰ τὸν τοιοῦτον φόβον ἐνδούς τις ὑπομένῃ, εἰ δεῖ λέγειν αὐτὴ ἀκούσια. [*](1 βαδίζοι Z: βιάζοι N, βαδίζοι corr. a Ν2 βιαζόμενον om. N 2 οὔσης Z: οὔσις N ὁμώνυμον scripsi: ἀνώνυμον ZN 3 τῷ Z: τὸ N βιαίῳ Z: βίαιον N 6 κατὰ φύσιν Z: ἐν τῇ φύσει N 7 λαβὸν ex λαβεῖν Z: λαβὸν ex λαβὼν N 8 βία ex μία Z 9 τὴν N: τὴν ex τὸ Z κίνησιν ex κίνησις Z 10 τὸ Z: τὴν N τουϊων N 10. 11 διωρίσθω N 13 ἀκουσία Z: ἀκούσιον N 14 τι (R): τοι ZN ἠπορεῖσθαι Z εὐήθως ex εὖ ἦθος N 15 εἰ (R): ἡ ZN κακῶν om. N 18 εἰ scripsi: ἢ ZN 20 πάσχειν τι scripsi: παντὶ ZN ὃν Z: ὢν N 22 ἑκὼν Z: ἀκῶν N οἶον εἰ—δίκαιον (30) = Classical Journal XXIX 110 προστάττοι ex προστάττει Z: προστάττει N 23 σώζοιντο ex σὡζειντο ZN 26 ὅπερ οὐκ—δίκαιον (30) = Ηermae V 103. 104 28 μὴ om. N αὐτοῖς om. Rose 29 τῆς ἑαυτοῦ Z: τοῖς ἑαυτοῦ N ὑπηρέτησαι N 31 ὑπομείνη N ἀκούσια ex ἑκούσια N)
Γελοῖοι δ’ εἰσὶν οἱ λέγοντες βίαια εἶναι ὅσα ὑπὸ τῶν ἡδέων τινὲς ἀχθέντες ποιοῦσι. φασὶ γὰρ ὑποπίπτειν τῷ ὁρισμῷ τοῦ βιαίου· ἔξωθεν γὰρ ἡμῶν ὄντα τὰ ἡδέα ἀναγκάζει ἡμάς. οὗτος δ’ ὁ λόγος πάντα ποιεῖ τὰ ἀδικήματα βίαια· σχεδὸν γὰρ πάντες δι’ ἡδονὴν ἀδικοῦσιν οἱ ἄνθρωποι. γελοῖον δὲ τὸ μὴ αὐτὸν μᾶλλον αἰτιᾶσθαι εὐθήρατον ὄντα ὑπὸ τῶν ἡδέων, ἀλλὰ τὰ ἡδέα· ἐπ’ αὐτῷ οὖν καὶ τὸ ἄγεσθαι καὶ τὸ μή. δηλοῦσι δὲ καὶ οἱ σώφρονες καὶ οἱ ἐγκρατεῖς· ἐπεὶ κατά γε τοῦτον τὸν λόγον οὐδὲ τοὺς καλὰ πράττοντας ἑκόντας φαίη τις ἄν πράττειν· ἀναγκάζεσθαι γὰρ ὑπὸ τῶν καλῶν. εἰ δ’ αὐτόν τις αἰτιᾶται, εὔλογον καὶ τῶν αἰσχρῶν αὐτόν τινα αἰτιᾶσθαι ἀλλὰ μὴ τὰ ἡδέα.
[*](1 ἂν ἴσως Z: ἴσως ἄν N 4 δοκῆ] δοκεῖ ZN 5 δὴ Z: δεῖ N 6 περ (post ὥσπερ) ΝΖ2: om. Z 7 δὲ Z: καὶ Ν 9 ἵλετο N 10 ταῖς N: τοῖς Z 13 περὶ om. Z: add. Ζ2 λεκτέον δὲ Z: λεκτὸν δὴ N βίαια ΝΖ2: βιαα Z 17 δὲ περὶ Z2: δ’ ἐπὶ ZN 19 πρακτοῖς Z: περιπρακτοῖς N 22 post ἀκούσιοι Z λέγοιντο, mox deletum 24 τῆς ex τοῖς Z 26 ἑκὼν ΝΖ2: ἐκ τῶν Z 27 βίαια NZ2: βία Z 31 μὴ Z: μὲν N αὐτὸν ZN: αὑτὸν Z2 32 οὖν καὶ Z: οὖν N δηλοῦσι—ἐγκρατεῖς (33) om. Z 34 ἀναγκάζεσθαι N: ἀναγκάζεται Z 35 τινα scripsi: τις ZN)Tὸ μὲν οὖν βίαιον τί ἐστιν εἴρηται· τὸ δὲ δι᾿ ἄγνοιάν φησι πάντως εἶναι οὐχ ἑκούσιον· εἴδη δὲ τοῦ δι’ ἄγνοιαν εἶναι δύο· τὸ μὲν ὁμώνυμον τῷ ἀνωτάτω γένει, καλεῖται δὲ ἀκούσιον. ὅταν γὰρ δι’ ἄγνοιάν τις ποιήσῃ τι τῶν μὴ δεόντων καὶ μετὰ ταῦτα μαθὼν μετανοῇ καὶ λυπῆται, τότε ἀκούσίον φαίνεται ὡς ἀληθῶς τὸ πραχθέν. ὅταν δὲ γνοὺς μὴ μεταμελῆται μηδὲ λυπῆται, ἐνίοτε δὲ καὶ ἀσμενίζῃ, ἀκούσιον μὲν οὐ ῥητέον· ἔοικε γὰρ ἑκόντος αὐτοῦ γεγονέναι εἰ καὶ ὅτι μάλιστα ἠγνόησεν. ἐπεὶ δὲ ἀγνοήσας ἔπραξε, καὶ δεῖ αὐτῷ ἄλλο ὄνομα τίθεσθαι, ἀλλ’ οὐχὶ τὸ ἀκούσιον οὐκ εὐποροῦμεν δὲ ἄλλου ὀνόματος, καλείσθω οὐχ ἑκούσιον), ἔοικε δὴ ἡ πᾶσα διαίρεσις τοιαύτη εἶναι· ληπτέον γὰρ αὐτήν, ἐπειδὴ καὶ δυσθεώρητός ἐστι, διὰ τὰς ἐνούσα·ς αὐτῷ ὁμωνυμίας τῶν γενῶν πρὸς τά εἴδη ὧν ἐστιν ἀνωτάτω ἀκούσιον ὃ ταὐτόν πώς ἐστι τῷ οὐχ ἑκουσίῳ· τοῦ δ’ αὖ ἀκουσίου ἢ οὐχ ἑκουσίου τὸ μὲν βία, τὸ δὲ δι’ ἄγνοιαν. τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον, ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ. εἴποι ἂν οὖν τις καὶ τὰ ὑπὸ τὴν ἄγνοιαν οὐχ ἑκούσια καὶ ἀκούσια κατὰ τὸ ἀνωτάτω οὐχ ἑκούσιον καὶ ἀκούσιον, ὡς δὲ πρὸς ἄλληλα συγκρινόμενα τοῦ δι’ ἄγνοιαν εἴδη, καθ’ ἣν εἶπε διαφορὰν ὁ Ἀριστοτέλης τὸ μὲν ἔσται ἀκούσιον, τὸ δὲ οὐχ ἑκούσιον.
Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος· τῆς γὰρ πράξεως τῷ μὲν ἀρχὴ ἡ μέθη, τῷ δὲ ἡ ὀργή. διὰ μέθην οὖν ἂν λέγοιτο πεποιηκέναι, καὶ ὁ ἕτερος δι’ ὀργήν, δι’ ἄγνοιαν δὲ οὐδέτερος· ἀγνοῶν δ’ ὅμως ποιεῖ ἃ ποιεῖ. εἰ μὲν οὖν τις δι’ ἄγνοιάν τι ποιεῖ καὶ ἀγνοῶν ποιεῖ, εἰ δ’ ἀγνοῶν οὐ πάντως δι’ ἄγνοιαν. τάχα δ’ ἂν λέγοιτο εὐλόγως ὁ διὰ μέθην πράξας οὐ δι’ ἄγνοιαν πεποιηκέναι, οὐ μόνον ὅτι αἰτίαν ἔχει τῆς πράξεως τὴν μέθην, ἀλλὰ διότι οὐκ ἀγνοῶν ἦλθεν ἐπὶ τὴν μέθην καὶ ἐξὸν μὴ ἐπὶ τοσοῦτον πιεῖν ὥστε μεθυσθῆναι, ὅμως ἔπιεν· ἑκὼν οὖν ἐμεθύσθη, ὥστε καὶ ἑκὼν ἔπραξε τὰ ἐν τῇ μέθῃ καὶ οὐ δι’ ἄγνοιαν. τὰ δ’ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δι’ ὀργὴν πράξαντος· ἐπ’ αὐτῷ γὰρ ἦν ἐπιμεληθῆναι ἑαυτοῦ, ὅπως μὴ δι’ ὀργὴν προαγόμενος ποιῇ τὰ δεινὰ καὶ παράνομα.
Ἅ δ’ ἑξῆς λέγει, δυνατὸν μὲν ὡς ἀκόλουθα λαμβάνειν τοῖς προειρημένοις, δυνατὸν δὲ καὶ ὡς αὐτό τι καθ’ αὑτό. φησὶ γὰρ πάντα τὸν μοχθηρὸν ἀγνοεῖν [*](1 πάντως Ζ2: παντοῖον NZ 3 γέννει N ποιήσει N 4 μετανοεῖ Z 5 ὅταν Z: lac. N μεταμελεῖται N 6 λυπῆται ZN ἀσμενίζῃ ex ἀσμε- νίζει N ἔοικε Z: ἔοι ... N ἑκόντος Z: ἑκόντος ex ἑκόντως N 8 αὐτῷ Ζ: ... τῶ N 9 καλείσθω Z: καλλήσθω ex καλλείσθω N; δὲ fort. add. 10 ἐνούσας ΝΖ2: αἰνούσας Z 11 τῶν—ὧν Ζ2 in marg.: τῶν ὧν ...... εἴδη Z: τῶν ὧν πρὸς τὰ εἴδη N 12 δ’ αὖ Z2: δὴ ZN 14 ἑκάτερον Ν: ἑκατέρων Z ὁμώνυμον N: ὁμωνυμιῶν Z 15 εἴπει N 16 τὸ Z: τῶ N 18 ἔσται] εἶναι Diels 20 post ἄγνοια Ζ2 in marg.: τοῦ ἀγγοοῦντος 26 τὴν οm. Z 27 τὴν om. N 28 ὅμως οm. N 31 προαγόμενος Z: πρασσόμενος Z ποιῇ ex ποιεῖ Z: ποιεῖ Z 32 ἆ δ’ ἑξῆς—ἔλαθεν (p. 65,24) = Classical Journal XXIX 111. 112)
Διορίζει δὲ καὶ τίνα ἐστίν, ἐν οἷς ἡ ἄγνοια· ἔστι δ’ αὐτὰ ἢ τίς ἐστιν 〈ἢ τί〉 ἢ περὶ τί ἢ ἐν τίνι ἢ τίνι πράττει ἢ ἕνεκα τίνος καὶ πῶς. σημαίνει δὲ τὸ τίς, τίς ὁ πράττων, ὅπερ οὐκ ἄν τις ἀγνοήσειε μὴ μαινόμενος· οὐδεὶς γὰρ ἄν ἑαυτὸν ἀγνοήσειε πράττων μὴ μαινόμενος. τὸ δὲ τί ἐστι τὸ πραττόμενον, ὅπερ ἐκπεπτωκέναι 〈λέγουσιν〉 αὐτούς, ὡς ὁ Αἰσχύλος τὰ μυστικά· ἔλεγε μὲν γὰρ οὐχ ὡς μυστικά, ἔλαθε δὲ εἰπὼν μυστικά· καὶ δεῖξαί τις βουλόμενος τὸν καταπέλτην τῷ φίλῳ καὶ τοῦτο πρᾶξαι βουλόμενος ἀφεὶς ἐπάταξεν αὐτόν, ἄλλο οὖν πράττων ἄλλο ἔπραξεν· ἠγνόει οὖν ὃ ἔπραξε. τὸ δὲ περὶ τί καὶ ἐν τίνι ἐφ’ ἓν ἔοικε φέρειν. διὸ καὶ οὕτως· ἐπεὶ ἓν περὶ τί καὶ ἐν τίνι, οἷον εἰ ἀγνοοίη περὶ τίνα πράττει. εἰ γὰρ τὸν υἱὸν οἰηθεὶς πολέ- μιον εἶναι ἀποκτείνοι, περὶ ὃν ἡ πρᾶξις ἠγνόησε. δυνατὸν μὲν οὖν ἐστι φάναι, [*](1 τοιαύτην om. Z 3 ὄντα Z: εἶναι N 4 ὠφέλημα N μέντοι τὸ Z: μέντοι κατὰ τὸ N 7 ἔχῃ] ἔχει ZN 10 δὴ ΝΖ2: δεῖ Z 14 ἐπιμελώμενοι N τοῦ ὡς ἀληθῶς γινώσκειν τὰ N 15 βλαβερώτεον ΝΖ2: βλαβερώτατον Z 16 γὰρ Z: δὲ N 17 πράττει Z: πράττειν N 18 εἴπερ ΝΖ2: ὥσπερ 20 αὐτῶ Z2: αὐτῷ ZN 21 ἀναφαινομένους Z: ἀποφερομένους N 22 αὐτοῖς libri 23 τοιαύτην— καὶ τὰ διὰ τὴν (24) om. N 26 αὐτὰ scripi: αὐτὴ ZN 27 ἢ τί addidi ἢ τινὶ Z: ἢ τίνη N 30 ἐκπεπωκέναι N λέγουσι addidi αὐτούς etiam Arist. vulg. 36 ἀποκτείνῃ N post πρᾶξιν add. ἐστιν N)
Διωρισμένου δὲ τοῦ ἑκου·σίου ἕως ἀλλ’ εἰ ταὐτόν ἐστι καὶ δόξῃ τινί.
Τῷ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγῳ ἕπεται ὁ περὶ προαιρέσεως εἶδος [*](1 ἑκουσίου (R): ἀκουσίου ZN 6 ἢ ἐπιθυμίαν ZN et Arist. KbOb: ἧ δι’ ἐπιθυμίαν Arist. vulg. 9 οὐκ ἄρα—παῖδες om. Z 11 ἄγηται om. N 13 αὐτοῖς αὐτῶ N καὶ om. N 17 πράττομεν N 17. 18 ἄτοπον δὲ ἀκούσια λέγειν addidi ex Aristotele 18 δὲ καὶ οm. N ὀργίζεσθαι scripsi ex Aristotele: ὀρέγεσθαι ZN 19 φησι Z2 in marg.: οὐχὶ ZN 24 θυμοῦ ex θυμεῖ Z 25 τί NZ2: om. Z 26 λογισμὸν ex λογισμῶν N 27 τὰ δὲ—ἀκούσια om. Z 33 διωρισμένου ZN: διωρισμένων Arist. ἑκουσίου Z: ἑκουσία N 34 δόξῃ τινί scripsi ex Arist. p. 11 12 a 13 cf. p. 70,16: καὶ δόξειεν ἄν τινι ZN 35 ἑκουσίῳ καὶ ἀκουσίῳ ZN λόγω corr. ex λέγομεν Z)
Ἔτι ἐκ τοὐ ἀκρατοῦς καὶ ἐγκρατοῦς δείκνυσιν·· ὁ μὲν γὰρ ἀκρατὴς ἐπιθυμῶν πράττει, προαιρούμενος δ’ οὔ· οὐκ ἄρα ταὐτὸν ἐπιθυμία καὶ προαίρεσις. ἄξιον δὲ ζητῆσαι πῶς λαμβάνει τὴν προαίρεσιν ἔν τε τῷ ἀκρατεῖ καὶ τῷ ἐγκρατεῖ. δόξει γὰρ προαίρεσιν λέγειν τὸν ἄνευ ὀρέξεως λογισμόν, ἐπειδὴ ὁ ἐγκρατὴς κατὰ λογισμὸν μὲν ποιεῖ, κατ’ ἐπιθυμίαν δ’ οὔ· καίτοι λέγεται ἡ προαίρεσις ὄρεξις εἶναι· βουλευτική, ὡς ὕστερον διασαφηνισθήσεται. οὐκ ἀγνοητέον οὖν, ὅτι ὁ ἐγκρατὴς κατὰ προαίρεσιν ποιεῖ· καὶ γὰρ λογισάμενος τὸ συμφέρον καὶ τῆς βουλήσεως, ἥτις καὶ αὐτὴ ὄρεξίς ἐστιν, ἀκολου- θούσης τῷ λογισμῷ· ὁ δὲ ἀκρατὴς παρὰ ταύτην ποιεῖ, ἀκολουθῶν τῇ ἐπιθυμίᾳ. ἔστι δὲ καὶ ἐπιθυμίας ἐγκρατῆ τινα εὑρεῖν καὶ ἀκρατῆ, τὸν μὲν κατὰ τὴν εἰρημένην προαίρεσιν πράττοντα, τὸν δὲ παρὰ τὴν εἰρημένην· ὥστ’ εἶναι [*](1 τις N: τι Z 2 κρίνεται Z: φαίνεται N ἢ N: παρὸ ἢ Z, deleto παρὸ 3 οἰκοδομούμενος N 4 ἄλλη scripsi: ἄλλην ZN δέος Z: δέου N 5 βά- σανον N: βείαν Ζ: πείραν Z2 6 δὲ (ante τῷ) om. N 8 οἱ om. N et Arist. λογικὸν—οὔ (10) om. Z; add. in marg. Z2 9 καὶ om. N κατὰ om. Z 13 προαίρεσιν—καιρὸν (14) add. in marg. Z1 vel Z2 14 πράττοι Z2: πράττοιτει ZN 21 αὐτῆς Z: αὐτοῖς N 24 ἀκρατοῦς καὶ ἐγκρατοῦς Z: ἐγκρατοῦς καὶ ἀκρατοῦς N 27 τὸν Z: τὴν N 28 ἐγκρατὴς Z: ἀκρατὴς N 30 ἐγκρα- τῆς Z: ἀκρατὴς N 31 βουλήσεως Z: βουλεύσεως N 32 δὲ ἀκρατὴς Z: δ’ ἐγκρατὴς N 33 ἐγκρατῆ Z: ἐγκρατοῦς N εὑρεῖν N: ἐρεῖν Z ἀκρατῆ Z: ἀκρατοῦς N 5*)
Ἔτι φησὶ προαιρέσει μὲν ἡ ἐπιθυμία ἐναντιοῦται, οἷον ἐν τῷ ἐγκρατεῖ, ἐπιθυμία δὲ ἐπιθυμίᾳ οὔ. ἔστι δὲ τοῦτο ἀμφισβητήσιμον φαίνεται νεται γὰρ πολλάκις καὶ ἐπιθυμία ἐπιθυμίᾳ μάχεσθαι, οἷον ἐπειδάν τις χρήματα ἐπιθυμῇ λαβεῖν παρά τινος, πάλιν δὲ αἰσχύνης οὔσης ἐν τῷ λαμβάνειν, δόξης ἐπιθυμῇ μάχη γὰρ ἐνταῦθα τῶν ἐπιθυμιῶν φανερά ἐστι καὶ ἀντισπᾶται ὁτὲ μὲν ὑπὸ ταύτης, ὁτὲ δὲ ὑπὸ τῆς ἑτέρας. ἢ μήποτε ἐναντία ἐστὶν οὐ τὰ ποτὲ ἀλλὰ τὰ ἀεὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν; ταῦτα γὰρ οὐ ποτὲ μὲν ἐναντία, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεί. ·οὕτως δὴ ἡ μὲν ἀγαθὴ προαίρεσις πρὸς τὴν μοχθηρὰν ἐπιθυμίαν ἀεί ἐστιν ἐναντία· ἡ δ’ ἐπιθυμία τῆς δόξης καὶ <ἡ> τῶν χρημάτων οὐκ ἀεί εἰσιν ἐναντίαι. ὁ γοῦν σοφιστὴς ἀμφοτέρας ἔχει οὕτως ἐναντίας. ταὐτὸν δὲ εὑρεθήσεται καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν. εὐλόγως οὖν λέγεται, τὸ μὴ εἶναι ἐπιθυμίαν ἀεὶ ἐναντίον ἐπιθυμίᾳ. ἐπεὶ οὖν ἡ μὲν ἐπιθυμία ἐπιθυμίᾳ οὐκ εναντιοῦται, ἡ δὲ προαίρεσις τῇ ἐπιθυμίᾳ, οὐκ ἔστι ταὐτόν προαίρεσις καὶ ἐπιθυμία.
Ἔτι ἡ μὲν ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ ἐπιλύπου. πᾶν δὲ τὸ ἐνδεές, καθὸ ἐνδεές, ἐπίλυπον ἡ δὲ ἐπιθυμία ἐνδεές· ἡ δὲ προαίρεσις οὔτε τοῦ ἡδέος ἐστὶ προαίρεσις ἀλλὰ τοῦ ἀγαθοῦ, οὔτε ἐπιλύπου. ἔτι δὲ ἧττον τὸν θυμὸν εἴποι ἄν τις προαίρεσιν εἶναι· ἥκιστα γὰρ δοκεῖ τὰ κατὰ τὸν θυμὸν πράττεσθαι κατὰ προαίρεσιν. οἱ γοῦν κατὰ θυμὸν πράξαντες τοῦτο μάλιστα ἀπολογοῦνται ὅτι οὐ κατὰ προαίρεσιν· τὰ γὰρ κατὰ προαίρεσιν μετὰ βουλεύσεως πράττεται, τὰ δὲ μετὰ θυμοῦ οὐ μετὰ βουλεύσεως.
Ὅτι μὲν οὖν οὔτε ἐπιθυμία οὔτε θυμός ἐστιν ἡ προαίρεσις δῆλον· ὅτι δὲ οὐ δὲ βούλησις ἑξῆς δείκνυσι· σύνεγγυς μὲν γάρ τι φαίνεται ἡ βούλησις τῇ προαιρέσει, οὐκ ἔστι δὲ προαίρεσις. σύνεγγυς δὲ φαίνεται, ἐπειδὴ πρῶτον μὲν ἐν τῷ λογικῷ ἐστι μορίῳ τῆς ψυχῆς, ὅπου τὸ κυριώτατον τῆς προαιρέσεως, ἔπειθ’ ὅτι μέρος ἐστὶ τῆς προαιρέσεως. ὅταν γὰρ ὁ νοῦς βουλευσάμενος συναινέσῃ καὶ ἕληται, ἡ βούλησις, ὄρεξις οὖσα. συνεξορμᾷ αὐτῷ. καὶ μὴν συνήθως εἰώθαμεν χρῆσθαι τῷ βούλεσθαι καὶ τῷ προαιρεῖσθαι ὡς ταὐτὸν σημαίνοντι. ἀντὶ γὰρ τοῦ προαιροῦμαι γεωργεῖν καὶ βούλησιν ἔχε·ι ἀγαθήν· [*](1 κατὰὐτον αὐτὸν N, correctum tamen, ut videtur, in κατὰ τὸν αὐτὸν 3 ἡ (ante ἐπιθυμία) οm. N 4 προαίρεσις μὲν τῇ ἐπιθυμίᾳ Z 5 ἐπιθυμία δὲ ἐπιθυμία Arist. Kb: ἐπιθυμία δὲ ἐπιθυ Z: ἐπιθυμία δὲ ἐπιθυμίας N: ἐπιθυμίᾳ δὲ ἐπιθυμία Ἄι vulg. 7 ἐπιθυμεῖ Z: ἐπιθυμεῖν N 9 μήποτε Ζ2: μήποτε τά τ’ Z: μήποτε τὰ N 13 ἡ (post καὶ) addidi 16 ἀεὶ ἐναντίον ἐπιθυμία Z: ἐπιθυμία ἐναντίον N ἡ (R): εἰ ZN 19 ἐνδεές (post τὸ) ΝΖ2: ἔνδεον Z 20 ἐπιλύπου ex ἐπίλυπος Ζ: ἐπίλυπος N 21 εἶποι Z: εἴπει corr. in εἴπη M κατὰ τὸν Z in marg. 23 ὅτι οὐ N: οὔτε Z 28 λογικῶ N: λογιστικῷ Z 30 συναινέσει N: συναιν Z 31 βούλεσθαι scripsi: βουλεύεσθαι ZN 32 post γεωργεῖν lacunam indicavi cf. Felicianum: cum dicimus, eligo seu propono agrum colere, id est volo et voluntalem sane ille habet bonam idest electionem et ropositum)
ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστίν· βουλόμεθα γὰρ ὑγιαίνειν· ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἵνα γὰρ ὑγιαίνωμεν, προαιρούμεθα τόδε πράττειν. Μετὰ ταῦτα δείκνυται ὅτι οὐδὲ δόξῃ ταὐτόν ἐστι προαίρεσις. ἡ μὲν γὰρ δόξα περὶ πάντα ἐστὶ καὶ τὰ ἁ ἴδια καὶ τὰ ἀδύνατα, οὐ μόνον περὶ τὰ ἐφ’ ἡμῖν, οἷον δόξαν ἔχομεν περὶ τῆς διαμέτρου, ὅτι ἀσύμμετρος τῇ πλευρᾷ· αὕτη μὲν ἀιδίου δόξα, ἀδυνάτου δέ, ἐπειδάν τις ἔχῃ δόξαν, ὅτι ἄπειρός ἐστιν ὁ κόσμος· ἔχομεν δὲ καὶ περὶ τῶν ἐφ’ ἡμῖν, οἷον ὅτι ἀγαθόν ἐστι τὸ γεωργεῖν, γεῖν, ἢ καὶ ὅτι ἴσως γεωργήσει. ἡ προαίρεσις δ’ ἐστὶ περὶ μόνων τῶν ἐφ’ ἡμῖν, οὔτε δὲ περὶ τῶν ἀιδίων οὔτε περὶ τῶν ἀδυνάτων. οὐδένα γάρ φαμεν προαίρεσιν ἔχειν περὶ τοῦ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῆ πλευρᾷ ἢ περὶ τοῦ ἄπειρον εἶναι τὸν κόσμον.
Ἐτι ἡ μὲν δόξα τῷ ψεύδει καὶ τῷ ἀληθεῖ διαιρεῖται· τῆς δόξης φαμὲν τὴν μὲν εἶναι ἀληθῆ ἰὴν δὲ ψευδῆ. ταὐτὸν μὲν οὗν ἴσως τῇ δόξῃ παντάπασιν οὐδεὶς λέγει τὴν προαίρεσιν, τινὶ δὲ δόξῃ ταὐτὸν τάχα ἄν τις ὑπολάβοι, οἷον τῇ περὶ τῶν πρακτῶν. ἀλλ’ οὐδὲ ταύτῃ ἐστὶ ταὐτόν· τῷ μὲν γὰρ προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί ἐσμεν τὸ ἦθος· οἱ μὲν γὰρ ἀγαθοὶ λέγονται ὅσοι τἀγαθὰ προαιροῦνται, κακοὶ δὲ οἱ τὰ κακὰ προαιρούμενοι· τῷ δὲ δοξάζειν οὔκ ἐσμεν ποιοί. πολλοὶ γὰρ δόξαν ἔχουσιν ὥσπερ ἐλέχθη καὶ περὶ τῶν ἀιδίων καὶ περὶ τῶν ἀδυνάτων, καὶ οὔκ εἰσι ποιοί. ἀλλ’ οὐδ’ ἄν περὶ τῶν πρακτῶν ἔχωσι δόξαν ἤδη ποιοί εἰσι τὸ ἦθος, οἷον ὁ δοξάζων ὅτι καλὸν ἡ δικαιοσύνη οὔπω ἀγαθός ἐστιν· ἐνδέχεται γὰρ αὐτὸν μὴ αἱρεῖσθαι τὴν δικαιοσύνην, ἀλλὰ μετὰ τὸ δοξάσαι ἂν καὶ ἕληται καὶ ἀποκλίνῃ πρὸς αὐτὴν καὶ ἔτι ὀρεχθῇ, τότε δίκαιός ἐστιν. ἔτι ὁ ἀκρατὴς δοξάζει μὲν ὀρθῶς, προαιρεῖται δὲ οὐ καλῶς. πρὸς δὲ τούτοις τούτοις προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν τὰ φαινόμενα ἡμῖν ἀγαθά, φυγεῖν δὲ τὰ φαινόμενα ἡμῖν κακά· δοξάζει δὲ οὐδεὶς λαβεῖν ἢ φυγεῖν, ἀλλὰ δοξάζομεν τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί πλοῦτος, ἢ τίνι συμφέρει ἢ πῶς, οἷον ὅτι τοῖς· μελαγχολικοῖς ἡ γλυκεῖα τροφὴ ὠφέλιμος καὶ τὸ ἠρέμα τρέφεσθαι [*](3 μὲν om. N 4 παντελῶς N: πάντως Z 6 βασιλεύειν Z: βουλεύειν N 10 ἡ (ante μὲν) Z: εἰ N 11 τὸ (R): οm. ZN 18 γεωργήσει Z: γεωργήση N δ’ ἐστι περὶ μόνων Z: δὲ περὶ μόνων ἔστι N 19 ἡμῖν scripsi: ἡμῶν ZN 22 ψευδεῖ ex ψευδῆ N 30 περὶ om. N 32 αἱρεῖσθαι Z: εἰρῆσθαι N 37 τίνει N 38 μελαχολικοῖς N ὠφελειμὸς Z)
Tί οὖν ἢ ποῖόν τί ἐστιν ἕως ὀρεγόμεθα κατὰ τὴν βούλησιν.
Ἐπειδὴ ἡ προαίρεσις μήτε θυμός ἐστι μήτε ἐπιθυμία μήτε βούλησις, ἀλλ’ οὐδὲ δόξα, τί ἄν εἴη σκεπτέον. τὸ μὲν δὴ γένος αὐτῆς ἔχομεν· ἑκούσιον γὰρ φαίνεται, καὶ εἰ ἔοικε προαίρεσις ἑκούσιον εἶναι προβεβουλευμένον, καὶ οὐκ ἄν τις ἀπὸ σκοποῦ τοῦτον ἀποδῴη λόγον τῆς προαιρέσεως τὰ μὲν γὰρ ἄλογα ζῷα ἑκουσίως ποιεῖ μὴ βουλευσάμενα ἀλλὰ μόνῃ συνακολουθοῦντα τῆ ὀρέξει θυμῷ ἐπιθυμίᾳ· ὁμοίως δὲ καὶ τὰ παιδία· καὶ τῶν τελείων δὲ ἀνδρῶν τινες ἄφνω πολλὰ πράττουσι μὴ βουλευσάμενοι, ὧν οὐδὲν προαιρεῖσυαι λέγονται. ὁ δὲ βουλευσάμενος περί τινος καὶ συγκαταθέμενος ὡς αἱρετῷ συνακολουθούσης καὶ τῆς ὀρέξεως, προαιρεῖσθαι λέγεται αὐτό. διό φησιν εἶναι ἑκούσιον τὸ προβεβουλευμένον, τὴν προαίρεσιν ἐν τῷ προβεβου- λεῦσθαι δηλῶν καὶ τὸ πρότερον δεῖν βεβουλεῦσθαι καὶ συμβαίνειν τὸν λογισ [*](1 ἀλλὰ δοξάζομεν Z: ὅταν δοξάζωμεν N 2 τῶ N: τὸ N 3 ἀληθὴς scripsi (cum Arist. Mb): ἀληθὲς ZN 6 ἠπάτηνται ex ὑπάτηνται Z ἴσασοι N 8 ταῦτα Z: τοιαῦτα N 10 μετάθησίν N 10. 11 οὐχὶ αὐτοὶ N 13 ὑπολαμβάνω ex ὑπολαμβάνον N 14 ταράττεσθαι Z προγίνεται Z: προγί N 18 παρακολουθεῖ N 19 προαίρεσιν Z: προαίρεσιν Z: προαιρέσει Ν 25 ἔοικε Ζ2: μέντι ZN 26 ἀποσκοποῦ Z: ἄνευ σκοποῦ N ἀποδῴη sic ZN 30 τινος Z: τινα N 31 αἱρετῷ ex αἱρετοῦ Z: αἱρετοῦ N 32. 33 προβεβουλεῦσθαι Z: προβεβουλευμένον N)
Μετὰ ταῦτα ζητεῖ περὶ τίνων βουλεύονται οἱ ἄνθρωποι καὶ ποῖά τινά ἐστιν τὰ βουλευτά. οὐ γὰρ περὶ πάντων βουλεύονται οὐδὲ πᾶν ὁτιοῦν βουλευτόν. πρῶιον δὲ τίθεται βουλευτὸν εἶναι οὐ περὶ οὗ ἂν βουλεύσαιτο ὁστισοῦν, οἷον ὁ μαινόμενος, ἀλλὰ περὶ οὗ ὁ κατὰ φύσιν ἔχων· βουλεύσαιτο γὰρ ἄν τις μαινόμενος καὶ πῶς ἵνα νοεῖ ποιήσῃ καὶ πῶς εἰς τὸν οὐρανὸν ἀναβῇ. ἀλλ’ οὐδὲν τούτων βουλευτόν. ἐπισκεπτέον δὴ τίνα ἐστὶ τὰ βουλευτά. τῶν δὴ πραγμάτων τὰ μέν ἐστιν ἀίδια καὶ ἀεὶ ὡσαύτως ἔχοντα, οἷον ὁ κόσμος· ἀγέννητος γὰρ καὶ ἀίδιος, καὶ ἡ διάμετρος ἀσύμμετρος τῇ τοῦ τετραγώνου πλευρᾷ. περὶ δὴ τῶν τοιούτων οὐδεὶς βουλεύεται, οὐδὲ πῶς ἂν γένοιτο ἡ διάμετρος σύμμετρος, ἀλλ’ εἴπερ ἄρα, ζητεῖ εἰ ἀσύμμετρός ἐστι, βουλεύεται δὲ οὐδαμῶς. ἄλλα δ’ ἐστὶν, ἃ οὐκ ἀεὶ μέν ἐστι, γίνεται δὲ ἀεὶ ὡσαύτως, οἷον ἀνατολὴ ἄστρων καὶ δύσις καὶ τροπαί· τούτων γὰρ οὐδὲν μὲν ἀεί ἐστι, γίνεται δὲ ὡσαύτως. ἀεί· οὐδὲ περὶ τῶν τοιούτων βουλή. ἐστιν. ἐξ ἀνάγκης δ’ εἴτε φύσει ἢ διά τινα ἄλλην αἰτίαν τὰ τοιαῦτά φησι γίνεσθαι ὡσαύτως, ἀνάγκην λέγων οὐ τὴν βιαστικήν· οὐδὲν γὰρ τῶν ἐν τῷ οὐρανῷ βίᾳ γίνεται· ἀλλ’ ἀνάγκην ὠνόμακε τὴν πρόνοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος διὰ τὸ πάντῃ πάντως κινεῖν καὶ μηδέποτε ἄλλως ἐνδέχεσθαι. ἀναγκαῖον γὰρ λέγεται τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν. τῇ τοιαύτῃ γοῦν ἀνάγκῃ αἱ κινήσεις τῶν ἄστρων καὶ αἱ ἀνατολ·αὶ καὶ δύσεις καὶ τροπαὶ ἢ φύσει ἢ κατὰ φύσιν· κατὰ φύσιν γὰρ κινεῖται τὰ ἐν τῷ οὐρανῷ ἡ καὶ ἀμφοτέροις· τῇ γὰρ φύσει τῶν φερομένων συμφωνοτάτη ἐστὶν ἡ τοῦ κινοῦντος πρόνοια. ἔνια δέ ἐστιν ἃ γίνεται μὲν κατὰ φύσιν, ἀτακτοτέραν δέ, οἷον αὐχμοὶ καὶ ὄμβροι. οὐδὲ περὶ τούτων βουλεύονται ἄνθρωποι. ἄλλα δέ ἐστιν ἃ ὡς ἔτυχε συμβαίνει, οἷον τὰ ἀπὸ τύχης· δῆλον δὴ ὅτι οὐδὲ περὶ τούτων εἰσὶ βουλαί· οὐδεὶς γὰρ βουλεύεται περὶ θησαυροῦ εὑρέσεως. ἀλλ’ αἱ βουλαὶ γίνονται περὶ τῶν ἀνθρωπικῶν καὶ οὐ περὶ πάντων. οὐ γὰρ βουκαὶ [*](1 Ζ2 in albo: ὥστε N 2 δὲ om. N ἑκουσίῳ N 3 συμφαίνει N 5 ὀρέξι N 6 πρὸ ex πρὸς Z 8 ἀποκλίνει Z 11 περὶ οὖ Z: corr. ex περὶ ὦν N 15 ἵνα νοεῖ N: ἵν’ ἃ νοεῖ Z 16 δὴ Z: δεῖ N 17 ὡς αὕτως ZN γὰρ ἀγέννητος γὰρ, deleto priore γὰρ N 18 ἀσύμμετρος Ζ2: om. ZN τετραγόνου Z 11) βούλεται Z γένοιτο Diels: γένηται ZN 22 οὐδέ Z: ἡ δὲ N 26 κινεῖν ex κοινεῖν N 28 αἱ (ante ἀνατολαὶ) om. N 30 συμφωνοττάτη Z: συμφωνητάτη N 34 εἰσὶ Z: αἱ N βουλεύεται ΝΖ2: βούλεται Z)
Μᾶλλον δέ φησι καὶ περὶ τὰς δόξας ἢ τὰς ἐπιστήμας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν ἔδειξε βουλεύσεις γινομένας περὶ ὧν εἰσιν αἱ μὴ ἀκριβεῖς μηδὲ αὐτάρκεις τῶν τεχνῶν· μᾶλλον δέ φησι βουλὴν εἶναι, περὶ ὧν δόξας μόνον ἔχομεν ἢ περὶ ὧν τέχνας, οἶον ὁ περὶ ἰατρικῶν δοξάζων μᾶλλον βουλεύεται ἢ ὁ τὴν τέχνην ἔχων διὰ τὸ περὶ τοῦτον ὡρίσθαι μᾶλλόν πὼς τεχνικὰ θεωρήματα μᾶ καὶ ὅλως ἡ] περὶ τῶν πρακτῶν περὶ ὧν δόξας ἔχομεν μᾶλλον [*](2 ἄνθρωποι βουλευόμεθα πρῶτον Z: ἔπειτα N 3 ἐπίλοιπα ZN: ἔστιν λοιπά Arist. ὄντων om. Z αἰτίαι ZN et Arist. KbMb: αἴτια Arist. vulg. 5 βούλη- σις N 6 γίνονται Z: γίνεται N 7 βούλησις Z 10.11 ἀναγκαῖον ἀναγκαῖον N 14 ὥριστε N 15 γωνίας N: γωνίας ex τριγωνίας Z 17 τοῦ om. N 20 ἔχουσι scripsi: ἔχουσαι ZN 21 ὁ om. N 22 ἰατόμενος Z: ἰώμεθα N 23 διαίτης om. Z 24 κερδανεῖ Z corr. ex κερδαίνει: κερδαίνει N 26 κυβερνιτικὴ N 27 τύχη ex τὐχει N 28 δόξας ZN et Arist. Nb et corr. Lb: τέχνας Arist. vulg. 30 βουλὴν Ζ2: βουλὴ ZN 31 μόνον om. Z ὁ NZ2: om. Z 32 τοῦτον Z2: τούτων ZN ὡρεῖσθαι N 33 ad ὅλως in marg. Ζ2: ἴσως οὕτως· καὶ ὅλως ἐπὶ τῶν πρακτῶν περὶ ὧν δόξας ἔχομεν βουλευόμεθα ἡ περὶ ὧν τὰς τέχνας ἡ delevi)
Ἔτι βουλευόμεθα οὐ περὶ τῶν τελῶν, ἀλλὰ τῶν πρὸς τὰ τέλη. θέμενοι γὰρ ἑαυτοῖς τὰ τέλη, πάντες βουλεύονται πῶς ἄν αὐτῶν τύχοιεν, οἷον θέμενος ἑαυτῷ ὁ στρατηγὸς νίκην βουλεύεται πῶς νικήσει, καὶ ὁ ἰατρὸς τὴν ὑγίειαν σκοπεῖ πῶς περιποιήσει, καὶ καθόλου ὁ βουλευόμενος πῶς τεύξεται τοῦ προκειμένου τέλους ζητεῖ. πλειόνων μὲν οὖν φαινο- μένων τρόπων διὰ τίνος ῥᾷστα καὶ μάλιστα τεύξονται τοῦ τέλους ἐπισκοποῦσιν, οἷον στρατηγὸς νικᾶν βουλόμενος βουλεύεται· προφαίνεται δὴ δυνατὸν νατὸν νικῆσαι καὶ πεζικῇ καὶ ἱππικῇ καὶ ναυτικῇ χρησάμενος δυνάμει· μετὰ ταῦτα ζητεῖ μετὰ τίνος ῥᾷστα καὶ ἀκινδυνότατα περιέσται καὶ ὃν ἂν εὕρῃ τοιοῦτον τῶν τρόπων ἐκεῖνον προτιμᾷ. ἐὰν δὲ ἑὲ ᾖ τρόπος, εἴτε προκριθεὶς πάντων, εἴτε καὶ ἐξ ἀρχῆς φανείς, πῶς διὰ τούτου ἔσται τὸ τέλος ζητούμεν’, οἷον πῶς ἔσται διὰ τοὺς ἱππικοὺς ἡ κατόρθωσις ἡ τοὺ πολέμου, κἀκεῖνο διὰ τίν ὃς, οἷον τὸ ἱππικὸν τίνα τρόπον κτησόμεθα, φέρε ὅτι χρημάτων ’δει εἰς τοῦτο. τὰ δὲ χρήματα πόθεν ἔσται; οὐκοῦν συνεισφορᾶς γενομένης παρὰ τῶν πολιτῶν. ἐπειδὰν δὲ δόξῃ τοῦτο, ἐντεῦθεν ἄρ‘χονται τῆς πράξεως, ὅ ἐστι μὲν ἔσχατον ἐν τῇ εὑρέσει τῇ κατὰ τὴν σκέψιν, πρῶτον δ’ αἴτιον ἐν τῇ πράξει. καὶ ἔοικε τὸ γινόμενον ἀναλύσει διαγράμματος, ἣν ποιοῦνται οἱ γεωμετραι.
Ζητεῖ μὲν οὖν ὁ βουλόμενος καὶ ἀναλύει τὸν εἰρημένον τρόπον· οὐ μὴν ταὐτὸν ζήτησις καὶ βούλευσις, ἀλλ’ ἐπὶ πλέον ἡ ζήτησις· ζητοῦμεν γὰρ καὶ περὶ τῶν μαθηματικῶν, οἷον εἰ ἡ διάμετρος σύμμετρος, καὶ περὶ τῶν ἀιδίων, οἷον εἰ ὁ ἥλιος σφαῖρά ἐστι. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν, ἃ ὅταν ζητῶμεν ὡς εἴρηται ἀναλύομεν καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον ἐν τῇ γενέσει τῆς πράξεως ποιούμεθα. βουλευόμενοι δέ, ἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, ἄν δὲ δυνατῷ ἐγχειροῦσι πράττειν· ταῦτα δὲ πρόσκειται εἰς τὸ γνωριμώτατα εἶναι, ὅτι περὶ τῶν ἐφ’ ἡμῖν βουλευόμεθα· [*](1 βουλευόμεθα ἢ Ζ2: βουλευομένη Z: βουλευόμενοι N πλεῖον - τέχνας (2) N in marg. δοξάζοντες οἱ ZN: δόξα (sic) ἡ Z2 4 βουλεύσεως] βουλ’ Z, ἦς add. in albo Z2: βούλενσιν N 5 αἱ δαὶ N 7 συμβούλους (R): συμβούλου ZN 8 αὑτοῖς] αὐτοῖς ZN 9 post ἀλλὰ exhibet περὶ Arist. τῶν Ζ2: om. ZN 12 ὑγείαν Z βουλευόμενος (R): βουλευσάμενος ZN 14 μάλιστα ZN: κάλλιστα Arist. 15 στρατηγὸς Z: στρατηγεῖ N 16 καὶ ναυτικὴ καὶ ἱππικῆ N 17 εὕροι N 18 τὸν τρόπων N ἐκείνη ex ἐκείνων N ᾖ om. N 19 καὶ οm. Z 22 παρὰ Z: περὶ N 23 δὲ om. Z 27 οὑν om. Z 30 εἰ om. N βουλόμεθα N δὲ om. Z 32 ἀδυνάτοις N 33 δυνα- τοῖς N)
Ἐπειδὴ οὖν ἐστι τὸ προαιρετὸν βουλευτὸν καὶ ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν ὄντων, καὶ ἡ προαίρεσις ἄν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. δηλοῖ δὲ πῶς λαμβάνει τὸν λόγον τοῦτον τῆς προαιρέσεως οὐ γὰρ ὡς ἀκριβῆ ὁρισμόν· οὐ γάρ ἐστι γένος τῆς προαιρέσεως ἡ βούλευσις οὐδ’ ἡ ὄρεξις, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον· διό φησιν ἐκ τοὐ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθα κατὰ τὴν βούλησιν· γράφεται δὲ καὶ βούλευσιν, ὡς ἂν ἀρχούσης μὲν ἦς βουλεύσεως, ἑπομένης δὲ τῆς ὀρέξεως, ἐκ δὲ τούτου γενομένης τῆς προαιρέσεως. ἔοικε δὴ τῷ τοιούτῳ λόγῳ ζῷόν ἐστι σῶμα ἔμψυχον· καὶ γὰρ ἐκεῖ οὐκ ἔστι τὸ σῶμα γένος τοῦ ζῴου, ἀλλὰ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι τὸ ζῷόν ἐστιν, ὃ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν. Ἠ μὲν οὖν προαίρεσις τύπῳ εἴρηται· οὐ γὰρ ἀκριβής ἐστιν ὁ ὁρισμός, ὡς ἐδείχθη, ἀλλ’ ὑπογραφῇ ἔοικε μᾶλλον· εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι περὶ τ·ὰ πρακτά, καὶ ὅτι τῶν πρὸς τὰ τέλη εἰσὶν αἱ προαιρέσεις ἀλλ’ οὐχὶ τῶν τελῶν. ἡ δὲ βούλησις ὅτι μέν ἐστι τοῦ τέλους εἴρηται. ἐπεὶ δ οἱ μὲν τοῦ ἀληθῶς ἀγαθοῦ ἐφίενται, οἱ δὲ τοῦ φαινομένου ἀγαθοῦ, δοκεῖ δὲ] ἡ βούλησις ἐνίοις μὲν τοῦ ἀγαθοῦ εἶναι ἀπλῶς, ἐνίοις δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς μὲν βουλητὸν λέγουσι τὸ ἀγαθὸν μὴ φύσει εἶναι βουλητόν, ὃ βούλεται καὶ ὁ φαῦλος, τοῖς δὲ τὸ φαινόμενον ἀγαθὸν βουλητὸν λέγουσι, μὴ εἶναι φύσει τι βουλητόν. εἰ δὲ τοῦτο μὴ ἀρέσκει τὸ μὴ εἶναι φύσει τι βουλητόν, ἆρα φατέον ἁπλῶς μὲν εἶναι βουλητὸν τὸ ἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον ἀγαθόν; διὰ τί δὲ οὐκ ἀρέσκει; ἴσως γὰρ εἴποι τις μηδὲ εἶναι φύσει τι βουλητόν, ἀλλ’ ἀγαθὸν μὲν εἶναι τὸ φύσει· βουλητὸν δὲ ὃ ἕκαστος βούλεται, ὥσπερ αὐτὸς λέγει· καθάπερ καὶ ὑγιεινὸν τὸ μέν ἐστι ὃ τῷ κατὰ φύσιν διακε·ιμένῳ ἁρμόττει, οἷον σιτία καὶ ποτὰ ὑγιεινά φαμεν τὰ οἰκεῖα τοῖς κατὰ φύσιν διακειμένοις σώμασι· τὸ δὲ ὑγιεινὸν οὐκ ἔστι ἀπλῶς, ὃ ἁρμόττει τοῖς νοσοῦσιν· ὁμοίως δὲ ναὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα τὰ μέν ἐστιν ἁπλῶς καὶ ἃ τοῖς κατὰ φύσιν διακειμένοις φαίνεται τοιαῦτα, τὰ δὲ οὐχ ἁπλῶς ἃ τοῖς νοσοῦσιν, οὕτω καὶ βουληπροείλοντο [*](1 Arist. ΚbMb: πρείλαντο προέλοιντο Z ἕλοιντο suppl. Ζ2) et Arist. vulg. 4 ἀνακοινώσειται N ἐπιψηφίσῃ N 8 λαμβάνει ΝΖ2: om. Z τοῦτον om. Z 11 βούλευσιν corr. ex βούλεσιν Z: βούλευσιν N et Avist. vulg.: βούλησιν Arist. Μb 13 δὴ Z: σεῖ N 16 lemma interiit ἡ μὲν Arist.: εἰ μὲν ZN τύπῳ Z: τύπος N ἀκριβεῖς N ὅ om. Z 17 εἴρεται N 20 ἀληθοῦς corr. ut vid., ex ἀληθὴς Z 20 δὲ (post δοκεῖ) seclusi 21 δὲ Z: ὄη N 23. 24 ἀγαθὸν βουλητὸν ZN et Arist. Kb Lb Mb Ob: ἀγαθὸν τὸ βουλητὸν Arist. vulg. 24 βουλητὸν ex βούλησιν corr. Z: βούλησιν N τοῦτο Z: ταῦτα N 25 βουλητόν (prius) ex βούλησιν Z: βούλησιν N 25. 26 τὸν ἀγαθὸν N 30 τοῖς· Z: τῆς N σώμασι ex σώματα Z 31 ἁπλῶς 0 scripsi: ἁπλῶς δὲ ὃ Z 31 ὃ—ἁπλῶς (32) om. N πικρὰ. ex πυκρὰ Z 33 φαίνεται N: φαίνεται Z, νον Ζ2 33. p. 76,1 βουλητὸν οὕτως ἀπλῶς N)
Ἐπεὶ δὲ <* * *> προαιρετά ἐστι τὰ τὸ] πρὸς τὸ τέλος, πᾶσαι γὰρ αἱ περὶ αὐτὰ πράξεις ἄγουσι πρὸς τὴν εὐδαιμονίαν, ἑκούσιοι ἄρα. ἐκ δὲ τούτου φανερόν, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετή· εἰ δ’ ἡ ἀρετὴ ἐφ’ ἡμῖν, καὶ ἡ κακία· ἐν οἷς γὰρ ἐφ’ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· εἰ γὰρ τὸ μὴ πράττειν οὐκ ἐφ’ ἡμῖν ἀλλὰ κατηναγκασμένον, δῆλον ὡς καὶ τὸ πράττειν κατηνάγκασται εἰ γὰρ κατηνάγκασται τὸ πράττειν, <οὐδ’> ἐφ’ ἔσται τὸ μὴ πράττειν· δῆλον οὖν ὅτι ἐν οἷς τὸ πράττειν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· ὥστε εἰ τὸ πράττειν καλὸν ὁτιοῦν ἐφ’ ἡμῖν ἐστιν, καὶ τὸ μὴ πράττειν αἰσχρὸν ὂν ἐφ’ ἡμῖν. εἰ δὲ ἐφ’ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δ’ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφ’ ἡμῖν ἂν εἴη τὸ ἐπιεικέσιν εἶναι καὶ φαύλοις. ἐφ’ ἡμῖν οὖν οὐ μόνον ἡ ἀρετὴ ἀλλὰ καὶ ἡ κακία. τὸ δὲ λέγειν φησὶν οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος. μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, πονηρὸς δὲ ἑκών· ἡ γὰρ μοχθηρία ἑκούσιον. δοκεῖ δ’ αὐτῷ ἡ εὐδαιμονία ἐνέργεια εἶναι κατ’ ἀρετήν· ἔστι δὲ ἡ ἀρετὴ ἑκούσιον αἵ τε κατ’ αὐτὴν ἐνέργειαι. εἰ δέ τις ἄλλως οἴεται, ἀμφισβητεῖν αὐτὸν δεῖ πρὸς τὰ λεχθέντα νῦν καὶ οὐχ ὁμολογητέον τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἑαυτοῦ πράξεων. δοκεῖ δὲ τὰ μὲν ἄλλα ζῷα ἀρχαὶ εἶναι γενέσεως ἕκαστον τοῖς ἐξ αὐτῶν γινομένοις, πράξεων δ’ οὐδαμῶς· οὐδενὶ γὰρ μέτεστιν αὐτῶν πράξεως· ὁ δ’ ἄνθρωπος, ὥσπερ τέκνων γεννητὴς καὶ ἀρχὴ τῶν ἐξ αὐτοῦ γεννωμένων, οὕτω, καὶ τῶν ἐξ αὐτοῦ πράξεων. ὧν δὲ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφ’ ἡμῖν.
Μετὰ δὲ ταῦτα χρῆται σφόδρα ἐνδόξοις πίστεσι· καὶ γὰρ ἰδίᾳ ἕκαστος καὶ οἱ νομοθέται κολάζουσι τοὺς δρῶντας μοχθηρά. ὥστ’ εἶναι τὸν λόγον τοιοῦτον σχεδόν· εἰ ἀκούσιον ἦν τὸ ἀδικεῖν, οὐκ ἂν ἐκόλαζον οἱ νομοθέται τοὺς τὰ κακὰ δρῶντας· κολάζουσι δέ, οὐκ ἄρα ἀκούσιον. εἰπὼν δὲ ὅτι κολάζουσιν οἱ νομοθέται, προσέθηκεν ὅ σοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ [*](2. 3 βούλεται Z 3 ἕκαστα κρίνει Arist. 4 ἑκάστου Z: ἐφ’ ἑκάστου N 9 lacunam indicavi προαιρετὰ corr. ex πρὸς αἱρετὰ Ζ2 τὸ delevi 9. 10 αἱ περὶ αὐτὰ πράξεις sive Ζ1 sive Ζ2 in marg.: om. N 10 τὴν om. Ν 14 κατηνάγκασται ex κατηναγκάσθαι Z οὐδ’ addidi 15 post ἔσται add. καὶ N 19 κακοῖς Arist.: καλοῖς ΖΝ 22 μακάριος ΖΝ et libri Aristotelis: μάκαρ Ζ2 et Arist. vulg. 24 ἑκούσιον Arist.: om. ΖΝ 25 αἵ τε] ἥ τε ΖΝ ἄλλως Z: ἄλλος Ν 26 τὸν Z: τῶν Ζ 27 αὐτῶν ΝΖ2: αὐτοῖς Z 33 ἐκόλαζων Ν I)
Ἀλλ’ ἴσως φαίη ἄν τις περὶ τῶν δι’ ἀμέλειαν ἁμαρτανόντων οἵους ἔφαμεν ἢ τοὺς τὰ ἐν τοῖς νόμοις ἀγνοοῦντας διὰ ῥαθυμίαν καὶ διὰ τοῦτο παραβαίνοντας, ἡ τοὺς ὅλως ἀδικοῦντας δι’ ἀμέλειαν, ὧν ἠδύναντο εἰδέναι μὴ ἀμελήσαντες· τῶν δὴ τοιούτων ἴσως λέγοι ἄν τις αἰτίαν τὴν φύσιν τῆς ἀμελείας, φύσει γὰρ αὐτοὺς ἀμελεῖς εἶναι καὶ ῥᾳθύμους· ὁ δ’ Ἀριστοτέλης οὔ φησι φύσεως ταῦτα εἶναι ἀλλ’ ἐπ’ αὐτοῖς ἐκείνοις τὸ τοιούτους γενέσθαι. ζῶντες γὰρ ἀνειμένως καὶ ῥᾳθύμως εἰς τοιαύτην ἕξιν κατέστησαν ὥστε [*](1 οἰωνεὶ N 2 τιμῶσιν ex τιμωροῦσιν Z: τιμωροῦσιν N τοὺς μὲν N 3 προτρέπωσιν N 5 ἐσθίοντα Diels: ἔτι θέλοντα ZN 7 περὶ ZN: τι Arist. 10 συγνώμη Ζ, similiterque peccatum 16. 18. 23. 26. 27 13 τύχοι ex τύχη ἰά τύχη N 14 κληρονομιῶν N 15 περὶ scripsi: ἐπὶ NZ 17 οὐδ’ Diels: οὔτ’ ZN ἀγνοῇ ex ἀγνοεῖ N 18 φιλίου N 21 ὁ Z: εἰ N 22 τυχών τινος—βαδιεῖσθαι (23) bis N παρὰ om. N 23 τύχοι ex τύχη Z 24 post συγγνώμης N ὁ δὲ ἔνθα εἰκὸς ἦν repetit et delet ἧς Z: οἷς N 28 ἀμέλιαν N 30 ὅλως ἀδικοῦντας Z2: ὅλους ἀδικεῖν τινας NZ ἀμέλλειαν Z 31 post ἀμελήσαντες add. δὴ N 34 τοιαύτην ΝΖ2: τὴν αὐτὴν Z)
Εἴποι δ’ ἄν τις, εἰ ἐφ’ ἡμῖν τὸ ἀδίκοις εἶναι, ἐφ’ ἡμῖν καὶ τὸ παύεσθαι τῆς ἀδικίας, ὁπότε βουλόμεθα· οὐκ ἐφ’ ἡμῖν δὲ τὸ παύεσθαι, οὐδ’ ἄρα τὸ γίγνεσθαι· ἀδίκοις. ταῦτα δὲ οὐ συγχωρεῖ ὁ Ἀριστοτέλης, ἀλλ’ ἐφ’ ἡμῖν μέν φησιν εἶναι τὴν ἀδικίαν· ἑκόντες γὰρ ἐπιτηδεύουσιν τὰ ἄδικα, ἐξ ὧν ἄδικοι γίνονται· οὐ μὴν ὅταν βούλωνται ἄδικοι ὄντες ταύσοντοι. καὶ γὰρ νοσεῖ μέν τις ἑκών, ὅταν ἀπειθῇ τοῖς ἰατροῖς, οὐκ ἀπαλλάττεται δὲ τῆς νόσου, ὅταν βούληται, ἐπειδὰν ἱκανῶς αὐτοῦ κατακρατήσῃ καὶ ῥίψαι μὲν ἄν τις ἑαυτὸν ἑκὼν ἢ λίθον, οὐκ ἐφέξει δὲ αὑτὸν ἢ τὸν λίθον φερόμενον, ὅταν βούληται. οὐ μόνον δὲ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοι ἀλλ’ ἐνίοτε καὶ αἱ τοῦ σώματος· τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι’ ἀγυμνασίαν. καὶ εἰ μέν τις ἄκων πηρωθείη τὴν ὄψιν, ἐλεεῖται, ἐὰν ὁ ἐξ οἰνοφλυγίας πάθῃ τοῦτο, μισεῖται. εἰ οὖν αἱ ἐν τῷ σώματι κακίαι ὅσαι ἐφ’ ἡμῖν ἐπιτιμῶνται, πολὺ μᾶλλον προσήκει τὰς ἐν τῇ ψυχῇ, αἳ πάντως ἐφ’ ἡμῖν εἰσιν.
Ἀμφισβητοῦσι δέ τινες λέγοντες μὴ ἐφ’ ἡμῖν εἶναι τὴν κακίαν. πάντας γὰρ ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ, τοῦ δὲ φαίνεσθαι τοιοῦτον ἢ τοιοῦτον μὴ εἶναι κύριον ἕκαστον, ἀλλ’ ὥσπερ ἡ ὄψις τῷ μὲν ὀξυωπής ἐστι καὶ οἵα καθορᾶν ἀκριβῶς, τῷ δὲ ἀσθενεστέρα καὶ ἥττων διακρίνειν, οὐ δυνατοὶ γὰρ ὁρᾶν τὰ οὕτως φύσει ὄντα, ὄψιν τινὰ ὡς εἰπεῖν ἐν τῆ ψυχῇ ἔχον· [*](2 ἑαυτὸν Z: αὐτὸν N 3 πορισάμενοι Ζ2 (cf. v. 15): γενόμενοι ZN 6 ὡς om. N 7 ἀναίσθητον N 7.8 βούλεσθαι corr. ex βουλεύεσθαι Z 1 ὑπεναντία N 11 λέγειν N 11. 12 καὶ ante κακουργοῦντα add. N 14 οὐδ’ Diels: οὔτ’ ZN 18 τῆς ἀδικίας—παύεσθαι om. Z 19 μὲν om. N 21 βούλωνται ex βούλονται N 25 ἐνίοτε ZN: ἐνίοις Arist. 29 ὅσαι ἑ Ζ2 in albo τὰς Z: τὰ N 29. 30 αἱ πάντως Ζ2 in albo: αἶ τινες πᾶσαι N 33 ὥσπερ Z: εἴπερ N 34 ἥττω N 34.35 οὐ δυνατοὶ Z: ἀδυνατοῖ N οὐ δυνατοὶ—τούτου (p. 79,1) sententiarum nexus turbatus)
Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται, φησί, τὸ γένος ὅτι μεσότητες καὶ ὅτι ἕξεις. ἐπειδὴ δὲ ἀνάγκη, ἄν ὑπὸ δύο γένη ᾖ, ἢ ταὐτὰ ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι, ληπτέον ὅτι ἡ μεσότης ὑπὸ τὴν ἕξιν, τῶν ἕξεων δὲ αἱ μὲν μεσότητες, αἱ δ’ οὔ. ἔτι εἴρηται, ὡς ὑφ’ ὧν γίνονται ἕξεις, τούτων πρακτικαὶ καὶ καθ’ αὑτάς. τὸ καθ’ αὑτὰς πρόσκειται ἤτοι ἐπειδὴ ἐνδέχεται τὸν ἀνδρεῖον τὰ σωφρονικὰ ποιεῖν, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ σώφρων πράξει μὲν γὰρ πάντα τὴν τελείαν ἀρετὴν ἔχων ἀλλὰ καθ’ αὑτὴν ἑκάστην τὰ αὐτῆς καὶ ἐξ ὧν ἐγένετο ἐνεργειῶν ἀνδρεῖος καὶ κατὰ τὸν τῆς ἀνδρείας λόγον. κατὰ συμβεβηκὸς μὲν γάρ ποτε ἐνεργήσει ὁ ἀνδρεῖος καὶ τὰ δίκαια, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ συμβέβηκε τῷ ἀνδρείῳ καὶ δικαίῳ εἶναι· ἀντακολουθοῦσι γὰρ ἔνιαι τῶν ἀρετῶν) ἢ ὅτι ἐνδέχεται καὶ τὰ μὴ οἰκεῖα τοῖς ἐξ ἀρχῆς ἐπιτηδεύμασι ποιῆσαι λόγου αἱροῦντος, ὡς ὁ σώφρων καθ’ αὑτὴν μὲν τὴν σωφροσύνην, αἱροῦντος δὲ λόγου διαφθεῖραι ἂν τοῦ τυράννου τὴν γυναῖκα ἐπὶ σωτηρίᾳ τῆς πόλεως· τοῦτο δὲ ποιήσει κατὰ συμβεβηκός, καθ’ αὑτὰ δὲ τὰ σώφρονα. ἔτι οὐχ ὁμοίως φησὶν ἑκουσίους εἶναι τὰς πράξεις καὶ τὰς ἕξεις. τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους πράξει καὶ παύσεται ἡνίκα ἀν’ αὐτῷ δοκῇ, τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς κύριοί ἐσμεν, τῆς δὲ προσθέσεως οὐκέτι κύριοι. λανθάνει δὲ ἡμᾶς κατὰ βραχὺ ἡ πρόσθεσις γινομένη καὶ ἐνίοτε περαίτερόν τινες κακοὶ γίνονται ἢ ἐβούλοντο. πρόεισι μὲν γὰρ ἐνίοτέ τις ἐν μέθαις καὶ ἀκολασίαις, ὡς ἐν αὐτῷ ὂν μὴ κτήσασθαι τὴν ἕξιν, λανθάνει δὲ κατὰ βραχὺ κτώμενος τὴν ἕξιν ὥσπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν ποιεῖ γάρ τις τὰ μὴ συμφέροντα οὐκ εἰδὼς ὅσον ἐπιδώσει τὸ ἀρρώστημα κατὰ βραχὺ δὲ αὔξεται ἐφ’ ὅσον οὐκ’ ἂν ἐβούλετο. οὕτως οὖν λεγόμεθα κύριοι εἶναι τῶν ἕξεων τῷ τῆς ἀρχῆς εἶναι κύριοι. οὐ μόνον δὲ ἡ κακία ἀλλὰ καὶ ἡ ἀρετὴ ἐκ τῶν ἐπιτηδευμάτων ἀμήχανος ἐν προσθέσει καὶ λάθοι ἄν τις αὑτὸν ἐπιδιδοὺς πλεῖστον.
Μετὰ δὲ ταῦτα ἀρξάμενος περὶ τῶν ἀρετῶν ἑκάστης λέγει ἀπὸ τῆς ἀνδρείας ποιούμενος τὸν λόγον ἡ ἀνδρεία λέγεται μεσότης περὶ φόβους καὶ θάρρη, οὐχ ὁμοίως ἔχουσα πρὸς ἑκάτερα τῶν παθῶν, ἀλλὰ τῷ μὲν θαρρεῖν ἐπὶ πλεῖον χρωμένη, τῷ δὲ φόβῳ ὡς ἥκιστα· καὶ μᾶλλον τῷ τὰ πολλὰ ἄφοβος εἶναι γνωρίζεται ὁ ἀνδρεῖος ἢ τῷ φοβεῖσθαι· οὕτως οὖν λέγεται περὶ θάρρη καὶ φόβους τῷ ἀμφοτέροις ὡς δεῖ χρῆσθαι καὶ τῷ μὴ ὁμοίως ἐφ’ [*](5 ταὐτὰ Ζ2: ταὐτὸν ZN 6 τίν N ἐξῆν N 8 πρακτικαὶ καὶ Z et Arist. KbOb: πρακτικαὶ αἱ N: πρακτικαὶ Arist. vulg. πρόκειται N 9 οὐχ ᾖ Z: οὐχὶ N 12 συμβεβηκὼς N 14 ἀντακ sequente spatio 7 fere litterarum N 15 λόγου Z: λόγω N 18 φησιν ante et post ἑκουσίους, sed alterum deletum N 18. 19 καὶ τὰς ἕξεις NZ2: om. Z 20 δοκεῖ N 22 περαίτερόν scripsi: ulterius Felicianus: παρ’ ἑτέρων ZN 25 ὅσον Z: ὅτι N 29 λάθοι ἄν Z: λάνθανε N 30 ἑκάστης NZ2: om. Z 32 ἑκάτερον N μὲν om. Z)
Τὸ δὲ φοβερὸν οὐ πᾶσιν εἶναί φησι τὸ αὐτό. δῆλον γὰρ ὡς οὐ τὸ αὐτὸ φοβερὸν τῷ ἀνδρείῳ καὶ τῷ θρασεῖ, ἀλλ’ ὡς ἄν τύχῃ ἕκαστος ἔχων διαθέσεως, οὕτως καὶ φοβεῖται. ·τάχα δὲ καὶ ἄλλως ἔστι λαβεῖν τὸ ἄλλῳ ἄλλο εἶναι φοβερόν· τῷ μὲν γὰρ ἀδοξία φοβερόν, τῷ δὲ θάνατος, τῷ δὲ πενία, ἄλλῳ δὲ ἄλλο. ἔστι δὲ καὶ ὑπὲρ ἄν θρωπον, ἔφη, τὶ φοβερόν οἷον σεισμῶν ὑπερβολαί, κερ·αυνῶν πτώσεις καὶ εἴ τινα τοιαῦτα· τὸ μὲν οὖν τοιοῦτον φοβερὸν παντὶ τῷ νοῦν ἔχοντι, ὥστε καὶ τῷ ἀνδρείῳ. τὰ οὖν ἀνθρώπινα φοβερὰ διαφέρειν φησὶ μεγέθει καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον· ἔνια μὲν γὰρ σφόδρα φοβερά ἐστιν, ἔνια δὲ ἧττον, οἷον μεγάλη μὲν δύναμις πολεμίων καὶ ἄριστα παρεσκευαμένη μέγαν δύναται παρασχεῖν φόβον. ἡ δ’ ἐλάττων κατὰ μέγεθος καὶ παρασκευὴν ἥττον’ ἄν παράσχοι φόβον. ὁμοίως δὲ καὶ ποτὲ μὲν ἔστι σφόδρα θαρρεῖν, ὅταν φανερὸν ᾖ ὅτι κρείττους ἐσμέν ποτὲ δὲ ἧττον· ἀλλ’ ὅμως ὁ ἀνδρεῖος ἀνέκπληκτος, ἀνέκπληκτος δ’ ὡς ἄνθρωπος. φοβηθήσεται μὲν γὰρ ἐπὶ βραχὺ καὶ τὰ μεγέθει ὑπερβάλλοντα τῶν ἀνθρωπίνων· ἀλλ’ ὅμως ὑπομενεῖ αὐτὰ τοῦ καλοῦ ἕνεκα, καὶ θαρρήσει δὲ ὡς δεῖ καὶ ὅτε δεῖ. ἔστι δὲ τὰ φοβερὰ καὶ μᾶλλον φοβεῖσθαι καὶ ἧττον· καὶ γὰρ τῶν μὴ ἀνδρείων μηδὲ δειλῶν ἀλλὰ μέσων ἄλλος ἄλλου ταὐτὰ ἢ μᾶλλον ἢ ἧττον φοβεῖται. ἔστι δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι ὡς φοβερά, ὅπερ πάσχει ὁ δειλός. οὐχ ὥσπερ δὲ ἡ ἀρετὴ διορίζεται τούτοις τοῖς ἀριθμοῖς οἷς ἀεὶ διορίζομεν τὸ ὧν δεῖ πρακτικὴν εἶναι καὶ πρὸς οὓς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὡς δεῖ καὶ οὗ ἕνεκα δεῖ, οὕτως καὶ ἡ κακία· ἀλλὰ κἄν ἕν τι τούτων παραβαίνῃ, κατὰ κακίαν ἤδη ἐστὶ τὸ γινόμενον· διό φησι γίνεσθαι τῶν ἁμαρτιῶν τῶν κατὰ τὴν δειλίαν τὴν μὲν ὅτι οὐ δεῖ, τὴν δὲ ὅτι οὐχ ὡς δεῖ· ἔστι δὲ τοῦ ὅτε παραβατικὴν εἶναι ἤ τινος ἄλλου τῶν τοιούτων· ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα οἱ θαρσεῖς εἰσιν ἀπαντητικοὶ ἢ ὅτε οὐ δεῖ θρασυνόμενοι ἢ πρὸς οὓς <οὐ> δεῖ ἢ κατά τινα ἄλλον τῶν εἰρημένων ὁ μὲν οὖν ἅπαντας φυλάττων τοὺς εἰρημένους διορισμοὺς ἀνδρεῖος, μάλιστα δὲ τὸ οὗ ἕνεκα· πάσης γὰρ ἐνεργείας τέλος τὸ κατὰ τὴν ἕξιν, οἷον τῆς ἐν τῷ οἰκοδομεῖν ἐνεργείας τέλος τὸ κατὰ τὴν οἰκοδομικήν. οὕτως δὴ καὶ τῶν κατὰ τὴν ἀνδρείαν πράξεων τέλος τὸ κατὰ τὴν ἀνδρείαν· τέλος δὲ τῆς ἀνδρείας τὸ καλόν, ὥστε καὶ ταῖς κατὰ ταύτην πράξεσιν. ὁ οὖν ῦπομένων τὰ δεινὰ ἕνεκεν τοῦ καλοῦ ἀνδρεῖος. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει, [*](1 καὶ om. N 3 φησὶ corr. ex φασι Z: φασὶ N 6 εἶναι scripsi: ἐστὶ ZN 6 ἀδοξία Z: ἄδοξον N 8 καὶ Z: ἢ N 10 διαφέρει N μεγέθη N 11 ἐστιν NZ2: om. Z 12 μέγαν—φόβον scripsi: μέγεθος—φόβου ZN 13 ἥττον᾿ scripsi: ἦττον ZN 15 ἧττον Z: ἥττους N ἀνέπληκτος N utrubique 18 φοβεῖσθαι corr. ex φοβῆσθαι Z 19 ἄλλος corr. ex ἄλλου Z; ἄλλως N 20 φοβερὰ (prius) ΝΖ2: φοβόύμενα Z φοβεῖσθαι NZ: φοβεῖ suppl. Ζ2 21 ἀρετὴ διορίζεται Z (τη διορίζεται Ζ2): ἀρετὴ ἐν πᾶσιν ἐστὶν N. 22 εἶναι N et in albo καὶ ὅτε δεῖ om. N 23 ἕνεκα δεῖ] δεῖ om. Z καὶ ἡ] καὶ om. N 28 οὐ addidi 32 πράξεων τέλος τὸ κατὰ τὴν ἀνδρείαν om. N 33 οὖν Z: γοῦν N)
Καθάπερ οὖν εἴρηται, φησίν, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται· οὐ γὰρ ὁ περὶ πάντα τὰ κακὰ ὡς ἐλέγετο θαρραλέως ἔχων καὶ ἀδεῶς ἀνδρεῖος, ἀλλ’ ὁ πρὸς θάνατον ἀδεὴς τὸν ὑπὲρ τοῦ καλοῦ. διὰ γὰρ τὸ καλὸν ὑπομένει τὰ δεινὰ ὁ ἀνδρεῖος. καὶ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· ἔνια δὲ φαντασίαν παρέχει ἀνδρείων, ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν οἷον τὸ ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἢ ἄλλο τι λυπηρόν· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα. ἀντίκειται μὲν οὖν ἡ μαλακία τῇ καρτερία, ἀλλ’ ὅμως καὶ τοῦ ἀνδρείου ἐστὶν ἀλλοτρία. λέγει δὲ καὶ ἄλλας πέντε ἀνδρείας ὀνομάζεσθαι ὁμωνύμως τῆ κυρίως λεγομένῃ ἀνδρείᾳ· εἰσὶ δὲ τοῦ εἴδους τῶν ὁμωνύμων τοῦ καθ’ ὁμοιότητα λεγομένου· ὅμοιαι γὰρ δοκοῦσιν εἶναι τῇ ἀνδρείᾳ, ἀλλ’ ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον. Πρῶτον δὲ ἐκτίθεται τὴν λεγομένην πολιτικὴν ἀνδρείαν· ὑπομένουσι γὰρ οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ διὰ [*](4 πρότερον εἶπε] Β7 p. 1107 a 33 5 ἀβόφους Z: corr. Ζ2 7 φοβοῖτο ex φοβεῖτο N 9 προσποιεῖται corr. ex προσποιῆται Z 10 οὖν Ζ: οὐ N 11 πρὸ N: πρὸς Z 12 Ὅμηρος] II. Γ 2 13 κλαγγὴ ex κλανη Z 14 πρὸ ΝΖ2: πρὸς Z οἱ Z: οὐ N 16 οἱ δ’ ἄρ’] Hom. II. Γ 8 ἄρ Z: ἄρα 17 μὲν om. Z 18 τῷ Z: τὸ N 20 τὸ (ante τολμητικὸν) Z add. supra lin.: om. N 21 ἔτι δὲ] ἔτι add. Z2: μηδὲ N 22 δύσελπιν ex δύσελπην corr. Ζ2 23 ἀνδρία Z 26 ὑπὲρ N: ὑπὸ Z 27 παρέχει scripsi: παρέχειν ZN ἔτι NZ: ἐστι Z2 δηλῶν N 28 ἔρωτα Z: θάνατον N 6*)
Τρίτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ θυμικόν. καὶ γὰρ τὰ θηρία ἀνδρεῖα καλεῖται, ὅσα θυμοειδῆ καὶ φέρεται ὑπὸ θυμοῦ ἐπὶ τοὺς τρώσαντας· οἱ γὰρ ἀνδρεῖοι θυμοειδεῖς καὶ ἄγει μάλιστα πρὸς τοὺς κινδύνους ὁ θυμός· πράττουσι μὲν οὖν οἱ ἀνδρεῖοι διὰ τὸ καλόν, χρῶνται δὲ τῷ θυμῷ συνεργῷ· οἷον γὰρ ἐνθουσιᾶν ποιεῖ ὁ θυμὸς ἐν τοῖς κινδύνοις. ὁ μὲν οὗν ἀνδρεῖος μετὰ θυμοῦ· δραστικὸν γὰρ ὁ θυμός· οὐ μὴν ὁ μετὰ θυμοῦ δρῶν πάντως ἀνδρεῖός ἐστι· καθ’ ὁμωνυμίαν δὲ δεῖ λαβεῖν τὸν ἰού ἀνδρείου θυμόν, οὐχὶ ἔκστασίν τινα, ἀλλὰ τοῦ λόγου κελεύοντος συνεξορμῶντα τὸν θυμόν. οὐ γὰρ ὁμοίως πράττομεν ἄθυμοι ὄντες καὶ διεγείροντος ἡμάς τοῦ θυμοῦ· τὰ θηρία δὲ οὐ κυρίως ἀνδρεῖα ἢ διὰ φόβον ἐπιόντα ἢ διὰ λύπην τὴν ἐκ τῆς πληγῆς. ὅλως δὲ οἱ διὰ πάθος μόνον παρακινδυνύοντες οὔκ εἰσιν ἀνδρεῖοι· ἐπεὶ οὕτως γε καὶ οἱ μοιχοὶ ἀνδρεῖοι ἄν ἦσαν δι’ ἐπιθυμίαν τολμηρὰ δρῶντες. οὔτε οὖν οἱ δι’ ἐπιθυμίαν οὔτε οἱ διὰ θυμὸν ἐπικίνδυνα ὑπομένοντες ἀνδρεῖοι ὡς ἀληθῶς, ἀλλ’ οἱ διὰ τὸ καλόν. ἔοικε δὲ καὶ ἡ διὰ θυμὸν ἀνδρεία τῇ ὡς ἀληθῶς, ἐπεὶ καὶ ἡ αὐτῆς τῷ ὄντι ἐνέργεια μετὰ θυμοῦ καὶ ὅτι οἱ ἀνδρεῖοι θυμοειδεῖς. φυσικωτάτη δέ φησιν ἔοικεν εἶναι ἡ διὰ τὸν θυμὸν ἀνδρεία. ἴσως μὲν γὰρ πασῶν τῶν ὁμωνύμων κρείττων ἡ πολιτικὴ διὰ τὰ εἰρημένα· ἡ δὲ διὰ θυμὸν φυσική, ἐπειδὴ ὁ θυμὸς φυσικὸν καὶ δοκοῦμεν φύσει οἱ ἄνθρωποι ἐφίεσθαι τοῦ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας ἡμάς, ὅπερ τοὐ θυμοῦ ἔργον ἐστί. φησὶ δὲ ὅτι προσλαβοῦσα ἡ τοιαύτη διάθεσις προαίρεσιν καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν, εἴη ἄν ἀνδρεία. ὁ γὰρ θυμοειδής προσλαβὼν προαίρεσιν καλὴν ἐξ ἔθους καὶ λόγον καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν τὰ ἐν τοῖς δεινοῖς εἴη ἄν ὡς ἀληθῶς ἀνδρεῖος.
Τέταρτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ τῶν εὐελπίδων, οἳ διὰ <τὸ> πολλοὺς καὶ πολλάκις νενικηκέναι, ὥς φησι, θαρροῦσιν· δέ εἰσι καὶ οὗτοι τοῖς ἀνδρείοις, ἐπειδὴ καὶ οἱ ἀνδρεῖοι θαρροῦσιν ἐν τοῖς [*](2 ἀνδριότατοι N 7 ὅταν om. N ὁ om. Z 11 οἱ ἀνδρεῖοι—ὥσπερ (12) om. Z 6 θυμοειδεῖς—ἀνδρεῖοι (17) om. Z 22 διεγείροντος ex διεγείροντες Z 37 τετάρτη Z ὁμωνυμίαν ex ὁμωνύμου Z 38 τὸ add. ex Arist.: om. ZN ὅμοιοι ex ὁμοίως Z: ὁμοίως N)
Ἐπὶ πᾶσι δὲ ἀριθμεῖ πέμπτον εἶδος ὁμωνύμου ἀνδρείας τὸ τῶν δι’ ἄγνοιαν θαρρούντων, ὅταν οἴωνται μὲν ἄλλοις συμβάλλειν καὶ ἐλάττοσιν ἑαυτῶν, θαρροῦσι δὲ δι’ αὐτὴν τὴν αἰτίαν. ἐοίκασι δὲ καὶ οὗτοι τοῖς ἀνδρείοις, διόπερ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, καί εἰσιν οὐ πόρρω τῶν εὐελπίδων, ὥς φησι. καὶ γὰρ οὗτοι διὰ τὴν ἄγνοιαν εὐέλπιδες γίνονται, χείρους δὲ αὐτῶν εἰσιν ἢ ἴσον οὐδὲν ἔχουσιν ἀξίωμα. οἱ μὲν γὰρ διὰ τὸ πολλάκις κατωρθωκέναι εὐέλπιδες μετὰ φρονήματός τινος ἐπίασι (διὸ καὶ μένουσί χρόνον ἐν τοῖς κινδύνοις), οἱ δὲ δι’ ἄγνοιαν ἀπατηθέντες, ἄν γνῶσιν ὅτι ἕτεροί εἰσι, πρὸς οὗς ἡ μάχη καὶ κρείττους αὐτῶν, ταχὺ φεύγουσιν, ὅπερ φησὶ παθεῖν Ἀργείους· ᾔεσαν γὰρ ὡς ἐπὶ Σικυωνίους καταφρονοῦντες αὐτῶν· ἦσαν δ’ οὐ Σικυώνιοι ἀλλὰ Λακεδαιμόνιοι· ὡς δὲ περιέπεσον αὐτοῖς καὶ ἔγνωσαν Λακεδαιμονίους, ταχὺ ἔφυγον ἀποστραφέντες.
Περὶ θάρρη δὲ καὶ φόβους τὴν ἀνδρείαν οὖσαν, οὐχ ὁμοίως φησί [*](1 τὰ αὐτὰ N: ταῦτα Z 2 μηδὲν ἄν παθεῖν ZN: μηθὲν ἀντιπαθεῖν Arist. 5 ἐπεὶ—φεύγουσιν (6) om. Z γέ τοι N 8 εἷπε Z: οἱ περὶ N ὑπὲρ ΝΖ2: ὑπ’ Z 9 πρότερον] c. 10 p. 1115b11 τὸ om. N ἀνθρώπῳ ἀνθρώπου ZN 11 ἀταρα suppl. Z2 13 κατ’ αὐτήν scripsi: καθ’ αὑτήν ZN 14 πράξεων Z: ἕξεων N ῥιτορικὴν N 16 αἰφνίδια scripsi: αἰφνίδιον ZN 19 ἐν τῇ ἀνδρεία ἀντὶ ἀνδρείας Z 23 ὁμωνύμου N: ὁμωνύμ·ως Z 24 ἐλάττοσιν ex ἐλαττοῦσιν N 25 θαρροῦσι N: θρασῶσι Z: θαρσῶσι Ζ2 28 ἡ ἴσον] καθόσον Diels 30 οἱ δὲ Z: οὐδὲ N 32. 33 ἦσαν δ’ οὐ Z: ἦσαν δὲ οἱ N 33 καὶ ἔγνωσαν] καὶ om. Z: καὶ ἔ insequente lacuna Ν)
Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης. τὴν σωφροσύνην καὶ τὴν ἀνδρείαν τῶν ἀλόγων μερῶν ἀρετὰς λέγει. ἡ μὲν γὰρ σωφροσύνη τοῦ ἐπιδυἄμφω [*](1 Z ex corr. 2 ἐστὶν ἡ ἀνδρεία N 3 προειρήκαμεν] p. 80,32 4 τὸ— τὸ Z: τὸν—τὸν N 6 τῶ Z: τὸ N ἰτητικὸς ex ἰτατικὸς Z 7 ὑπομενητικὴ Ζ2 in marg.: ὑπαινιτικὴ ZN 8 λυπηρὰ N, et Z in marg. pro δεινὰ 10 ἅμα suppl. Ζ2 11 ὑπὸ ΝΖ2: ὑπὲρ Z κύκλων Ν et Z, sed expunctum a Ζ2: κύκλῳ Arist. κύκλους mut. in κύκλω Z2 12 οἱ Z: ἡ N 13 ἄκοντι NZ2: ἄκοντα Z 15 δὲ post αὑτὰ add. Z, idem delevit 16 ὑπομενεῖ Arist. 17 καὶ ὅσω Z: ἢ ὅσω N 19. 20 ὑπομένων Z2: ὑπομένειν Z: ὑπομένον N 20 τὸν N: τόν ex τὰ Z 21 πάσαις ZN: ἁπάσαις Arist. 22 ἐλευθεριότητας N 25 ὄν Ζ: οὐ N μὴ Arist.: om. ZN 29 δέονται] an δεῖ? 30 εἰ μὴ Z: εἰμὶ Z 32 ὑπομενητικοὺς N 33 Μετὰ—σωφροσύνης prior lemmatis pars esse videtur δὲ ταῦτα Z: ταῦτα δὲ N: δὲ ταύτην Arist. ἀλόγων Ζ2: λοιπῶν ZN 34 λέγει ex λέγειν Ν)
Ἑξῆς δὲ βουλόμενος τὰς τῶν ἀκολάστων διαφορὰς φανερὰς ποιῆσαι διαιρεῖ πρότερον τὰς ἐπιθυμίας αἷς ἀκολουθοῖεν ἂν καὶ ἡδοναί· καὶ ὅσα εἴδη ἐπιθυμίας, τοσαῦτα καὶ ἡδονῶν· ὥστ’ εἰ φανεῖεν αἱ ἡδοναί, δῆλα ἔσται καὶ τὰ τῶν ἀκολασιῶν εἴδη. ἄλλαι γὰρ περὶ ἄλλην ἡδονὴν ἀκολασίαι. τῶν δὴ ἐπιθυμιῶν αἱ μὲν κοιναί, αἱ δ’ ἴδιοι καὶ ἐπίθετοι· κοινὰς μὲν οὖν λέγει τὰς φυσικάς· αὗται δ’ εἰσίν, ὡς προελθὼν λέγει, ὧν ἐνδεεῖς ὄντες ὀρεγόμεθα ἀναπληρώσεως, οἷον ἡ τῆς ξηρᾶς τροφῆς ἐπιθυμία καὶ τῆς ὑγρᾶς. εἴη δ ἂν σὺν ταύταις καὶ ἡ τῆς εὐνῆς μάλιστα τοῖς ἡβῶσιν· ἰδίους δὲ καὶ ἐπιθέτους προσεπιμηχανᾶταί τινας ταῖς φυσικαῖς ἢ καὶ ὅλως παρὰ φύσιν· ἐπιθέτους δ’ αὐτὰς ὀνομάζει, δι’ ὃ πρόσκεινται καὶ οὐχ ὑπ’ αὐτῆς εἰσιν εἰσηγμέναι τῆς φύσεως· εἴη ἄν οὖν ἡ διαίρεσις τοιαύτη τῶν ἐπιθυμιῶν· αἱ μὲν φυσικαὶ αἱ δ’ ἴδιοι· τῶν δ’ ἰδίων αἱ μὲν ἐν τοῖς φυσικοῖς νοσηματικαί τινων, αἱ δὲ παντελῶς παρὰ φύσιν. τὸ μὲν οὗν κυρίως φυσικόν ἐστιν ἁπλῶς ὀρέγεσθαι πλησμονῆς σμονῆς τὸν ἐνδεᾶ· ἐν δὲ τούτῳ ἐφ’ ἕν φησιν ἁμαρτάνειν, ὅταν ὑπερεμπίπλασθαί τινος ὀρέγωνται οὐ πάντως πολυτελῶν βρωμάτων ἢ πομάτων ἐπιθυμουντες ἀλλ᾿ ἐνίοτε καὶ τῶν τυχόντων. ὀλίγοι δ’ εἰσὶν οἱ τοιοῦτοι καὶ ἀνδραποδωδέστατοι· καλοῦνται δὲ γάστριες. τῶν δ’ ἰδίων ἡδονῶν αἱ μέν εἰσιν, ὡς ἔφαμεν ἐν ταῖς φυσικῖς, οὐκ ἐπὶ τὸ πλέον οὖσαι ἀπλῶς· αὗται γὰρ εἴρηνται ὅτι ἐν αὐτῇ τῇ ὀρέξει τῆς πλησμονῆς οὐχ ὑπερβάλλουσιν, ἀλλὰ τῷ ἐπιτεταμένως εχειν περί τι καὶ σφοδρῶς, οἳ δὴ καὶ φιλοτοιοῦτοι λέγονται, οἷον φίλοινοι καὶ φιλογύναιοι καὶ φιλόψυχοι. διό φησι τὴν μὲν τῆς τροφῆς ὄρεξιν καὶ τῆς εὐνῆς φυσικὴν εἶναι, τὰς δὲ τοιάσδε ἢ τοιάσδε οὐκέτι παντὸς οὐδὲ τῶν αὐτῶν. οιο φαίνεται ἡμέτερον εἶναι· δηλονότι οἱ μὲν ἁπλῶς ὀρέγονται ἀναπληρώσεως, οὐδὲν περιεργαζόμενοι περὶ τὴν τροφήν, οἱ δὲ πάντως πολυτελοῦς γλίχονται καὶ περὶ τὴν πολυτέλειαν ἐπτόηνται ὄψων ἢ οἴνων. † οἵτινες ἤδη ἡμέτερον τὸ ἢ νενοσηκέναι πρὸς ταῦτα ἢ μή· ἀλλ’ ἔχειν γέ τί φησι φυσικὸν τὰς τοιαύτας· ἕτερα γ·ὰρ ἑτέροις ἡδέα καὶ ἐνίοις γε τὰ τυχόντα ἡδίω ἐστὶ τῶν πολυτελῶν. δῆλον δ’ ὅτι καὶ φύσει οἱ μὲν πρὸς τοὺς τοιούσδε ἡδέως ἔχουσι χυμούς, οἷον πρὸς τοὺς γλυκεῖς οἴνους ἢ αὐστηρούς. τοῦτο μὲν οὖν ἴσως φυσικόν, τὸ δ’ ἐπτοῆσθαι περί τι καὶ σφοδρῶς ἔχειν ἤδη ἡμέτερον, πρὸς ὃ νῦν ἐφ’ ἓν τὸ φυσικὸν ἔφησεν, εἰρημένων καὶ τούτων τῶν ἁμαρτιῶν ἐν τοῖς φυσικοῖς· ἢ ὅτι, ὥσπερ προείπομεν, φυσικὴ ἐπιθυμία ἐστὶ τῆς ἀναπληρώσεως· ἐν δὲ ταύτῃ τὸ ὑπερπληροῦσθαι ἁμάρτημα· αἱ δ᾿ ἐπιτεταμέναι [*](3 ποιῆσαι suppl. Ζ2 4 καὶ ὅσα Z: ὅσα γὰρ N 10 ἰδίως N 11 ἡ om. N παρὰ N: περὶ Z. 13. 14 αἱ δ’ ἴδιοι Z bis, sed alterum deletum 16 τὸν Z: τῶν N ἐνδεᾶ] ἁ suppletum a Z2 18 ἀνδραποδωδέστατοι Ζ2: ἀνοραποδἐσττοι NZ 19 γάστριες ΖΝ et Arist. O b: γαστρίμαργοι Arist. vulg. 21 οὐχ om. N 22 δὴ N: δὲ Z 24 τοιάσδε (post δὲ) NZ2: om. Z οὐκ ἐπὶ παντὸς Z 26 πάντως Z: πάντες N πολυτελοῦς ΝΖ2: πολυτελεῖς Z 27 ἐπτώηωται N 27. 28 οἵτινες ἤδη ZN: ἡ τινος ἄλλου· διὸ φαίνεται Ζ2: ᾤετο δ’ ἤδη Diels 28 ἦν ἐνισηκέναι N οὐ μὴν ante ἀλλ’ add. Ζ2 29 ἡδέα Diels: ἡδίω ZN 33 τῶν om. Z 35 ὑπερπληροῦσθαι Ζ2: ἀναπληροῦσθαι Z: ὑπερπληροῦν N ἐπιτεταγμέναι N)
Τῶν γὰρ φιλοτοιούτων λεγομένων ἕως καὶ ὡς οὐχ οἱ πολλοί χαίρουσιν. ἐν γὰρ τούτοις δύο εἴδη ὑπογράφει τῶν ἰδίων ἡδονῶν, τὸ μὲν ἕτερον τῶν χαιρόντων οἷς μὴ δεῖ, ὃ καὶ παντελῶς παρὰ φύσιν ἐστὶν καὶ οὐδὲ ὀνομάζειν ἄξιον· τὰ εἴδη ταῦτα τῶν ἀκολάστων· πολλὰ γάρ ἐστιν ὑφ’ ἓν τὰ παρὰ φύσιν τῶν ἐπιθυμιῶν εἶδος τεταγμένων· ἄλλο δ’ ἐστὶ τὸ μᾶλλον ἢ ὡς οἱ πολλοὶ χαίρειν ὡς δεῖ· μέτρον μὲν οἱ πολλοί εἰσι· σχεδὸν γάρ τι οἱ πολλοὶ φέροντες ἐπὶ τὸ μὴ ὑπερβάλλειν ἐν ταῖς ἡδοναῖς, οὐ μὴν ἀκριβοῦσιν. οἱ μὲν οὗν ἀκόλαστοι μᾶλλον ἢ χεῖρον ἢ ὡς οἱ πολλοὶ χαίρουσιν, οἱ δὲ σώφρονες ἄμεινον τῶν πολλῶν· τὸ δὲ μὴ ὡς δεῖ ἢ ὡς δεῖ τοιοῦτόν ἐστιν, ὅτι ὡς οὐ δεῖ ποιοῦσι τὸ μᾶλλον ἢ ὡς δεῖ· ὥσπερ οὖν τῶν ἐπιθυμιῶν δύο τὰ ἀνωτάτω εἴδη, τὸ μὲν κοινόν, τὸ δ’ ἴδιον, τοῦ δ’ ἰδίου τὸ μὲν ἐν τοῖς κατὰ φύσιν, οὕτως καὶ τῶν ἡδονῶν τοσαῦτα ἄν εἴη εἴδη ἀκολασίας καὶ αὗται παρέχονται διττὸν εἶδος. ἢ γὰρ τῶν παρὰ φύσιν ἡδονῶν ἐφίενται ἢ ἐν τοῖς κατὰ φύσιν μᾶλλον ἢ δεῖ καὶ οὐχ ὡς δεῖ αἱ νοσηματικαὶ γίνονται· ὑπὸ δὲ ταῦτα εἴδη πλείω, φιλοψία, φιλοινία καὶ ὅσαι τοιαῦται.
Ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία, δῆλον, περὶ δὲ τὰς λύπας λέγεται εἶναι ἡ σωφροσύνη καὶ ἡ ἀκολασία οὐ τῷ ὑπομένειν καθάπερ ἀνδρεία, ἀλλ’ ὡς ἤδη προείρηται πολλάκις, τῷ μὴ λυπεῖσθαι μὲν τῇ ἀπουσίᾳ τῶν ἡδονῶν ὁ σώφρων λέγεται, τῷ δὲ λυπεῖσθαι ὁ ἀκόλαστος. λυπεῖται γάρ, ὥς φησιν, ἀποτυγχάνων, καὶ ἐπιθυμῶν δὲ λυπεῖται· πᾶσα γὰρ ἐπιθυμία μετὰ λύπης. ὁ γὰρ ἡδονῆς σφόδρα ἐπιθυμῶν σφόδρα λυπεῖται. θαυμαστῷ δ’ ἔοικε τὸ καὶ διὰ τὴν ἡδονὴν λυπεῖσθαι· ἔστι δ’ οὐ θαυμαστόν· οὐ γὰρ ἔχων τις ἡδονὴν ἤδη λυπεῖται ἀλλ’ ἐφιέμενος αὐτῆς καὶ ἡγούμενος αὑτὸν ἐνδεᾶ τῶν ἡδίστων εἶναι. οἱ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντες οὐ πάνυ γίνονται· οὔτε γὰρ ἀνθρωπικὴ οὔτε παντὸς ζῴου ἡ τοιαύτη ἀναισθησία. καὶ γὰρ τὰ ἄλλα ζῷα διακ·ρίνει τὸ ἐν τῇ τροφῇ ἡδὺ καὶ λυπηρόν. 〈εἰ δέ τῳ μὴ διαφέρει ἕτερον〉 ἑτέρου πρὸς ἡδονήν, ἀψύχῳ ἔοικεν. ἔστι δὲ ἀνώνυμος διὰ τὸ μηδὲ γίνεσθαι, καλεῖ δὲ αὐτὸν ἐνίοτε ἀναίσθητον. ὁ δὲ σώφρων μέσως ἔχει περὶ πάντα· οὔτε γὰρ χαίρει οἷς ὁ ἀκόλαστος (ὁ μὲν γὰρ ταῖς ὑπερβολαῖς ἡδονῶν ἥδεται, ὁ δὲ ταῖς ὑπερβολαῖς δυσχεραίνει), οὔτε δὲ ὅλως οἷς μὴ δεῖ χαίρει. τὰς μὲν γὰρ ἐν ταῖς φυσικαῖς ἡδοναῖς ἀμετρίας οὐ προσίεται, τῶν δὲ παρὰ φύσιν οὐδὲ ἀκούειν ἀνέχεται οὐδὲ ἐπιθυμεῖ· ἀλλ’ ἢ μετρίως τῶν ἀναγκαὶ [*](1 νοεῖν—εἶεν corrupta: καὶ νοσηματικαὶ (cf. v. 18) διαθέσεις, περὶ ἃς <ἂν> ἴδιοι εἶεν, teinptat Diels νοεῖν γὰρ] ἴσως ἔχουσαι Ζ2 in marg. μὲν πα suppl. Z2 2 ὅτι suppl. Z2 5 ὡς οὐχ Z et Arist. Nb; οὐχ ὡς N: οὐχ Arist. vulg. 6 εἴδη Z2: ἤδη Z: εἰδίων N 9 ἄλλοι Ν 12 ἡ (aute ὡς) om. Z 14 τὸ om. N 15 ἀνώτατα Z 17 τοῖς Ζ: τῶ N 18 oi Z: αἰ καὶ Ν 23 μὲν τῇ—λυπεῖσθαι om. Z 26 τὸ ex τῷ Z 30 τὰ om. Z εἰ—ἕτερον (31) Ζ2 praemissis ἴσως λείπει: om. ZN 31 ἀψύχω Ζ2: ἀψύχου ZN οὔτε Diels: οὐδὲ ZN 34 δυσχαιραίνει N 36. p. 93, 1 τῶν ἀναγκαίων bis N)
Ἔστι μὲν οὖν καὶ ἡ δειλία καὶ ἡ ἀκολασία τῶν ἑκουσίων· τὴν μὲν γὰρ ἡδονὴν ἑκόντες αἱρούμεθα, ἡ δὲ ἀκολασία τῷ μὴ αἱρεῖσθαι ἃς μὴ δεῖ ἡδονάς. ὑπὲρ δὲ τῆς ἡδονῆς καὶ τῆς λύπης ἄκοντες ἐξελαυνόμεθα καὶ διωκόμεθα· τοιοῦτον δὲ καὶ ἡ δειλία. καὶ ἡ μὲν λύπη ἐξίστησι τῶν κατά φύσιν καὶ φθείρει πὼς τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν ἔχει τοιοῦτον, ὥς φησιν. ἐξίστανται μὲν οὖν τινες καὶ ὑπὸ τῶν ἡδονῶν ἀλλ’ οὐχ οὕτως ὥστε συγχεῖσθαι τὴν φυσικὴν κατάστασιν, ὅπερ δοκεῖ κατὰ τὴν ἀλγηδόνα μᾶλλον εἶναι καὶ τὸν πόνον· διὸ καὶ ἐπονειδιστότερον τόδε τοῦ ἧττον ἑκουσίου. ἔτι δὲ τὸ ἐθισθῆναι πρὸς τὸ κρατεῖν τῶν ἡδονῶν ῥᾴον’· ἀκίνδυνοι γὰρ οἱ εἰθισμένοι ὥστε ἐπονείδιστον εἰκότως μᾶλλον τὸ μὴ ἐθίσαι ἑαυτὸν πρὸς τὸ μὴ ἀντέχειν ταῖς ἡδοναῖς. ἢ τὸ μὴ ἐθίσαι πρὸς ὑπομονὴν τῶν φόβων. ἔχει δέ τινα καὶ ἄλλην ἐναντίωσιν τὰ κατὰ τὴν δειλίαν πρὸς τὰ κατὰ τὴν ἀκολασίαν. ἡ μὲν γὰρ δειλία αὐτὴ ἄλυπος· οὐ γὰρ ἄχθεται ὁ τὴν ἕξιν ἔχων αὐτήν, τὰ δὲ καθ’ ἕκαστον συμβαίνοντα ἐπ’ αὐτῇ λυπηρὰ καὶ δεινά. ἐξίστανται γὰρ ἐν τοῖς δεινοῖς καὶ φοβούμενοι ἀνιῶνται καὶ δεινῶς ἀσχημονοῦσιν· ἀνάπαλιν δὲ 〈τὰ κατὰ τὰς ἡδονάς·〉 διὸ καὶ ἑκούσια φαίνονται· ἐπιθυμοῦντι γὰρ καὶ ἡδομένῳ γίνεται. ἡ δ’ ἕξις λυπηρά· ἀνιῶνται γὰρ ἐπὶ τῇ ἀκολασίᾳ οἱ ἔχοντες αὐτὴν διὰ τὸ ἐπονείδιστον αὐτὴν σφόδρα εἶναι· διό φησιν οὐδεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι.
Τὸ δ’ ὄνομα τῆς ἀκολασίας, ὥς φησι, φέρομεν καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας. λέγομεν γάρ τινας παῖδας ἀκολάστους, ὅσοι ἂν ἀπειθεῖς ὦσι τοῖς παιδαγωγοῖς καὶ πολλὰ ἁμαρτάνωσι παιδικὰ ἀμαρτήματα. πότερον δὲ ἀπὸ τῶν παίδων ἐπὶ τοὺς ἀκολάστους ἄνδρας τὸ ὄνομα μετενήνεκται ἢ ἐνάπαλιν, οὐδ·έν φησι διαφέρειν πρὸς τὸν νῦν λόγιον. δῆλον δ᾿ ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου ὠνόμασται. ἀπὸ δὲ τούτου, ἔστι μέν πὼς εἰπεῖν, ἀπὸ τοῦ ἀκολάστου παιδὸς ἐπὶ τὸν ἄνδρα μετενήνεκται· πρότερον γὰρ τοῦ ἀνδρός· ἔστι δέ πὼς εἰπεῖν ἀπὸ τοῦ ἀνδρὸς ἐπὶ τὸν παῖδα· ἀπλῶς γὰρ πρότερον τὸ τελειότερον τοῦ ἀτελοῦς· τελειότερον δ’ ὁ ἀνήρ. διαφέρει δ’ οὐδὲν ὁπότερον οὖν ἀφ’ ὁποτέρου μετενήνεκται, ἀλλ᾿ ἔχει πολλὴν ὁμοιότητα. κεκολάσθαι μὲν γὰρ δεῖ πᾶν τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν ἔχον αὔξησιν· τοιοῦτον δὲ ἡ ἐπιθυμία· ὀρέγεται γὰρ πολλάκις τῶν αἰσχρῶν, κἄν μὴ κωλύηται [*](1 ὑγείαν N ὀρέγεται suppl. Z2 5 ἔστην N 6 αἱρούμεθα corr. ex ἐρούμεθα N 8 δὲ Z: γὰρ N φθείρει Z: φθείρεται N 12 πόνον Z: τόπον N τόδε τοῦ Ζ2: τό τε ZN 17 αὐτὴν Dicls: αὐτῆς Ζ2: αὐτῶν ZN 19. 20 τὰ κατὰ τἀς ἡδονὰς Ζ2 in marg. praemissis ἴσως λείπει: om. ZN 21 αὐτὴν Z: αὑτὸν N supra lin. 24 καὶ om. N 26 δὲ om. N 27 μετήνεγκται Z 28 διαφέρει Ν 30 μετἡνεκται N 33 ἀφ’ ὁποτέρου Z: ἀμφοτέρου M 34 γὰρ Ζ2: ὡς ZN ἔχον N: ἔχον ex ἔχων Z ἔχον αὔξησιν Arist. K b: αὔξησιν ἔχον Arist. vulg. 35 καὶ ἣν Z)
Λέγομεν δὲ ἑξῆς περὶ ἐλευθεριότητος ἕως καὶ ταῖς δόσεσιν ὑπερβάλλειν.
Τὸ θεώρημα τοῦτο ἁρμόττει εἰς τὸ εὑρίσκειν ἑκάστην ἀρετήν, περὶ ποῖά τινά ἐστι μεσότης. περὶ ἃ γὰρ ἐπαινεῖται ἑκάστη, περὶ ταῦτα αὐτῆς αἱ ἐνέργειαι· περὶ ἃ δὲ ἐνεργεῖ, περὶ ταῦτα μεσότης ἐστίν, οἷον ἡ σωφροσύνη ἐπαινεῖται περὶ τὴν χρῆσιν τῶν σωματικῶν ἡδονῶν· περὶ ταῦτα γὰρ αὐτῆς ἡ ἐνέργεια· καὶ μεσότης οὖν ἐστι περὶ ἡδονάς. ὁμοίως δὲ ἔχει καὶ περὶ τῶν ἄλλων ἀρετῶν. καὶ τῆς ἐλευθεριότητος οὗν ἐπαινουμένης περὶ δόσιν καὶ λῆψιν χρημάτων, δῆλον ὡς αἵ τε ἐνέργειαι αὐτῆς περὶ χρήματά εἰσι καὶ μεσότης ἐστὶ περὶ δόσιν καὶ λῆψιν χρημάτων. χρήματα δὲ λέγεται μὲν κοινῶς πάντα τὰ πράγματα, οἷον ἐπειδὰν λέγωμέν τι χρῆμα ἔπραξεν ἀντὶ τοῦ τι πρᾶγμα ἔπραξε, καὶ τὸ χρηματίζειν δὲ ἐντεῦθεν λέγεται· λέγεται δὲ χρήματα ἐξαιρέτως ὧν ἡ ἀξία νομίσμασι μετρεῖται, οἷον οἰκία καὶ ἀνδράποδα καὶ ἔπιπλα καὶ σκεύη καὶ βοσκήματα καὶ πάντα τὰ τοιαῦτα· πόσου γάρ ἐστι τούτων ἕκαστον ἄξιον ἔστι νομίσμασι μετρῆσαι. κατὰ δὲ τοῦτο τὸ σημαινόμενον οὐκ ἔστιν ἡ ἀρετὴ χρῆμα. οὐ γὰρ ἔστιν εἰπεῖν ὅσων χρημάτων ἐστὶν ἀξία· ὑπερβάλλει γὰρ πᾶν χρῆμα. ὁμοίως οὐδ’ ἡ φιλία τιμητὸν χρῆμα, ἀλλ’ ὑπερβάλλει χρημάτων τὴν ἀξίαν· ὁμοίως δὲ καὶ γονεῖς καὶ πατρὶς καὶ ἁπλῶς ὅσα ὑπερβάλλει τὴν τῶν χρημάτων κτῆσιν. δοκεῖ δὲ μὴ πάνυ ἱκανῶς ἀποδεδόσθαι ὁ τῶν οὕτω λεγομένων χρημάτων ὁρισμός· τὸ γὰρ νόμισμα αὐτὸ καὶ ἡ ἀργύριον οὐ μετρεῖται νομίσματι. σχεδὸν οὖν ὁ ἐντελὴς ὁρισμὸς οὗτός [*](1 δ N: Δέλτα Ζ 3 λέγομεν ZN et Arist. L b M b et pr H a: λέγωμεν Arist. vulg. 3. 4 καὶ ταῖς δόσεσιν ὑπερβάλλειν ZN et Arist. Lb Mb (p. 1120b27): καὶ δαπάναις ὑπερβάλλειν Arist. vulg. 9 οὖν ἐστι scripsi: σύνεστι ZN ἡδονὰς—περὶ om. Z: add. Z (vel 1 vel 2) in marg. 11 περὶ χρήματά εἰσιν αὐτῆς Z 14 χρηματίζεσθαι N 17 νομίσμασι scripsi: χρήμασι ZN μετρῆσαι—χρῆμα (18) ΝΖ2: om. Z συμβαινόμενον N 19 τιμητὸν χρήμασιν N 21. 22 ἀποδεδόσθαι ex ἀποδεδώσθαι Ν)
Φησὶ δὲ καὶ τὴν ἀνελευθερίαν καὶ τὴν ἀσωτίαν περὶ χρημάτων εἶναι ὑπερβολὰς καὶ ἐλλείψεις. οὐκ άλόγως δὲ κοινῇ περὶ ἀμφοτέρων εἶτον ὥς εἰσιν ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀλλ’ ἐπειδὴ ἑκατέρα αὐτῶν ἄμφω ὑπάρχει. ἥτε γὰρ ἀσωτία ὑπερβάλλει μὲν τῆ δόσει, <τῇ δὲ λήψει ἐλλείπει, ἡ ὃ ἐλλείπει μὲν τῆ δόσει> ὑπερβάλλει δὲ τῆ. λήψει. καὶ γὰρ αὐτῶν ὑπερβολῆς οὔσης καὶ ἐλλείψεως ὅμως τὴν μὲν ἀσωτίαν ἐνίοτε ὑπερβοὴν λέγειν εἴωθε, τὴν δ’ ἀνελευθερίαν ἔλλειψιν, ἐπειδὴ ἡ ἐλευθεριότης εἰδοποιεῖται μᾶλλον κατὰ τὴν μεμετρημένην δόσιν· ἐν δὲ ταύτῃ ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δὲ ὁ ἀνελεύθερος. ὡς πρὸς τὰς τῆς ἐλευθεριότητος οὖν προηγουμένας ἐνεργείας ὑπερβολὴ μέν ἐστιν ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία. ἁπλῶς μὲν οὖν σκοποῦντι καὶ ἐιλικρινῶς τὴν ἑκατέρας οὐσίαν, καὶ φύσιν τῆς τε ἀνελευθερίας καὶ τῆς ἀσωτίας, φαίνεται ἡ μὲν ἀνελευθερία ἕξις τις εἶναι σπουδαστικὴ μᾶλλον ἢ δεῖ περὶ χρή μαία, ἡ δ᾿ ἀσωτία ἕξις φθαρτικὴ τῶν ὄντων χρημάτων· διὸ καὶ ἄσωτος καλεῖται ὁ ταύτην ἔχων τὴν ἕξιν, οἷον ἄσωτός τις ὢν καὶ δι’ αὑτὸν ἀπολλύμενος· δοκεῖ μὲν γὰρ τὸ ζῆν διὰ τῶν χρημάτων εἶναι, ὁ δὲ ταῦτα καταφθείρων ἀπόλλυσί πὼς καὶ ἑαυτόν. ἀπλῶς μὲν οὖν, καθάπερ εἶπόν, εἰδοποιεῖται ἑκατέρα τῶν κακιῶν κατὰ τὸν εἰρημένον τρόπον.. οἱ δ’ ἄνθρωποι τὰ πολλὰ καλεῖν εἰώθασιν ἀσώτους οὐ τοὺς ὁντιναοῦν τρόπον τὴν οὐσίαν. διαφθείροντας ἀλλὰ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηρούς, συμπλέκοντες δύο κακίας, ἀκολασίαν καὶ ἀσωτόαν, διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι οἱ οὕτω λεγόμενοι ἄσωτοι· πολλὰς γὰρ ἄμα κακίας ἔχουσιν, ἀκρασίαν καὶ ἀσωτίαν μετὰ ἀκολασίας.
Ἑξῆς δὲ λέγει· ὧν ἐστι χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· χρείαν δὲ λέγει τὴν χρῆσιν· οἷς γὰρ ἔστι χρῆσθαι, τούτοις ἔστι καὶ εὖ καὶ κακῶς χρῆσθαι, οἷον ἔστι χρῆσι ἀργυρίῳ καὶ ἔστιν εὖ χρῆσθαι καὶ κακῶς χρῆσθαι ἀρῆσθαι, ὁμοίως δὲ καὶ ἀνδραπόδῳ οἰκίᾳ ἐπίπλῳ, πᾶσι τοῖς τοιούτοις. τάχα δ᾿ ἄν τις ἀπορήσειε περὶ τῆς ἀρετῆς καὶ τῆς κακίας. λεγόμεθα γὰρ καὶ τούτων ἑκατέρᾳ χρῆσθαι καὶ οὐ δήπου χρώμεθα ἢ τῇ ἀρετῇ κακῶ ἢ τῆ κακία καλῶς [λέληθε]. λέγομεν δὲ πρὸς τοὖς οὕτω ὅτι οὐκ ἔστι τούτων οὐδέτερον οἷς χρώμεθα Μᾶ τὸ χρώμανον τοῖς ἄλλοις ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία. προηγουμέως μὲν γὰρ τὸν ἄνθρωπον λέγομεν [*](2 χρῆμα alterum del. Diels 3 ἐδάνεισεν coit. ex έδάνησεν N 8 ἀσωτεία Ν: ἀσώτου Z τῆ δὲ λήψει—δόσει (9) inserui cf. Felicianum: prodigalitas enim dando excedit, deficit accipiendo: illiberatas vero seu avaritia contra in dandis pecuniis parca ac deficiens, in accipiendis nimia est 9 τῆ λήψει Z2 in albo: N post τῆ lacunam habet 8 fere litterarum 12 μεμετριμμένην N ταύτη δὲ Z 15 σκοποῦντι Z: σκοῦντες Ν εἰληκρινῶς N ἑκατέραν Ν 17 ἀσωτεῖα Ν 20 καὶ om. N τ 21 κακῶν Z 22 ἀσώτους scripsi: ἀσωτίαν Ζ: ἄσω Ν 23 φθείροντας Ν 30 κακῶς χρῆσθαι Z: om. χρῆσθαι Ν 33 λέληθε Z: λέλυθε N: ego delevi)
Συμπερανάμενος δὲ ὅτι ὁ ἐλευθέριος ἄριστα χρῆται πλούτῳ καὶ χρήμασι, λέγει τίς ἐστιν ἡ τῶν χρημάτων χρήσις. διαφέρει γὰρ χρῆσις καὶ κτῆσις· ἡ μὲν οὖν δαπάνη καὶ ἡ δόσις χρῆσίς ἐστιν, ἡ δὲ λῆψις καὶ ἡ φυλσκὴ κτῆσις. διὸ μᾶλλον ἡ ἐλευθεριότης ἐν τῷ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ ὅσον καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἢ ἐν τῷ λαμβάνειν 〈ὅθεν δεῖ καὶ μὴ λαμβάνειν〉 ὅθεν οὐ δεῖ, ἐπειδὴ τὸ μὲν λαμβάνειν κτήσει ἔοικε, τὸ δὲ διδόναι χρήσει· ἐν δὲ τῇ χρήσει τῶν χρημάτων ὁ ἐλευθέριος. τῆς γὰρ ἀρετῆς τὸ εὖ ποιεῖν μᾶλλον ἢ τὸ εὖ πάσχειν· ἐν δὲ τῷ διδόναι τὸ εὖ ποιεῖν, ἐν δὲ τῷ λαμβάνειν τὸ εὖ πάσχειν· τὸ διδόναι ἄρα οἰκειότερον τῆς ἐλευθεριότητος. ἔτι τῆς ἀρετῆς τὸ καλὰ πράττειν μᾶλλον ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. οἰκειότερον γὰρ αὐτῇ τὸ ἐπαινεῖσθαι ἢ τὸ μὴ ψέγεσθαι· ἄμφω μὲν γάρ ἐστι τοῦ ἐναρέτου, ἀλλὰ τὸ προηγούμενον ἔργον τὸ τὰ καλὰ πράττειν, ὥστε τὸ προηγούμενον ἔργον τῆς ελευθεριότητος ἡ ὡς δεῖ γινομένη πρόεσις· ἐπὶ ταύτῃ γὰρ ἔπαινος γίωεται. τὸ δὲ μὴ λαμβάνειν κακῶς οὐκ ἐπαίνου τυγχάνει, ἀλλ’ ἱκανὸν τὸ μὴ ψέγεσθαι. ἔτι ἡ ἀρετὴ ἐν τοῖς χαλεπωτέροις καὶ δυσκολωτέροις· ἔστι δὲ χαλεπώτερον τὸ προἵεσθαι τὸ οἰκεῖον τοῦ [*](2 μάλιστα ex μάλλιστα Z 4 οὕτως N: οὗτος Z 6 inter χρῆσθαι et ἑκάστῳ spatium 6 fere litterarum N 10 δὴ X: δὲ Z 12 δὲ ΖΝ: δ’ ἐστὶ Aristoteles 13 χρῆσις ἐστι καίτοι N 13. 14 καὶ τοιοῦτον οἷόν τι εἶναι τῶν χρησίμων Diels 13 οἶόν τε] τε add. Ζ2: om. ZN 14 καὶ πενίας] καὶ om. Z 18 δὲ Ζ1 in marg. 24 ἐστιν om. N 19. 20 κτῆσις καὶ χρῆσις Z 20 ἡ (ante μὲν) Z: εἰ N ἡ (ante δόσις) om. N 22. 23 ὅθεν δεῖ καὶ μὴ λαμβάνειν addidi 25 cum verbo πάσχειν finitur fol. 367ν N, in cuius calce haec sunt: πρὸ πέντε φύλλων εὑρήσεις τὸ ἑπόμενον τῶ διδόναι Z: τὸ διδόναι N 26 οἰκώτερον N 27 ἔτι Z: ἐστι N ἢ τὸ τὰ ZN: ἢ τὰ Aristoteles 30 γενομένη N 30. 31 πρόεσις scripsi: προαίρεσις ZN 31 κακῶς (R): καλώς ZN 33 καὶ δυσκολωτέροις om. Z ὁυσκωλοτέροις N μὴ addidi Comment. Arist. XIX. Aspasius. 7)
Ἐπειδὴ δὲ πᾶσαι αἱ κατ’ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα, καὶ ὁ ἐλευθέριος τοῦ καλοῦ ἕνεκα δώσει καὶ οὗτος αὐτῷ σκοπὸς ἔσται, ὥσπερ καὶ τοῖς ἄλλοις ἐναρέτοις, καὶ ὀρθῶς δώσει. οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε καὶ τἄλλα, ἐν οἷς διορίζεται τὸ ὀρθῶς, καὶ πρὸς τούτοις ἅπασιν ἡδέως ἢ πάντως ἀλύπως· τὸ γὰρ κατ’ ἀρετὴν ἡδὺ ἅπαν ἢ ἄλυπον καὶ ἥκιστα λυπηρόν. ἴσως δὲ καὶ τὸ ἥκιστα λυπηρὸν προσέθηκε διὰ τὴν ἀνδρείαν· παρακολουθεῖ γάρ τις τῇ τῶν ἀνδρείων ἐνεργείᾳ δυσχέρεια ναὶ ἀλγηδών, ἀλλ’ ὅμως ἡττᾶται ἡ ἀλγηδὼν διὰ τὴν ἐκ τοῦ καλοῦ ἡδονήν. ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ μὴ τοὺ καλοῦ ἕνεκα (ἐνδέχεται μὲν γὰρ μὲν δεῖ διδόναι ἀλλ’ οὐ τοῦ καλοῦ ἕνεκα) ἀλλὰ διά τινα ἄλλην αἰτίαν, οἷον διὰ δόξαν καὶ τιμὴν ἢ ἵνα λάβῃ πλείω ἢ διὰ δέος· οὐδεὶς δὴ τούτων ἐλευθέριος ὀνομάζεται ἀλλ’ ἢ δοξοκόπος ἢ φιλότιμος ἢ πανοῦργος. οὐδ’ ὅλως δὲ ὁ διδοὺς μέν, λυπούμενος δέ, ὥσπερ ἐνίοτε εἰσφέρουσί τινες ταῖς πατρίσιν ἢ ἰδίᾳ ἐπιδιδόασιν, ἀνιώμενοι δέ· οὐ γὰρ ἐλευθέριος ἡ τοιαύτη πρᾶξις. δεῖ γὰρ τὸν ἐλευθέριον πολὺ μᾶλλον ἥδεσθαι διδόντα τοῦ λαμβάνοντος.
Τὰ δ’ ἑξῆς δῆλα, ἃ λέγει, ὑπάρχειν τῷ ἐλευθερίῳ ὅτι οὐ λήψεται ὅθεν μὴ δεῖ· οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ παρὰ τὸ δέον λῆψις· οὐκ ἂν εἴη δὲ οὐδὲ αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος, φησίν, εὐχερῶς εὐεργετεῖσθαι· καίτοι φασί τινες τοῦ αὐτοῦ εἶναι [*](2 ἔτι τὸ μὲν μὴ λαμβάνειν N et Z in marg. 5 περὶ τούτου post ᾿ Αροστπτέλή Z in textu, deletum, in marg. a man. 2 παρὰ τοῦτο 9 ἐπεῖπε ΝΖ2: ἐπεὶ περὶ Z 10 οὐ addidi 11 καὶ ΝΖ2: om. Z φιλλεῖσθαι N 18 δὲ Z 18 καὶ N 19 οὗτος Z: οὕτως N 20 δόσει N δεῖ Z: δοκεῖ N 21 τἄλλα scripsi ex Aristotele: ἄλλα ZN 23 ἵκιστα Ν 26 ἐνδέχεται—ἕνεκα (27) Z (ἔνεκα om. N 28 πλείω· ἢ διὰ Ζ2 in albo 29 δοξοκόμπος N 30 δὲ Ζ2 albo ταῖς Z: τοῖς M πατρίσιν ex πατράσιν N 34 οὐδὲ γὰρ Arist.)
Τὸ δὲ ἑξῆς ἐστι μὲν καὶ αὐτὸ παρατήρημα τῶν ὑπαρχόντων τῷ ἐλευθερίῳ καθάπερ καὶ τὰ πολλὰ τῶν ῥηθέντων, ὠφέλιμον δὲ καὶ εἰς τὴν παρακειμένην φαντασίαν τοῖς ελευθερίοις. οἱ γάρ ἀμελοῦντες τῶν ἰδίων κτημάτων φαντασίαν τοῖς μὴ ὀρθοσκοποῦσι παρέχουσιν ἐλευθερίων, οὐκ ἔστι δὲ ἐλευθερίου ἀμελεῖν τῶν ἰδίων ἀλλὰ τοὐναντίον. πῶς γὰρ ἐπαρκέσει οἷς δεῖ μὴ ἐπιμελούμενος; διόπερ καὶ ἡ οἰκονομικὴ ἀρετή τίς ἐστιν. ἕκαστος γὰρ τῶν ἐναρέτων ἐκείνου ἐπιμελεῖται, ᾧ χρώμενος ἐνεργήσει κατὰ τὴν οἰκείαν ἀρετήν· ὁ γοῦν ἀνδρεῖος ἰσχύος ἐπιμελειται, ἵνα δύνηται κατ’ αὐτὴν ἐνεργεῖν. παραπλήσιον δὲ τόν τε ἀνδρεῖον ἰσχύος ἀμελεῖν καὶ τὸν ἐλευθέριον κτήσεως, εἴπερ διὰ τούτων αἱ ἐνέργειαι τῶν εἰρημένων ἀρετῶν. ἐνιότε δὲ καὶ ἔλαττον καταλείψει ἑαυτῷ ὁ ἐλευθέριος αἱροῦντος τοῦ λόγου· οὐ γὰρ πάντως εἰς αὑτὸν ἀποβλέπει ἀλλ’ εἰς τὸ καλόν. Δῆλον δὲ καὶ τὸ ἑξῆς λεγόμενον, ὅτι ἡ ἐλευθεριότης κατὰ τὴν οὐσίαν, ὅτι οὐκ ἐν τῷ πολλὰ διδόναι· τὸ γὰρ καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται, οἷον τὸ κατ’ ἀνδρείαν καλόν, ὅταν ἀπὸ ἀνδρείας γίνηται· καὶ τὸ κατ’ ἐλευθεριότητα οὖν καλόν, ὅταν ἀπὸ ἕξεως γίνηται. τῆς ἕξεως δέ ἐστι τὸ διαφυλάττειν πάντας τοὺς εἰρημένους ὁρισμούς, τὸ ὅτε, τὸ οἷς δεῖ, τὸ οὗ ἕνεκα, τὸ ὅσον. παραβαίνει δὲ τὸ ὅσον ὁ μὴ κατὰ τὴν οὐσίαν διδοὺς ἀλλ’ ἢ ὑπερβάλλων ἢ ἐλλείπων. οὐδὲν δὲ κωλύει ἕλε ἐλευθεριώτερον εἶναι, φησί, τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλαττόνων διδῷ, τοῦ ἀπὸ πλειόνων μὲν πλείω διδόντος μὴ κατὰ τὴν οὐσίαν δέ. ὁμοίως δὲ οὐδὲν κωλύει καὶ τὸν τὰ ἐλάττω ἔχοντα, πλείω δὲ διδόντα, κατὰ τὴν οὐσίαν ἄσωτον εἶναι ἀλλ’ οὐκ ἐλευθέριον, τὸν δὲ τὰ ἐλάττω διδόντα ἐλευθέριον. πῶς δ’ εἶπεν ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα; ἆρά γε ὡς ὄντος τοῦ μὲν ἧττον, τοῦ δὲ μᾶλλον ἐλευθρίου; ἀλλ’ εἴ γε παραβαίνει ἅτερος καὶ μὴ δίδωσι κατὰ τὴν οὐσίαν μηδὲ φυλάσσει τὸ ὅσον δεῖ προἵεσθαι, οὐκ ἔστιν ἐλευθέριος. πότερον οὗν ἐστιν ἄνεσις καὶ ἐπίτασις ἐν ταῖς ἀτελέσιν ἀρεταῖς (ἔστω δὲ ἐπὶ τῆς ὁ λόγος), οἷον ἐὰν τὰ μὲν ἅπαντά τις ἀκριβοῖ διδοὺς μὲν οἷς δεῖ καὶ [*](1 καὶ εὖ N: ᾦ Z 6 δεῖ Z: δὴ N 7 et 8 ἔχει N 14 ἡ om. N 18 δὲ om. N 19 αὐτὸν scripsi: αὐτὸν ZN 24 δέ ἐστι Ζ2 in albo 25 δεῖ τὸ οὗ N: καὶ τὸ οὗ Ζ2 in albo 26 κατὰ τὴν οὐσίαν scripsi: κατ’ οὐσίαν N: κατὰ τὴν αὐτὴν οὐσίαν Z οὐσίαν δι’ Ζ2 in albo 27 οὐδὲν δὲ ZN: οὐθὲν δὲ Arist. Ha: οὐθὲν δὴ Arist. vulg. εἶναί φησι τὸν Ζ2 in albo 30 δὲ Ζ2: om. ZN 32 ὡς ὄντος τοῦ μὲν N: τοῦ μὲν ὡς ὄντος Z 35 ἔστω—λόγος Ζ2: quae verba post ἀκριβοῖ praebenl ZN 36 μὲν supra lineam Ζ: om. N 7*)
Tὸ δ’ ἐξῆς λεγόμενον οὐ καθόλου ἐστίν, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον. ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐλευθεριώτεροι οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τῶν κτησαμένων δι’ αὑτῶν, ἐπεὶ πολλάκις γ’ ἐναντίως ἔχει. καὶ τὸ μετὰ ταῦτά γε οὐκ ἀναγκαίως συμβαίνει, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, τὸ μὴ ῥαδίως πλουτεῖν τὸν ἐλευθέριον δι’ ἃ λέγει· τῇ δὲ ἐπιμελείᾳ καὶ τῷ μὴ διδόναι, οἷς μὴ δεῖ, εὐπορήσει εἰς τὴν δέουσαν χρῆσιν. ἐπεὶ δ’ ὁ ἀναλίσκων ὑπὲρ τὴν οὐσίαν ἄσωτος, διὰ τοῦτο οὐ λέγομεν τοὺς τυράννους ἀσώτους· οὐδεμία γὰρ δαπάνη δοκεῖ ὑπερβάλλειν αὐτῶν τὸ πλῆθος τὸ τῆς οὐσίας· τοὐναντίον δὲ εἰώθαμεν ἐνίοτε φαυλίζειν τοὺς τυράννους καὶ τοὺς βασιλεῖς, ὅταν μὴ κατὰ τὴν οὐσίαν ἀναλίσκωσι.
[*](p. 1120b27)Τῆς ἐλευθεριότητος δὴ μεσότητος ἕως τοῦ τοσαῦτα εἰρήσθω.
Ώσπερ καὶ αἱ τέχναι ὁμοίως διαφαίνονται ἔν τε τοῖς μεγάλοις ἔργοις καὶ τοῖς μικροῖς, οἷον ὁ Πολύκλειτος καὶ μέγα ἐργασάμενος καὶ μικρὸν ἐδήλου τὴν τέχνην, οὕτως καὶ ὁ ἐνάρετος κἀν τοῖς μεγάλοις κἀν τοῖς μικροῖς δηλοῖ τὸ καλόν· καὶ ὁ ἐλευθέριος δὴ καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως καὶ ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· τοῦτο γὰρ κοινὸν ταῖς ἀρεταῖς, τὸ ἐνεργεῖν ἡδέως καὶ λήψεται ὅθεν δεῖ· καὶ ἕπεσθαι γάρ φησι τῇ ἐπιεικεῖ δόσει τὴν ἐπιεικῆ λῆψιν· ἀπλῶς μὲν γὰρ δοκεῖ ἐναντία εἶναι ἡ δόσις τῇ λήψει· ἡ μὲν γὰρ δόσις ἐστὶν οἷον ἀποβολή, ἡ δὲ λῆψις οἷον κτῆσις· οὐ μὴν δὲ ἡ ἐπιεικὴς δόσις ἀποβολὴ ἀλλὰ χρῆσις τῶν ὄντων καὶ χρῆσις καλή· ὁμοίως οὐδ’ ἡ λῆψις κτῆσις ἀπλῶς ἀλλ’ εἰς τὴν δέουσαν χρῆσιν γινομένη· οὐκ εἰσὶν οὖν ἐναντίαι ἀλλήλαις ἀλλ’ ἑπόμεναι. εἰ γάρ ἐστιν οἷος καλῶς δοῦναί τι, καὶ οἷος καλῶς λαβεῖν καὶ ἀνάπαλιν. αἱ δ’ ἐναντίαι οὐ γίνονται ἐν τῷ αὐτῷ· ἐναντία δὲ τῇ ἐπιεικεῖ δόσει ἡ φαύλη λῆψις, ὧν ἡ μὲν ἐν τῷ ἐπιεικεῖ, ἡ δὲ ἐν τῷ μοχθηρῷ γίνεται.
Ὃ δ’ ἑξῆς λέγει, ἀναγκαῖόν ἐστιν· εἰ γὰρ ἡσθήσεται καλῶς ἀναλίσκων, ἀναγκαζόμενος κακῶς ἀναλίσκειν ἢ εἰς οὓς μὴ δεῖ ἢ ὑπὸ τυράννων ἢ ὑπὸ πόλεως, λυπηθήσεται, μετρίως δὲ τὸ λυποῦν αὐτὸν ἔσται, οὐ τὸ ἀνάλωμα οὐδ’ ἡ δαπάνη ἀλλὰ τὸ μὴ δεόντως γίνεσθαι. ἐπεὶ δ’ ἔνιοι ἡγοῦνται ἐπὶ [*](3 ᾖ] ἢ Ζ2 hue transposuit: ἡ post ὅλως ZN 4 ἧττον δὲ τὸν μή Z: ἤτοι μή N 8 τὸ πολύ Z: τὸ om. N 15 δὴ μεσότητος Z: δὲ ἡ μεσότης N τοῦ Ζ2: om. ZN 15. IG εἰρήσθω Z, corr. ex εἰρῆσθαι: εἰρῆσθαι N 19 κὰν ZN κὰν ZN 21 καὶ ἐν μεγάλοις N 23 ἐπιεικεῖ λῆψιν N 24 ἐναντεία N 25 δὲ ἡ Z: ἐστὶν N 28 καλῶς δοῦναι] καλῶς om. N 31 ὃ δ’ Z: οὐδ’ N 32 κακῶς Z: καλῶς N 33 τὸ (post δὲ) Z: τόδε N λοιποῦν N οὐ τὸ Z: αὐτὸ N 34 μὴ δεόντως Z: μηδὲ ὄντος N)
Εἰρῆσθαι δέ φησι πρότερον, ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία· ἐν ἑκατέρᾳ γὰρ αὐτῶν καὶ ὑπερβολὴ καὶ ἔνδεια ὡς εἴρηται· ἐπεὶ δὲ τὸ ἐν δυσὶν εἷναι ἰδέαις ἑκατέρᾳ. ἐν λήψει καὶ δόσει, ἔστι δὲ ἡ δαπάνη κυρίως δόσις καλουμένη, φαίνεται δ’ ὁ ἄσωτος δαπανηρός, ἔστω φησὶ κοινῶς ἡ δαπάνη δόσις. εἰπὼν δὲ τὴν ἀνελευθερίαν ὑπερβάλλειν, τῷ λαμβάνειν προσέθηκε, πλὴν ἐν μικροῖς δηλονότι· οὐχ οὕτως ·ὑπερβάλλειν λέγεται ὁ ἀνελευθέριος τῷ μεγάλα λαμβάνειν ἀλλὰ τοὐναντίον τῷ μικρὰ πολλάκις δὲ καὶ πανταχόθεν καὶ ὅθεν ἂν δύνηται οὐκ ὀκνῶν ὅτι ἄν δύνηται λαμβάνειν καὶ ὁπωσοῦν· ἐπεὶ δ’ ἔθετο τὴν ἀσωτίαν ὑπερβάλλειν μὲν τῷ διδόναι, ἐλλείπειν δὲ τῷ λαμβάνειν, κατὰ μὲν τὸν αὐτῆς λόγον ἡγεῖται τοιαύτην εἶναι· πλὴν οὐ πάνυ συνδυάζεται ταῦτα· οὐ γὰρ ῥᾴδιον οὐδαμόθεν λαμβάνοντα πᾶσι διδόναι διὰ τὸ ἐπιλείπεσθαι τελέως τὴν οὐσίαν τοὺς ἰδιώτας, οἵπερ καὶ δοκοῦσί φησιν ἄσωτοι εἶναι. τοῦτο δὲ ἐπεῖπεν, ἐπειδὴ οἱ βασιλεῖς δοκοῦσιν ἄσωτοι εἶναι καὶ δύνανται μὴ λαμβάνοντες διδόναι· ὁ δὲ τοιοῦτος οἷός ἐστιν ὁ τῷ ὄντι ἄσωτος μὴ λαμβάνων, διδοὺς δὲ πᾶσιν, οὐ μικρῷ βελτίων ἐστὶ τοῦ ἀνελευθερίου· ἰατὸς γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας, ὡς ἐπίπαν γὰρ νέοι γίνονται οὕτως ἄσωτοι, καὶ ὑπὸ τῆς ἀπορίας· δεινὴ γὰρ καὶ αὕτη ἀναγκάσαι σωφρονεῖν, καὶ ἐπὶ τὸ μέσον ἔλθοι ἄν διὰ τὸ ἔχειν τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, ἡμαρτημένως· εἰ οὖν ὑπὸ ἔθους ἡ ὁπωσοῦν μεταβάλλοι, ἔλθοι ἄν εἰς ἐλευθεριότητα· ἀλλ’ ὁ μὲν τῷ ὄντι ἄσωτος βελτίων τοῦ ἀνελευθέρου πολλῷ· οἱ δὲ πολλοὶ οὐκ ἔχουσιν ἄμφω τὰ εἰρημένα, λέγω δὲ τό τε διδόναι καὶ μὴ λαμβάνειν ἀλλὰ συμφύρουσι καὶ μιγνύουσιν εἰς ταὐτὸν ἀσωτίαν καὶ ἀνελευθερίαν· λαμβάνουσι γὰρ ὅθεν μὴ δεῖ συνεχῶς, ἵνα ἀναλίσκειν ἔχωσιν εὐχερῶς, ἅμα δὲ καὶ τοῦ καλοῦ μηδὲν φροντίζοντες οὐκ ὀκνοῦσιν αἰσχρῶς πορίζειν. διόπερ οὐδὲ ἐλευθέριοι αὐτῶν αἱ δόσεις· οὔτε γὰρ τοῦ καλοῦ ἕνεκα διδόασιν, ὥσπερ σποπός ἐστι πᾶσι τοῖς ἐναρέτοις, οὔτε οὗς δεῖ εὖ ποιοῦσιν ἀλλὰ τοὺς κόλαδεῖ [*](2 δεῖ Z: δὴ N 3 περιείρηται N 7 ἄχεσθαι Z ἀνήλωσεν N: ἀνάλωμα Z 8 πρότερον] c. 1 p. 1119b27 10 ἐν δόσει καὶ λήψει Arist., sed cf. L b M b 12 καινὸς N 13 ἐν ΖΝ et Arist. LbMb: ἐπὶ Arist. vulg. δηλῶ ὅτι N 16 ὑπερβάλλει N δειδόναι N 18 συνδιάζεται Ν ante ταῦτα verbum delevit N οὐδαμόθεν Z: οὐδαμῶθεν N: μηδαμόθεν Arist. 19 ἐπιλείπεσθαι ex ὑπολείπεσθαι Z 22 οἶός ἐστιν N: ὅς ἐστιν Z: τουτέστιν Ζ2 τῶ Ν: τῶν Z 23 ἰατὸς scripsi: ἰατρὸς ZN 24 δεινὴ corr. ex δυνὴ Z 26 εἰ scripsi: ἐὰν ZN 27 οὖν om. N: add. Z in marg. 30 συμφύρουσι (Vossian. man. altera): συμφέρουσι ZN 31 συνεχῆ N εχωσιν om. a Z, add. in marg. 33 ἕνεκεν Z ὥσπερ—ποιοῦσιν (34) Z marg.)
Δόξειε δ’ ἄν ἀκόλουθον εἶναι καὶ περὶ μεγαλοπρεπείας.
Ὅτι ἕπεται τῷ περὶ τῆς ἐλευθεριότητος περὶ μεγαλοπρεπείας εἰπεῖν, ἤτοι ὡς εἶδος γένους ἢ ὡς μέρος ὅλου δῆλον· σκεπτέον δὲ πότερον ταὐτὸν ἢ οὔ, ἐπειδὰν ᾧ διαφέρει τῆς ἐλευθεριότητος εἴπωμεν. ἡ μὲν γὰρ ἐλευθεριότης περὶ δόσιν ἐστὶ καὶ λῆψιν, ἡ δὲ μεγαλοπρέπεια περὶ τὴν δόσιν. καλείσθω γὰρ ἡ δαπάνη καὶ μεγαλοπρέπεια κοινῶς δόσις, ὥσπερ ἠξίωσεν, ἔτι δὲ ἡ μὲν ἐλευθεριότης οὐ μόνον περὶ τὰς μεγάλας ἀλλὰ καὶ περὶ τὰς μικρὰς δόσεις ἐστίν, ἡ δὲ μεγαλοπρέπεια, καθάπερ καὶ αὐτὸ σημαίνει τοὔνομα, ἐν μεγέθει δαπάνη πρέπουσά ἐστιν, ὥστε περὶ τὰ μέγεθος ἔχοντα δαπανήματα. τοιαύτη δ’ οὖσα πότερον εἶδός ἐστι τῆς ἐλευθεριότητος ἢ μέρος; εἰ μὲν γὰρ εἶδος, ἐπεὶ οὐδὲν γένος ἓν εἶδος ἔχει ἀλλὰ πλείω, πῶς διαιρήσομεν τὴν ἐλευθεριότητα; ἢ τὸ μέν τι αὐτῆς εἶδος ἐροῦμεν περὶ δόσιν, τὸ δὲ περὶ λῆψιν, τοὐ δὲ περὶ δόσιν τὸ μὲν περὶ μεγάλα, τὸ δὲ περὶ μικρὰ ἀναλώματα, ὧν τὸ μὲν πολὺ καὶ μέγα ἀνάλωμα μεγαλοπρέπεια καλεῖται, τὰ δ’ ἄλλα ἀνώνυμα; δόξειε δ’ ἄτοπον εἶναι διαιρεῖν τὴν ἐλευθεριότητα εἰς δύο εἴδη, τὸ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν· δοκεῖ γὰρ μὴ εἶναι ἐλευθριότης κατὰ ταύτην μόνην τὴν δόσιν. ἐὰν γὰρ ᾖ ἁμαρτητικὸς κατὰ τὴν δόσιν, οὐκέτι ἐλευθέριός ἐστιν, ἀλλ’ οὐδ’ ὁ λαμβάνων ὀρθῶς ἐλευθέριος, ἂν μὴ καὶ διδῷ καλῶς· ἅμα δ’ εἰ καὶ τῆς έλευθεριόητός ἐστι λόγος τὸ εἶναι κατορθωτικὴν περὶ δόσιν καὶ λῆψιν, οὐκ ἂν ἐφαρμόζοι ἑκατέρῳ τῶν εἰδῶν· μᾶλλον οὖν μέρει ἔοικε τῆς ἐλευθριότητος. καὶ γὰρ οὕτως ἐγχωρεῖ λέγειν, ὅτι εἰ μέν τίς ἐστι μεγαλοπρέπεια, ἐλευθεριότης ἐστίν, εἰ δέ τις ἐλευθεριότης, οὐ πάντως μεγαλοπρέπεια, ὥσπερ εἴ τις τὴν ἰατρικὴν διελόμενος εἰς μέρη τρία φαρμακευτικὸν διαιτητικὸν καὶ χειρουργικόν, λέγοι εἰ μέν τι ἐστι φαρμακευτικόν, πάντως καὶ ἰατρικὸν εἶναι, εἰ δέ τι ἰατρικόν, οὐ πάντως φαρμακευτικόν. εἰ δὲ καὶ ταῦτά τις εἴδη εἴποι τῆς ἰατρικῆς, οὐδὲν κωλύει καὶ τὴν μεγαλοπρέπειαν εἶδος εἶναι τῆς ἐλευθεριότη- τος. εἰκότως δὲ λέγεται τὸ ἐν μεγέθει πρέπον θεωρεῖν δαπάνημα. τὸ γὰρ μέγεθος πρός τι· τινὸς γὰρ μέγεθος. εἰ οὖν ἄλλου ἔργου ἄλλο μέγεθος τὸ πρέπον ἑκάστῳ δαπάνημα θεωρήσει. οὐ γὰρ τὸ αὐτὸ δαπάνη μὰ προσήκει τριηράρχῳ καὶ θεωρῷ. σκέψεται δὴ ὁ μεγαλοπρεπὴς τὸ πρέπον καὶ [*](2 τοῦ om. N μήτε λίαν ἀσχήμονες scripsi ex Aristotele: μὴ τελεῖν ἀσχήμονας ZN 3 μεγαλοπρεπείας NZ2: μεγαλοπρέπειαν Z 9 σημαίνει Z: συμβαίνει N 10 μέγεθος N: μεγέθει corr. in μεγέθη Z 12 διαιρήσιμεν Z 13 ἐροῦμεν Z: αἱροῦμεν N 15 ἀνάλομα N 16 διαιρεῖ . . . τὴν N 17 μὴ om. N 18 ἁμαρτηκὸς N 21 ἀφαρμόζει ΝΖ2: ἐφαρμόζῃ Z ἐκατέρων N μέρη Z 23 ἐλευθεριότης—μεγαλοπρέπεια Z in marg. 25 λέγει N εἶναι Z: εἴη N ἰατρικὸν corn ex φαρμακευτικὸν Z φαρμακευτικὸν corr. ex ἰατρικὸν Z 28 γὰρ ZN: δὲ Aiist. 29 εἰ Z: εἴη N 30 ἑκάστῳ ΝΖ2: om. Z θεωρήσει scripsi: θεωρῆσαι ZN 31 ἀρχιθεωρῶ Arist. μεγαλοπρεπὴς corr. ex μεγαλοπρεπὲς ZN τὸ—μεγαλοπρεπὲς (p. 104.3) in marg. Z)
Ὁ δὲ ἐν μικροῖς ἢ ἐν μετρίοις [ἢ] κατ’ ἀξίαν δαπανῶν καὶ τὰ λοιπά. σαφῶς διὰ τοῦ μικροῖς ἔδειξε τὴν τοὐ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευ- θερίου διαφοράν. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ἡ ἐλευθερία· ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος· οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὥσπερ τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. δεῖ δὲ εἰδέναι, 〈ὅτι〉 ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία τε καὶ βαναυσία τῆς ἀσωτίας διαφέρει, οὕτως καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευ- θεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τὰς βαύνους, τουτέστι τὰς καμίνους, ἐργα- ζόμενοι. καὶ δῆλον ε3 ὧν λέγει, ὅτι αἱ μὲν ἐλευθερίαι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ ùεγαλ)̔’ρa--̔πς͂ῖς πλούτου δέονται. τῆς τοι- αύτης δὲ ἕξεως, λέγω δὲ τῆς aεγαλοπρεr-αίας, ἡ μὲν ἔὶλεͅιψις μικρο- πρέπεια καλεῖται, ἡ δὲ ὑπερβολὴ ἔοικε μὲν ἀνώνυμος εἶναι, καλεῖ δὲ αὐτὴν βαναυσίαν ἢ ἀπε--ροκ̀αλίαν. καλοῦνται μὲν γὰρ βάναυσοι καὶ οἱ τὰς χειρουργικὰς τέχνας ἐργαζόμενοι, καλοῦνται δὲ καὶ οἱ σεμνυνόμενοι ἐπ’ αὐτοῖς ὡς πλουσίοις ἢ ὡς μεγάλοις ἢ ὡς καλοῖς. ἐλήλυθε δὲ τὸ ὄνομα ἀπὸ τῶν πρὸς πῦρ ἐρἴ̀αομειων· βαύνους γὰρ ἐκάλουν τὰς καμίνους, ἐντεῦθεν δὲ καὶ πάντας τοὺς χειροτέχνας βαναύσους ὠνόμασαν. εἶτά μοι δοκεῖ ἀπὸ τῶν παρ’ ἀξίαν θρυπτομένων τεχνιτῶν καὶ σεμνυνομένων τοὔνομα μεταγαγεῖν ἐπὶ τοὺς προσποιουμένους μεῖζον. διόπερ καὶ Ἀριστοτέλης βαναυσίαν καλεῖ τὴν παρα- κειμένην κακίαν τῇ με-ίαλοπρὅτͅείᾳ, προσποίησίν τινα οὖσαν μεγέθους τοῦ ἐν δαπανήμασιν ἀξίου· ἐν οἷς γὰρ οὐ δεῖ οὐδ’ ὡς δεῖ λαμπρύνεται· ὕστερον δὲ περὶ αὐτῆς ἐρεῖν φησι.
Λέγει δὲ τὸν μεγαλοπρεπῆ ἐπιστήμονι ἐοικέναι, ἤτοι ἐπειδὴ θεωρητικός ἐστι τοῦ πρέποντος ἑκάστῳ μεγέθει καὶ ἔργῳ δαπανήματος (τὸ δὲ θεωρεῖν τῆς [*](1 καὶ (ante ἐν ᾦ) Arist.: om. ZN ἐν ᾧ δὲ καὶ περὶ ἃ om. Z 2 εἴρηκεν N: δ’ ot εἴρηκεν Z 3 κατασκευάζῃ Anonym. Aid. f. 52 vol: κατασκευάζοι Z: κατασκευάζει N 5 ἑκάστου Z 7 ἡ (post μετρίοις) delevi 8 διαφορὰν transpos. post τὴν N !) ἡ om. N 10 μηδὲν Anon. Aid. f. 52v40: μηδὲ ZN ἐλευθέριος Anon. 1. c: ἐλεύ- θερος ZN τοιοῦτος Anon. I.e.: τοιούτοις ZN οὐ Z: οὐδὲ N 11 κάλλως N Ι2 ὅτι Anon. f. 52v41: om. ZN ἡ μὲν Z-: μὲν ἡ ZN Anon. ἡ δὲ ἡ. ἀπειροκα- ία N 13 ἡ βανουσία N διαφέρει corr. ex διαφορὰ Z: διαφορὰ N ι 14 οἱ om. Z 16 λέγει ὅτι Z^ in albo 17 αἰ δὲ μέγα Z- in albo 19 ὑπερβολὴ] λῆ suppl. Z^ ἔοικε N: δοκεῖ Z^ in albo 20 καλοῦνται μεγαλοπρεπείᾳ (27) edidit Rose Hermae V 104 22 μεγάλης (suprascr. οἱ) N 24 δοκεῖ om. N 25. 26 τοῖς προσποιουμένοις N 26 διό- ἵερ- λυπούμενον (p. 105,5) edidit Base Class. Jomc/u?/ XXIX 113 27 μεγέθους om. Z 28 ὕστερον] vide c. 7 p. 1123^19 29 αὐτοῦ (ἦς suprascr.) Z αἱρεῖν N)
Ἀπὸ δὲ τῆς ἴσης, φησί, δαπάνης τὸν μεγαλοπρεπῆ μέγα ποιήσειν τὸ ἔργον, οἷον εἰ δέοι κατασκευάσασθαί τι αὐτὸν τῇ πατρίδι τλάντων ἑκατὸν οὐχὶ ποιήσει (μικρὸν μὲν πολύχρυσον δὲ ἢ πολυτελῶν λίθων τινῶν ἔνεστι ποικίλως ποιήσαντα σαρδίοις ἢ σμαράγδοις ἢ ἄλλοις τισὶ τοιούτοις λίθοις βραχύ τι ἔργον ἀποδεῖξαι), ἀλλὰ μᾶλλον βουλήσεται μέγεθός τι ἔχον ἔργον ἐργάσασθαι οἷον ὁ Περικλῆς τὸν ᾿ Ολύμπιον ἢ εἴ τι τοιοῦτον. οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου· κτῆμα μὲν γὰρ δεῖ ἔχειν τὸ πλείστου ἄξιον καὶ ἐν ὀλίγῳ δυνάμενον πολὺ φυλάττεσθαι, οἷον χρυσὸν μάργαρον λίθον τίμιον· ἔργον δὲ τὸ μέγα καὶ καλὸν τιμιώτατον. τὸ γὰρ τοιοῦτον πᾶς ἂν θαυμάσαι ὁ ὁρῶν, δεῖ δὲ τὸ μεγαλοπρεπὲς θαυμαστὸν εἷναι· καὶ ἔστιν ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει, τουτέστιν ἂν μέγα ᾖ καὶ εὐκατάστατον. ἔστι δὲ τῶν δαπανημάτων φησί, τουτέστι μεγαλοπρεπῆ τὰ τίμια, ὅταν καλῶς γένηται δηλονότι· τίμια δέ ἐστι τὰ περὶ τοὺς θεοὺς καὶ περὶ πᾶν τὸ δαιμόνιον, οἷον εἰ καὶ δαίμονας δέοι ἱλάσκεσθαι καὶ ὅσα πρὸς τὸ κοινὸν δεῖ καλῶς φιλοτιμεῖσθαι· ἐν πᾶσι δέ, ὡς καὶ πρότερον εἴρηται, δύο σκέπτεται ἑαυτόν τε τίς ὢν καὶ τίνων ὑπαρχόντων ἀναλίσκει καὶ τί τὸ ἔργον· λέγει δὲ πένητα μὴ εἶναι μεγαλοπρεπῆ, οὐ κατὰ τὴν ἕξιν ἀλλὰ κατὰ τὴν ἐνέργειαν· τὴν μὲν γὰρ ἕξιν οὐδὲν κωλύει ἔχειν τὸν πένητα, τὴν δὲ ἐνέργειαν οὐχ οἷόν τε μὴ ὑπαρχόντων αὐτῷ κτημάτων. ὅτι δὲ περὶ τῆς ἐνεργείας λέγει, φανερόν, ὅτι ἠλίθιος ἔσται ἐπιχειρῶν ἀναλίσκειν ὁ πένης, παρ’ ἁ τὴν ἀξίαν γὰρ ἀναλώσει, καὶ τὸ δέον· πᾶν γὰρ τὸ κατ’ ἀρετὴν ὀρθῶς πράττεται. πρέπει δὲ ἀνλίσκειν καὶ οἷς τάλαντα προϋπάρχει· δεῖ γὰρ αὐτοὺς ἀξίους εἶναι καὶ ὧν οἱ πρόγονοι μεγαλοπρεπῶς τινα εἰργάσαντο ἢ ὧν σφισι μέτεστι· μέτεστι δὲ συγγενῶν ἢ οἰκείων, ὥστε καὶ τῷ μεγαλοπρεπεῖ ἔχοντι συγγενεῖς ἢ οἰκείους ἁρμόττει μὴ λείπεσθαι αὐτῶν, ὄντος πλούτου καὶ χορηγίας. μάλιστα μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐν τοῖς τοιούτοις δαπανήμασιν ἐνεργήσει, λέγω δὲ ἐν τοῖς πρὸς τὸ κοινόν, καὶ ἐν τοῖς ἰδίοις δὲ μεγαλοπρεπῶς ἀναλώσει ὅσα εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ περὶ ὃ πᾶσα ἡ πόλις σπουδάζει ὑπερβαλεῖται, οἷον ἂν περὶ ὅπλα σπουδάζῃ πάσα ἡ πόλις ἢ περὶ ἵππους, μεγαλοπρεπῶς ταῦτα αὐτὸς παρασκευάσει, κἂν οἱ ἐν ἀξιώματι περί τι τοιοῦτον σπουδάζωσιν ἢ ὡς ἐλευθέριον ἢ ὡς τῇ πόλει χρήσιμον μεγαλοπρεπῆ αὐτοῦ τὴν χρῆσιν ἕξει. καὶ περὶ ξένων δέ φησὶ ὑποδοχὰς τὸν μεγαλοπρεπῆ καλῶς ἀναστρέφεσθαι καὶ δωρεὰς καὶ ἀντιδωρεάς· δόξει δὲ λέγω. ἀντιδωρεὰς ὁμολογεῖν, ὅτι λήψεται ὁ μεγαλοπρεπὴς δωρεάς. ἔστι δὲ οὐδὲν [*](1 ἴσης N 5 μέγεθός corr. ex μεγέθει Z 6 περικλῆς Z: περὶ κυκλῆς N τὸν scripsi: τὸ ZN; τὸν Ὀλύμπιον δία Anonym. Aid. f. 53a38 7 πλείστου corr. ex πλεῖστον Ν 8 πολὺ Z: πολλοῦ Ν 11 ἄν om. N εὐκατάστατον scripsi: ἀκατάστατον ZN 12 an τουτέστι deleudum? 14 δαίμον’ Z 15 πρότερον] c. 4 p. 1122a 25 16 ὑπαρχόντων in marg. add. Z 17 γὰρ om. N 20 ἐπιχειρῶν NZ: ν Ζ2, pergit eadem manus pro ἀναλίσκειν scribens μεγαλοπρεπείαις παρὰ Z: περὶ N 21. 22 ante ἀναλίσκειν rasura Z 23 μετέστη N 24 τὸ μεγαλοπρεπῆ N 25 λύπεσθαι N 27 δὲ om. Z 28 γάμους Ζ 29 ὑπερβαλλεῖται N 30 παρασκευάσει Diels: παρασκευάζει ΝΖ 31 ὡς (ante ἐλευθερίον) suppl. Ζ2 32 τὸν Z: τοῦ N)
Ἄ δὲ λέγει περὶ τοῦ βαναύσου καὶ τοῦ μικροπρεποῦς δῆλά ἐστιν· εἶναι μὲν οὖν δῆλον καὶ αὐτός φησι κακίας, οὐ μὴν ὀνείδ·η ἐπιφέρειν διὰ τὸ μὴ εἶναι βλαβερὰς τῶν πέλας ὥσπερ ἡ ἀδικία βλαπτική ἐστι καὶ ἡ ἀκολασία καὶ σχεδὸν αἱ λοιπαὶ κακίαι.
[*](2 δὲ ὦν N: δ’ ὧν Z ὀκνήσεις Z 3 αὐτὸν Ν o τὰ suppl. Ζ2 ἁ αθήμασι scripsi τοῖς ἀναθήμασι Arist.: ἢ ἀναθήματι N, idem Z, deleto tanieu ἢ 6 ἐστι δῶρον ἔλαττον N 7 διὰ delevi φιλίου N: φίλου Z 8 θεῶν scripsi: θεοὺς ΖΝ 11 οὐχ ὁμοίαν corr. ex οὐδεμίαν Z 13 μεγάλοις Z δὲ om. Z 14 τῷ ἔργω N: μεγάλῳ ἔργῳ Z 15 τῷ oin. Z 16. 17 μεγαλοπρέπεια Ν: μεγαλοπρέπεια Z 18 οὔσις Ν 19 ἄλλως N 24 μεγαλοπρέπεια (R): μεγαλοπρεπής ΖΝ 25 ἔν τινι Z: ἕν τι Ν τιμιώταταν Z 28 εἰ ante ἐν om. N et Aristoteles 31 μικροπρεποῦς corr. ex μικροῦ πρεποῦς Z 32 δῆλον scripsi: δηλοῖ ΖΝ οὐνείδη Ν)Ἡ μεγαλοψυχία δὲ ἕως τοῦ * * *
Πρὸς μὲν τὸ λαβεῖν τί ἐστιν ἡ μεγαλοψυχία, οὐδὲν διαφέρει, ὥς φησι, τὴν ἕξιν σποπεῖν ἢ τὸν κατὰ τὴν ἕξιν λέγει δὲ κατὰ τὴν ἕξιν τὸν μεγαλόψυχον. πρὸς δὲ τὸ ῥᾷον λαβεῖν ἴσως πρὸ ἔργου ἐστὶν ἡ τοῦ μεγαλοψύχου θεωρία· διὸ περὶ τούτου ποιεῖται τὴν σκέψιν· καταφανοῦς γὰρ αὐτοῦ γενομένου, ῥᾳδία ἐστὶν ἡ μετάβασις ἐπὶ τὴν μεγαλοψυχίαν. δοκεῖ δέ φησι μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν, 〈ἄξιος ὤν·〉 ὁ γὰρ μεγάλων <ἑαυτὸν> ἀξιῶν, οὐκ ὢν δὲ ἄξιος, ἠλίθιος· οὐδεὶς δὲ τῶν κατ’ ἀρετὴν ἠλίθιος, ὥστε οὐκ ἄξιός ἐστι μικρῶν καὶ μικρῶν ἀξιῶν ἑαυτόν, ὅν φησιν εἶναι σώφρονα· ἕτερος δὲ ὁ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὤν, ὃν ὀνομάζει χαῦνον καὶ τάττει κατὰ τὴν ὑπερβολήν· τρίτον δὲ τὸν μειζόνων ἀξιοῦντα ἑαυτὸν ἢ ἄξιός ἐστιν, ὃν οὐ πάντως φησὶ χαῦνον εἶναι· τέταρτον δὲ τὸν ἐλαττόνων ἀξιοῦντα ἑαυτόν, ἐάν τε μεγάλων ἐάν τε μετρίων ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων ἑαυτόν τόν ἀξιοῖ. περὶ δὲ τούτων πάντων σκέψαιτο ἄν τις εὐλόγως ἀρξάμενος ἀπ’ αὐτοῦ τοῦ μεγαλοψύχου. καὶ γὰρ ἐπίνοιά ἐστι τοὺ μεγαλοψύχου ἀνδρὸς κατὰ τοὔνομα μέγεθός τι ψυχῆς ἔχοντος· καὶ διὰ τοῦτο μήτε ὑπὸ εὐτυχίας ἐξογκουμένου μήτε ὑπὸ δυστυχίας πίπτοντος, ἀλλ’ ἐμμελῶς φέροντος τἀς τύχας. οὗτοι γὰρ λέγονται μάλιστα μεγαλόψυχοι, ὧν ἔοικεν ἡ ψυχὴ τοῖς ἰσχυροῖς καὶ ὑγιεινοῖς σώμασιν, ἃ οὔτε ὑπὸ πνίγους οὔτε ὑπὸ χειμῶνος ἢ πνευμάτων μεταβάλλει, ἀλλ’ ἄσειστα καὶ ἀμετάβλητα μένει· τὸν αὐτὸν τρόπον καὶ ὁ μεγαλόψυχος ὑπ’ οὐδεμιᾶς τύχης σείεται οὔτε μεταβάλλει, ἅτε εἰδὼς οὐδὲν τῶν ἀνθρωπίνων σπουδῆς ὂν ἄξιον ἀλλὰ μέγιστον μὲν ἀγαθὸν τὴν ἀρετήν, μέγιστον δὲ κακὸν τὴν κακίαν, τὰ δ’ ἄλλα ἀγαθὰ καὶ κακὰ οὐ τοιαῦτα εἶναι, ὥστ’ ἄξιον εἶναι πίπτειν ἐπὶ τοῖς κακοῖς ἢ ἐπαίρεσθαι ἐπὶ τοῖς ἀγαθοῖς· τοιοῦτος δή τις μάλιστα δοκεῖ ὁ μεγαλόψυχος. λέγειν γοῦν εἰώθαμεν ἐπὶ τῶν ἐν δυστυχίᾳ μὴ καταπιπτόντων, ὅτι μεγαλοψύχως ἤνεγκαν καὶ ἐπὶ τῶν μὴ ἐπαιρομένων μηδὲ έξογκουμένων ὑπὸ εὐτυχίας μεγαλοψύχως ἔχειν. ὁ δ’ Ἀριστοτέλης λέγει μεγαλόψυχον τὸν μεγάλων ἑαυτὸν ἀξιοῦντα ἄξιον ὄντα. τίνα δὲ τὰ μεγάλα ταῦτά ἐστιν, ὧν ἑαυτὸν ἀξιοῖ, προελθὼν διασαφεῖ.
Λέγει γὰρ τὰς τιμὰς εἶναι τὰ μέγιστα τῶν ἐκτός ἀγαθῶν ὧν ἐφίεσθαι τὸν μεγαλόψυχον. τοῦτο δ’ αὐτὸ δόξει ἄτοπον εἶναι· ἂν γὰρ σκοπὸς <ᾖ> παρὰ τῶν ἄλλων τιμή, οὕτως ἔοικεν οὐκ ἐφ’ ἑαυτῷ εἶναι ἀλλ’ ἐπ’ ἄλλοις, [*](1 ἡ μεγαλοψυχία δὲ Z: ἡ δὲ μεγαλοψυχία Aiist.: ἡ μεγαλοψυχία N τοῦ om. N: add. supra lineam Z 2 πρὸς μὲν Z: μὲν πρὸς N 3 τὸν (ante κατὰ) om. N 6 μετάβασις Z: μέτα . . . . N 7 ἄξιος ὤν addidi ex Aristotele 7. 8 ἑαυτὸν addidi 8 ἄξιος sciipsi: ἀνάξιος ΖΝ 9 καὶ μηκρῶν Z 10 χα . . . . Z 11 τὸν Ν: τῶν Z 12 τὸν Z: τῶν Ν 14 πάντων N: lac. Z 15 . . . νοια Z 17 ἐξογγουμένου Ν 18 τύχας Z: δίκας Ν 21 ὐπ’ N: καὶ ὐπ’ Z 22 ὂν ex ὢν Ν 27 ἔχειν scripsi: ἐχόντων ZN 28 μεγάλον Z 30 ἀγαθῶν scripsi ex Aristotele: ὃ γὰρ ZN ὧν Z: ὧ N 31 δόξο N ἂν—εἶναι (32) om. Z ἦ addidi 32 αὑτῶ (R): ἑαυτῶν N)
Ὁ μὲν οὖν μεγαλόψυχος, ὡς τύπῳ εἰπεῖν, τοιοῦτός ἐστιν, τοὺς δὲ λοιποὺς σκεπτέον. ἦν δὴ ὁ πρῶτος ὁ μικρῶν ἄξιος καὶ μικρῶν αὑτὸν ἀξιῶν, ὃν ἔλεγεν εἶναι σώφρονα. εἰ δὲ μικρῶν ἄξιος, πῶς ἂν εἴη σώφρων; ὁ γὰρ σώφρων ἐνάρετος· ὁ δὲ ἐνάρετος μεγάλων ἄξιος, ἐπειδὴ σώφρονα λέγει τὸν περὶ ἡδονὰς κατορθοῦντα· οὗτος δὲ τοιοῦτος. ἔοικεν οὖν κοινότερον λαμβάνειν νῦν σωφροσύνην ἀντὶ φρονήσεως ὥσπερ εἰώθαμεν πολλάκις· καὶ ταύτης οὐχὶ τῆς ἀρετῆς ἀλλὰ τῆς φυσικῆς συνέσεως, ἣν ἔχουσί τινες, ὥστε συνορᾶν τίνων ἄξιοι καὶ ἐπὶ πόσον. εἴη δ’ ἄν τοιοῦτος οὐκ ἀφυὴς ἄνθρωπος, ὃς οὐχ ὁρῶν ἑαυτὸν οὐδέπω οὐδὲν μέγα οὔτε εἰδότα οὔτε πεποιηκότα οὐχ ἡγεῖται μεγάλων εἶναί πω τιμῶν ἄξιος· οὐδὲν δὲ κωλύει παιδευθέντα γενέσθαι αὐτὸν μεγαλόψυχον· ὁ δὲ μεγάλων αὑτὸν ἀξιῶν ἀνάξιος ὢν μοχθηρὸς καὶ χαῦνος, ἀντιποιούμενος μὴ προσηκουσῶν τιμῶν, παντελῶς αὐτῶν ἀνάξιος ὤν. ἀξιοῖ δ’ αὑτὸν οὐ τῶν ἀπλῶς μεγάλων· οὐδὲ γὰρ οἶδεν ἄλλα τῶν νομιζομένων, λέγω δὲ τῶν πολιτικῶν τιμῶν. μεγάλη γὰρ τιμὴ ἡ μέν ἐστι κατ’ ἁλή θείαν (αὕτη δέ ἐστιν [*](2 μὴ Z: μὲν N δὲ (post ἥκιστα) om. N 6 οὐ μὰ διὰ Z: οὐ μ· διὰ N 8 τῶν ἀγαθῶν Ζ: τῆς ἀγαθῆς N 9 αὑτῷ] αὐτῶ N: αὐτὸ Z 11 λέγοντα] Homer. II. I 608 φρονέω Z: φρονέα N 13 πάσας αὐτὸν N: πά . . . . . . Z 14 τὸ τῆς Z: τῆς N 15 γὰρ om. N 16 ἀνδρίαν Z 17 εἶναι om. N 17. 18 δ’ αὐταῖς scripsi: δὲ ταῖς Z: δὲ τἀς N 19 τῷ Z: τὸ N 23 δὴ Z: δὲ N ὁ (ante μικρῶν) Z: οὐ N καὶ—ἄξιος (24) om. Z αὐτὸν] αὐτὸν N 25 δὲ om. N 26. 27 σωφροσύνην scripsi: σώφρονα ZN 32 αὑτὸν] αὐτὸν ZN 33 αὑτὸν] αὑτὸν ZN)
Λέγει δὲ τὸν μεγαλόψυχον τῷ μεγέθει ἄκρον εἶναι· μέγας γάρ ἐστι τῷ μέγεθος ἔχειν ψυχῆς τὸ ἀκρότατον, τῷ δὲ ὡς δεῖ μέσος· οὔτε γὰρ ὑπερπαρακειμέναις βάλλει οὔτε ἐλλείπει κατὰ τὸ ἀξιοῦν ἑαυτὸν ὧν ἐστιν ἄξιος. οἱ δ’ ἐν ταῖς κακίαις οἱ μὲν ὑπερβάλλουσιν, οἱ δὲ ἐλλείπουσιν, οἱ μὲν χαῦνοι ὑπερβάλλουσιν, οἱ δὲ μικρόψυχοι ἐλλείπουσιν· ἐπεὶ δὲ τῶν μεγίστων αὑτὸν ἀξιοῖ, τὸ δὲ μέγιστον ἐν τῷ ὑπερθετικῷ λεγόμενον ἕν, περὶ ἕν τι ἂν εἴη ὁ μεγαλόψυχος. τί οὖν τοῦτ’ ἐστιν ἐκ τῆς ἀξίας ληπτέον. ἡ γὰρ ἀξία λέγεται τουτέστι] πρὸς τὰ ἐκτὸς ἀγαθά. ἀξίαν γὰρ λέγομεν ἢ πλούτου ἢ δόξης ἢ τιμῆς ἢ ἄλλου τινός. τῶν δὴ ἐκτὸς ἀγαθῶν τοῦ μεγίστου ἀξιοῦται ὁ μεγαλόψυχος· μέγιστον δέ ἐστιν ὃ τοῖς θεοῖς ἀπονέμομεν, τοῦτο δέ ἐστιν ἧ [*](1 παρὰ Z: περὶ Ν 3 ἑαυτόν Z: αὐτὸν Ν ἄξιος ὤν Diels 4 ἐφυεῖς Z 6 τῆς corr. ex τῶν Z 7 τέλιοι ΖΝ ἄνοιαν Ν 9 λέγοι Ν 10 ἔτι scripsi ex Arist.: εἶτα Z: εἶτα καὶ N 10. 11 μὲν γὰρ Z: δὴ N 11 οὗτος Z 11. 12 ἄν ει εἴη Ν: ἐστὶν Z 12 ἑαυτῶν N 13 εὐφυὴς N 14. 15 ἐπιτηδεύῃ Ν 17 δοκεῖ N 20 αὑτὸν Ζ: αὑτὸν N αὑτὸν Z: αὐτὸν N ἀνάξιος— o ἀξιῶν (22) om. Z 22 μικρόψυχος addidi 23 πάντως N 25 ἄκρων N 26 μέσος N μέρος Z 28 οἱ μὲν χαῦνοι—ἐλλείπουσιν (29) om. Z 29 αὑτὸν Z: αὐτὸν Ν 30 ὑπερθετικῷ scripsi: ὑπερθετικῶς ΖΝ 32 τουτέστι delevi 34 ἀπονεμόμενον Ν)
Μετὰ δὲ ταῦτα ἐνδείκνυται ὅτι ἄριστος ὁ μεγαλόψυχος· εἰ γὰρ τῶν μεγίστων ἄξιος, ἄριστος ἄν εἴη. καὶ δόξειεν ἂν εἶναι, φησί, μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. ὥσπερ γὰρ ἐλέγομεν, ἑκάστη μὲν ἀρειὴ εἰδοποιεῖται τοῖς ὑποκειμένοις αὐτῇ, τὸ δὲ μέγεθος ἑκάστῃ ἐπιθετέον ἐν τῇ μεγαλοψυχίᾳ. μέγεθος γάρ τι τῇ ψυχῇ παραγίνεται σὺν τῇ ἕξει ταύτῃ· αὕτη δὲ παραγίνεται, τελειωθεισῶν τῶν ἀρετῶν πασῶν. καὶ προελθὼν λέγει κόσμον τινὰ εἶναι τῶν ἀρετῶν τὴν μεγαλοψυχίαν· μείζους γὰρ αὐτὰς ποιεῖ. πῶς δὲ μείζους; διότι μέγεθός τι προσγίνεται τῆ ψυχῇ τῶν ἐναρέτων καὶ ἐφ᾿ ἑκάστῃ δὲ μεγαλοφρονεῖ ὁ σπουδαῖος, θεωρῶν τὴν ὑγίειαν καὶ τὸ κάλλος αὑτοῦ τῆς ψυχῆς. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· δεῖ γὰρ τὴν τελείαν ἔχειν καὶ καλοκαγαθίαν· τοῦτο δὲ χαλεπόν. μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχος, καὶ ἡσθήσεται τιμώμενος ὑπὸ τῶν σπουδαίων κατ’ ἀξίαν, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἄν γένοιτο ἀξία τιμή. λέγει δὲ παντελῆ ἀρετὴν τὴν σύμπασαν, ἣν ἀνάγκη ἔχειν τὸν μεγαλόψυχον· οὐ μὴν ἀλλ’ ἀποδέξεται ὅταν μὴ ἔχωσιν αὐτῷ νέμειν μείζω· τῆς δὲ παρὰ τῶν τυχόντων ὀλιγωγήσει καὶ τῆς ἐπὶ μικροῖς. ἐὰν γάρ τινα μικρὰ αὐτῷ πραχθῇ, οὐχ ἡγεῖται δεῖν ἐπὶ τούτοις τιμᾶσθαι. ὁμοίως δὲ καὶ ἀτιμίας ὀλιγωρήσει τῆς παρὰ τῶν πολλῶν· κἄν γὰρ γίνηται περὶ αὐτόν, οἶδεν ὅτι οὐ δικαίως ἔσται. τοῦ δὲ μὴ δικαίως γινομένου παντὸς καταφρονεῖ. μάλιστα μὲν οὖν, ὡς εἴρηται, [*](3 παρὰ scripsi: περὶ ΖΝ 4 παρὰ Z: ὑπὲρ N δὴ Z: δεῖ N 6 εἰ δέ—ἑκυτόν (7) om. Z 8 τημὴν N 9 ἐκλείπει N 10 οὐκ ἀξιοῖ N 11 εὐφίεσθαι N 12 αὐτόν] ἑαυτόν Z: αὐτὸν N τὸν Z: τῶν N 14 ἄριστος scripsi: ἄξιος ZN 15 ὁ ἄριστος Z δόξει N μεγαλόψυχον Z 16 ἑκάστη μὲν om. N οι 16. 17 εἰδοπειεῖται N 18 γάρ τι Z: γε τί N 19 τελειωθῆσαν N 20 εἶναι Z: ἢ Ν 22 δὲ N: λοιπὸν Z μεγαφρονεῖ N τὴν Z: αὐτὴν N αὑτοῦ] αὐτοῦ Ζ: om. N 24 καὶ om. N 26 καὶ om. N 27 παντελῆ scripsi: πανταχῆ ZN 28 μὴν Z: μὲν N 29 αὐτῷ scripsi ex Arist.: αὐτῶν Z: αὐτὸν Ν 29. 30 ὀλιγορήσει N 30 τῆς Z: τοῖς N 31 παρὰ Z: περὶ N o 32 αὐτὼ N ὅτι οὐ scripsi: ὅπου ΖΝ)
Δοκεῖ δέ τισι τὰ εὐτυχήματα συμβάλλ ἕσθαι πρὸς μεγαλοψυχίαν. μεγαλόψυχος μὲν γάρ ἐστιν ὁ ἀξιῶν ἑαυτὸν τῶν μεγίστων τιμῶν. οἱ δ’ εὐγενεῖς καὶ πλούσιοι ἢ δυνάσται ἄλλην εὐτυχίαν ἔχοντες ἀξιοῦσι τιμᾶσθαι καὶ τιμῶνται ὡς ἐν ὑπεροχῇ ἀγαθῶν ὄντες. οὐ μήν εἰσιν οὗτοι μεγαλόψυχοι οὔτε τῷ ἐφίεσθαι τιμῶν οὔτε τῷ τυγχάνειν. κατ’ ἀλήθειαν γὰρ μεγαλόψυχος γένοιτ’ ἂν ὁ ἀγαθός, ὁ δ’ αὐτὸς καὶ τιμητός. ἂν δ’ ἄμφω αὐτῷ ὑπάρχῃ ἀρετὴ καὶ τὰ ἐκιὸς εὐτυχήματα, ἴσως μᾶλλον δόξει τιμητὸς εἶναι τοῖς πολλοῖς, κατ’ ἀλήθειαν δὲ μᾶλλον αὐτός ἐστιν εἰ καὶ διὰ τὴν εὐτυχίαν ἀκωλύτως ἐνεργοίη κατὰ τὴν ἀρετὴν ἐν προηγουμένοις· ταῖς γὰρ καλαῖς ἐνεργείαις ἀκολουθοῦσιν αἱ τιμαί. ἄνευ δὲ ἀρετῆς τὰ εὐτυχήματα ὡς ἐπίπαν ὑβριστὰς καὶ ὑπερόπτας ποιεῖ· μιμοῦνται γὰρ ὡς οἴονται τὸν μεγαλόψυχον ἐν οἷς δύνανται· δύνανται δὲ ἐν τῷ καταφρονεῖν τῶν πολλῶν, οὐκ ἐν τῷ κατ’ ἀρετὴν πράττειν· καταφρονεῖ δὲ τῶν πολλῶν οὐχ ὥστε ὑβρίζειν ἀλλ’ ὥστε μὴ θαυμάζειν τὰς παρ’ αὐτῶν τιμάς. καὶ ὁ μὲν δικαίως αὐτῶν καταφρονεῖ· δοξάζει γὰρ ἀληθῶς ὅτι κρείττων ἐστὶ τῶν ἄλλων, οἱ δὲ ψευδῶς καὶ ὡς ἄν τύχῃ περί τε αὑτῶν καὶ περὶ τῶν ἄλλων δοξάζουσιν· ἐπειδὴ δὲ τὸ αὑτοῦ μέγεθος οὐκ ἀγνοεῖ ὁ μεγαλόψυχος καὶ τὰ ἄλλα ἐπίσταται τὰ ἀνθρώπινα οἷά ἐστι, εἰκότως οὐκ ἔστιν οὔτε πυκνοκίνδυνος οὔτε φιλοκίνδυνος ἑαυτόν τε οὐχ ἡγούμενος δεῖν ὡς ἔτυχε καὶ προίεσθαι καὶ οὐκ ἀξιῶν ὑπὲρ τῶν μηδενὸς ἀξίων κινδυνεύειν· ἐν οἷς δ’ ἂν κρίνῃ κινδυνευτὰ ἐνεῖναι, μεγαλοκίνδυνός ἐστιν. οὐδὲ γὰρ τὸ ζῆν μέγα ἡγεῖται ἀλλὰ προτιμᾷ αὐτοῦ τὸ καλῶς καὶ ὑπὲρ καλῶν ἔργων ἀποθανεῖν. καὶ οἷος, φησίν, εὖ ποιεῖν, εὐεργετούμενος δ’ αἰσχύνεσθαι. [*](2 περιχαρὴς Z 3 αὑτὸν ἀξι] lac. Z αὐτὸν N 5 κακῶν· μέ] lac. Z 7 αὐτῆς N: αὐτῶν Z 8 παρὰ Ν: πέρι Z 9 γένοιτο N 14 εἰσίν om. Z 15 εὐφίεσθαι X 16 τιμητὸς ZN et Arist. Mb; τιμητέος Arist. vulg. 18 δ᾿ αὐτὸς μᾶλλον N μὴ post εἰ add. Z 19 ἀρετὴν . . . . . . . . προημένως Z: ἀρετὴν ἐν προηγουμένης N 21 οἴονται Z: οἷόν τε N 24 δικαίως τῶν N δοξάζῃ Z 25 τύχη ab N postea adiectum 26 αὐτῶν] αὐτῶν ZN αὑτοῦ scripsi: αὐτὸ ZN: suam ipsius magnitudinem Felicianus 27 inter μεγαλόψυχος et καὶ N habet lacunam quinque fere litterarum, nullam Z 28 πυκνοκίνδυνος ZN et Aristot. HaLbMbOb: μικροκίνδυνος Arist. vulg. post φιλοκίνδυνος lacuna quinque fere litterarum N δεινῶς N 29 τῶν scripsi: τε ZN ἀξίων scripsi: ἀξιῶν ZN 30 ἐνεῖναι Diels: μὲν εἶναι ZN 32 καὶ οἶος—πέπονθεν (p. 113., 16) edidit Rose Hermae V 104 sq.)
᾿Αληθευτικὸν δὲ αὐτὸν εἶναι λέγει, ὅσα μὴ δι’ εἰρωνείαν. ἐκ δὲ τούτων φανερόν, ὅτι οὐχ ἅπασαν εἰρωνείαν φαῦλον ἡγεῖται ὁ Ἀριστοτέλης· οὐ γὰρ ἂν προσετίθει τῷ μεγαλοψύχῳ ἰὴν εἰρωνείαν, ἀγαθῷ ὄντι διαφερόντως. φεύγων δὲ τὸ ἐπαχθὲς οὐ πάντα ἐρεῖ τὰ προσόντα ἑαυτῷ πρὸς ἰοὺς πολλούς γε, ἐπεὶ πρὸς τε τοὺς σπουδαίους καὶ ὁμοίους αὐτῷ ἐρεῖ ἅτε φιλαληθεῖς ὄντας. τὸ δὲ πρὸς ἄλλους αὐτὸν μὴ δύνασθαι ζῆν ἀλλ’ ἢ πρὸς φίλους φανερόν, ὡς ἀληθές· οὐ γὰρ ἀναθήσει γε αὑτὸν τῇ ἄλλου προαιρέσει, οὐδὲ πρὸς τὰ ἄλλω δοκοῦντα ἁρμόσεται τὸν αὑτοῦ βίον, ἐὰν μὴ ἄρα φίλος ᾖ· φίλος δὲ τῷ ὄντι ὁ ἀγαθὸς τῷ ἀγαθῷ, ὥστε καὶ οὕτως πρὸς ἑαυτὸν τρόπον τινὰ βιώσεται. οὐκ ἔσται δὲ θαυμαστικός, ὥσπερ οἱ πολλοὶ θαυμαστικοί εἰσιν ἢ ἀναθημάτων μεγάλων ἢ σωμάτων † ἢ μίσθους ἢ μουσικῆς ἀγωνίας· οὐδὲν γὰρ μέγα φανείη ἂν τῷ τὴν ἀρετὴν ἔχοντι. οὐδ’ ἀνθρωπολόγος δέ ἐστιν· ἀνθρωπολόγος γὰρ ὁ περὶ ἀνθρώπων διεξιὼν ὥσπερ ἔνιοι τοὺς ἄλλων βίους διεξητάκασι, τί ἀγαθὸν τῷ δεῖνι ἢ τί κακόν ἐστι. τὸν δὲ μεγαλόψυχον καὶ ὡς ἀληθῶς φιλόσοφον λέληθε ταῦτα πολὺ μᾶλλον ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Θεαιτήτῳ ἢ οἱ ἐν τῇ θαλάττῃ χόες. ἀλλ’ οὐδὲ περὶ αὑτοῦ λέγει. τίνες οὖν αἱ τοῦ μεγαλψύχου ὁμιλίαι καὶ λόγοι, ἐπειδὴ ἀνθρώπων αὐτῷ λόγος οὐκ ἔστιν; ἢ οὐκ ἄν τις ἁμαρτάνοι εἰπὼν περὶ τούτου ὅτι τὸ μὲν ὅλον θεόλογός ἐστὶ καὶ περὶ τούτων καὶ πρὸς τοὺς πολλοὺς καὶ περὶ φύσεως ἐπιστημῶν; εἰ δ’ ἄρα καὶ περὶ ἀνθρωπίνων, περὶ ἄλλης τινὸς ἀρετῆς καὶ τῶν κατ’ αὐτὴν ἐνεργειῶν. οὐδὲ ἐπαινετικὸς δέ ἐστιν ὡς ἔτυχεν ἀλλ’ οὐδὲ κακολόγος ποτὲ οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι᾿ ὕβριν. τοῦτο δὲ οὐχ οὕτως δεῖ ἀκοῦ· εἰν ὡς ὅτι ἐξυβρίζων κακολογήσει τοὺς ἐχθρούς, ἀλλὰ τὸ ὅλον τοιοῦτός ἐστιν ὁ μεγαλόψυχος 〈οἷος〉 οὐδὲ περὶ τῶν ἐχθρῶν ἐρεῖ φαῦλα, εἰ μὴ πέρ τοῦ δέοντος ἐξυβρίζοιεν. καὶ περὶ ἀναγκαίων ἢ μιρῶν ἥκιστα ὀλοφυρτικός. [*](1 φιλονεικήσει N τῶν πρῴ] lac. Z 3 λέγει N: λε’ Z αὐτὸν ἀργὸν N μελητὴν Z: μελητηνὸν Ν τῶ Z: τὸ X 5 ἢ ἔρωςZ: postea add. N: ἢ ἔργον Arist. εὐφιῶν N 7 παρὰ Z: περὶ Ν τῶν Ν postea addidisse videtur 9 ὅσω N 12 πάντα Z: πάντων N 15 αὑτὸν] αὐτὸν ZN 16 αὐτοῦ] αὐτοῦ ΖΝ ῆ corr. ex εἶ N 19 μίσθους ZN: corporum pulckritudines Feiicianiis: σωμάτων εὐμεγεθῶν Diels μουσικῆς ἢ ἀγωνίας Z 20 ἀρετὴν N: ἀρχὴν Z 21 ὁ ἀνθρωπολόγος γὰρ X 22 τὸν δὲ—ἔστιν (26) edidit Hase Classical Journal XXIX 114 23 ἀληθὸς Z ὁ om. Z Πλάτων’] Theaetet. p. 173 D 24 αὐτοῦ] αὐτοῦ ΖΝ 30 ὁπότε ΖΝ 31 τοιοῦτον Z 32 οἶος addidi)
῾Ο μὲν δὴ μεγαλόψυχος τοιοῦτος, ὁ δ᾿ ἐλλείπων μικρόψυχος, αξιος μὲν ὤν ἀγαθῶν, οὐκ ἀξιῶν δὲ ἑαυτόν. εἰρήκαμεν δὲ περὶ αὐτοῦ πῶς οίον τε ἔχειν οὕτως. ἔοικε δὲ μέγα κακὸν ἔχειν· οὐκ ἀξιῶν γὰρ ἑαυτὸν τῶν τιμῶν οὐδὲ τῶν ἔργων ἐπιμελεῖται, ἐφ᾿ οἷς αἱ τιμαί· οὐ μόνον δὲ τῶν καῶν ἐπιτηδευμάτων ἀφίσταται, ἀλλὰ καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὥς φησιν. ἥκιστα γὰρ οἱ τοιοῦτοι ἢ ἰσχύος ἐπιμελοῦνται ἢ ἀγωνίας. ἀμελοῦσι δὲ οὐ μόνον τῆς παρὰ τοῖς σπουδαίοις δόξης, ἀλλὰ καὶ τῆς παρὰ τοῖς πολλοῖς, ὡς ἂν οὐδενὸς ἡγούμενοι ἑαυτοὺς μεγάλου ἀξίους, ὑπὸ δὲ ταπεινότητος οὐδὲ πλούτου ἑαυτοὺς ἀξιοῦσιν οὐδ’ ἔχουσι τὰ τῶν πλουσίων ποιεῖν ἀλλὰ μᾶλλον τὰ τῶν τενἡτων. οἱ δὲ χαῦνοι ἀγνοοῦσι μὲν καὶ αὐτοὶ ἑαυτοὺς ὥσπερ καὶ οἱ μιχρόψυχοι. ἀσχημονέστεροι δέ εἰσι τῶν μικροψύχων· οἱ μὲν γὰρ συγκρύπτουσιν αὑτῶν τὴν κακίαν· ἴδιον γὰρ τοῦτο τῆς μικροψυχίας τὸ βούλεσθαι λανθάνειν· οἱ δὲ χαῦνοι εἰς μέσον φέρουσιν αὑτῶν τὴν ἠλιθιότητα, ἐπιχειροῦντες τοῖς εντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. καὶ γὰρ λέγειν βούλονται καὶ δυνατοὶ φαίνεσθαι καὶ πράττειν οὐδέτερα τούτων ὄντες. καὶ σεμνολογοῦσι περὶ αὑτῶν [*](1 τὰ Ζ: τὰς Ν τὰς om. Z ὀδειρειται Ν 2 οὐ δεήσται Diels: οὐ δεήσει Ζ: οὐδὲ οἴσει N 5 τὰς Z: οὐ corr. οὐδὲ Ν 7 ἐλευθεριότητος Z 8 αὐτάρκης γὰρ Diels: αὐτάρκη. καὶ γὰρ ZN καὶ ὀλιγοδεὴς Z: ὀλιγοδεὴς corr. ex ὀλιγοδεεῖς, om. καὶ Ν 10 βραδεί Ζ σπευτικὴν N 11 ἡσυχῆ N 13 εὐσταθὲς τὸ μὴ Diels 14 σπευτικὸν N 15 φίλον corr. ex φίλων N 16 ἄλλον corr. ex αλλων N ὦν Ζ: τῶν Ν 17 σπευτικὸς N σύντονος Arist.: σύντομος ΖΝ 26 παρὰ τοῖς Z: περὶ N τῆς seripsi: τοῖς Z: τὸ Ν παρὰ Z: περὶ N τοῖς scripsi: τῆς ZN οὐδὲν N 27 μεγάλως N 29 ἀγνωοῦσι Z 30 εὐσχημονέστεροι N 31 αὑτῶν] αὐτῶν ZN βουλεύεσθαι N 32 ἀυτῶν] αὐτῶν ΖΝ ἠλιθιότητα N: ἐλευθεριότητα Z 34 αὑτῶν Z: αὐτῶν N)
῾Η μὲν οὖν μεγαλοψυχία ία ἕως διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον.
᾿Ανώνυμόν τινά φησιν ἀρετὴν περὶ τιμὴν οὖσαν καὶ αὐτὴν ἀνάλογον ἔχειν ὡς τὴν ἐλευθερότητα πρὸς τὴν μεγαλοπρέπειαν. ὡς γὰρ ἡ ἐλευθεριότης ἐστὶ καὶ περὶ τὰς μικρὰς δόσεις τοὐ καλοῦ θεωρητική, τῆς μεγαλοπρεπείας περὶ τὰ μεγάλα μόνον οὔσης ἀναλώματα, οὕτω τῆς μεγαλοψυχίας οὔσηςπερὶ τὰς μεγάλας τιμὰς ἔστι τις ἀρειὴ περὶ τὰς μετρίας καὶ μικρὰς τιμὰς διατιθεῖσα ἡμᾶς ὡς δεῖ. ὅτι δέ ἐστιν ἡ τοιαύτη ἀρετὴ ἐκ τῆς κατὰ τὴν ὑπερβολὴν κακίας καὶ τῆς κατὰ τὴν ἔλλειψιν, οἴεται φανερὸν εἶναι· ἔστι γὰρ μᾶλλον ἢ δεῖ τιμῆς ὀρέγεσθαι καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ κατὰ τοὺς ἄλλους πάντας διορισμούς· τὸν δὲ τοιοῦτον καλεῖν εἰώθαμεν φιλότιμον, καθ’ ὑπερβολὴν τῶν τιμῶν ὀρεγόμενον· ψέγομεν δὲ καὶ τὸν ἐλλείποντα· οὗτος δέ ἐστιν ὁ ἐπὶ μηδενὶ προαιφούμενος τιμᾶσθαι καὶ διὰ τοῦτο ἀπεχόμενος καὶ τῶν καλῶν πράξεων· ἐπειδὴ οὖν ἐστιν ἡ κατὰ τὴν ὑπερβολὴν κακία καὶ ἡ κατὰ τὴν ἔλλειψιν, εἴη ἄν τις καὶ μεσότης τοῦ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ παρ᾿ ὧν δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ κατὰ ἰοὺς ἄλλους διορισμοὺς ὀρεγομένου τῆς τιμῆς· ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος καὶ τοῦ μέσου τοῖς τῶν ἄκρων ὀνόμασιν εἰώθαμεν ὀνομάζειν αὐτόν, ὁτὲ μὲν φιλότιμον ὀνομάζοντες, ὁτὲ δὲ ἀφιλότιμον, ὅταν μὴ ὀρέγηται ὧν μὴ προσήκει τιμῶν. δῆλον δ’ ὅτι πολλαχῶς τοῦ φιλοτοιούτου λεγομένου, οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεἰ τὸν φιλότιμον· εἰ γὰρ ὁ φιλοτοιοῦτος ἐνίοτε μὲν ἐν ἐπαίνῳ λέγεται, ἐνίοτε δὲ ἐν ψόγῳ, οἷον φίλιππος ὁ μέν τις λέγεται ὁ μέχρις οὗ δεῖ χαίρων ἱππικῇ καὶ τοῖς ἵπποις καὶ οὗτος ἤτοι ἐπαινετὸς ἢ ψεκτός· ὁ δὲ νενοσηκὼς καὶ πρὸς τοῦτο τὸν βίον κατατρίβων ἐπίψογος· ὁμοίως καὶ ὁ φιλοκύων καὶ ὁ φιλοθεάμων [*](3 ἔλεγεν] Β8 p. 1109 a 15 5 χείρων N 6 ἀεί N 7 σφάλονται Ζ: σφάλλουσι N 9 μεγαλοψυχία Z: μεγαλόψυχοι Ν 13 δώσεις N καλοῦ Ν: καθόλου Z θεωρητικὸν N τῆς δὲ N 14 οὔσης (post μόνον) Z: ὡς ἀναγκαῖα N 15 μετρίας καὶ μικρὰς] μετρίας οὐ μικρὰς Z: μικρὰς xai μετρίας N 18 ὅτε Z: οὔτε N 20 ἐλείποντα Z 21 μηδενὶ Z: μηδενὸς N 27 ὀρέγηται corr. ex ὀρέγεται Ν ὧν Z: τῶν Ν 27. 28 πολλαχῶς ZN et Aristot. Ha; πλεοναχῶς Aristot. vulg. 28 φέρομεν ἀεὶ N et Arist. HaKbNbOb: φέρομεν . . . Z: ἀεὶ φέρομεν Arist. vulg. 29 ἐν ἐπαίνῳ] lac. Z 30 οὗ δείχ] lac. Z χαίρων N:. αἶρον Z 31 ὁ δὲ νε] lac. Z 31. 32 πρὸς τοῦτο Z: πρὸ τούτου Ν 32 κύων] lac. Z)
Τὰ μὲν οὖν εἰρημένα περὶ τῆς ἀνωνύμου ταύτης μεσότητος δῆλα καὶ περὶ τῶν παρακειμένων αὐτῇ κακιῶν. ἀπορήσειε δ’ ἄν τις περὶ αὐτῆς, εἰ ἔστιν ἀρετή. εἰ γὰρ πᾶσα ἀρετὴ σκοπὸν τίθεται τὸ καλόν, αὕτη δὲ τὴν τιμήν, οὐκ ἔστιν ἐνάρετος. δόξει γὰρ διὰ μισθὸν ποιεῖν τὰ καλὰ ἀλλ’ οὐκ αὐτὰ αἱρούμενος δι’ αὐτά. κρείττων μὲν οὖν ἴσως ἐστὶ τοὐ δι’ ἀργύριον πράττοντος ὁ διὰ τιμὴν ἐνεργῶν τὰ καλά, οὐ μὴν οὐδ’ οὗτος ἐνάρετος, εἰ μὴ τοῦ καλοῦ ἕνεκα ποιεῖ. ῥητέον δὲ καὶ περὶ αὐτοῦ, ἅπερ καὶ περὶ τοὐ μεγαλοπάντα [*](1 Ν: πᾶς Z 2 θεάματι Ν 4 αὑτῶν] αὐτῶν ΖΝ Πλάτων] Rep. V p. 475 D 7 μέχρι N 9 κακὸν Z 10 εἰσὶν Z: εἰσὶ καὶ N φίλοινοι δὲ καὶ φίλοψοι N: φιλ . . . . . . . . . . . . . . ψόγοι Z 11 ἐπίψογοι Ν: ἐπί . . . . . Z φιλοτίμου Ν: φιλοθεάμονος Z ὡς ἔοικε Ν σημαίνουσι Z: σημαινομένους Ν 12 τῷ τε εὖ καὶ N: lac. Z τῷ μὴ Z: τὸ μὴ N ἐστὶ om. N 13 λέγεταί N: lac. Z 14 φέρομεν scripsi ex Arist.: φερόμεθα ZN μὲν Z: ὃ N μᾶλλον N: lac. Z οἱ πολλοί scripsi ex Arist.: δεῖ ZN 22 ἑτέρα (Voss.): ἑτέρους N: om. Z 26 φαίνεσθαι corr. ex φαίνεται Ν 28 οὖν om. N 29 κακῶν Z 32 κρεῖττον Z 34 ποιεῖ N: lac. Z)
Πραόιης δέ ἐστι μὲν ἕως καὶ περὶ τὴν ὀργὴν ἕξεις εἰρήσθωσαν.
Αἱ ἠθικαὶ ἀρεταί, ὥσπερ καὶ ἐν τοῖς πρώτοις ἐλέχθη λόγοις, διὰ τὸ μέσαι εἶναι ὑπερβολῆς καὶ ἐλλείψεως, κακιῶν οὐσῶν, καὶ διὰ τὸ αἱρεῖσθαι τὸ ἐν τοῖς πάθεσι μέσον καὶ ἐν ταῖς ἕξεσιν. ἐννοητέον δέ, ὅτι οὐ περὶ δυοῖν παθῶν εἰσιν, εἰ μή τις τὰ ἀνωτάτω λάβοι πάθη, ἡδονὴν καὶ λύπην. πᾶσαι γὰρ αἱ ἠθικαὶ ἀρεταὶ τὸ μέσον αἱροῦνται τούτων· περὶ ἴδια δὲ πάτη αἱ μὲν περὶ δύο εἰσίν, αἱ δὲ περὶ ἕν, αἱ δὲ περὶ οὐδὲν πάθος, οἷον ἀνδρεία μὲν περὶ φόβους καὶ θάρρη παθητικοὺς παρασκευάζουσα μέσους, ἐν τούτοις καὶ κατὰ τὸν λόγον· ὁμοίως δὲ καὶ περὶ πρά̣ξεις· ἐλευθεριότης δὲ περὶ μὲν πράξεις, περὶ δὲ πάθη οὐκ ἔστιν ἢ μόνον περὶ τὰ κοινὰ ταῦτα, ἡδονὴν καὶ λύπην. χαίρει γὰρ ὡς δεῖ ἐπὶ ταῖς ἑαυτοῦ ἐνεργείαις ὁ ἐλευθέριος καὶ λυπεῖται, ἐὰν παρὰ τὸν λόγον βιασθῇ τι ποιεῖν. ἡ δὲ πραότης περὶ ἓν πάθος ἴδιόν ἐστι· περὶ γὰρ τὴν ὀργὴν τὸ μέσον αἱρουμένη καὶ παρασκευάζουσα τὸν ἔχοντα, ἐφ’ οἷς μὲν δεῖ ὀργίζεσθαι καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς· [*](1 τοῦτο Z 2 αὑτὸν] αὐτὸν ZN 3 παρὰ Z: περὶ Ν 6 μόνον Ν: μᾶλλον Z 8 δ᾿ αὗται Z δ’ εἰσὶν αἱ μικραὶ N: lac. Z 9 μεγάλαι δὲ N: μεγάλ’ . . . . Z σπουδαίων φαίνονται Ν: lac. Z 10 τὸ μέσον ZN et Arist. LbMb: τὸν μέσον Arist. vulg. 11 γὰρ καὶ αἱ N: lac. Z ἄλλαι καὶ κακίαι Z 11. 12 ἀντικεῖσθαι ἐνταῦθα N: ἀντὶ ἀντι . . . . . . . . . . θα Z 13 ἀντίκεινται N: . . . . κεῖνται Z 15 γὰρ Z: δὲ N 17 καὶ Z: ἣ N ὀργὴν ἕξεις Arist.: ὅλην ἕξιν ἑξῆς ZN nescio an post ἀρεταὶ addendum sit μέσαι 20 ὑπερβολῆς corr. ex ὑπερβολλῆς Z 21 τῷ πάθει Z 22 ἡδονὴν Z: καὶ ἡδονὴν N 23 αἱ (ante ἠθικαὶ) om. Z αἱροῦνται Diels: διαιροῦσι ZN δὲ Z: καὶ N 24 περὶ (post μὲν) om. Z 25 φόβους N Anon. Aid. 55ν53: φόβον Z θάρρη Anon. 1. c.: θάρρος ZN κατασευάζουσα μέσον Ν κατὰ Z: περὶ N 26 post ἐλευθεριότης Z habuerat μὲν, quod delevit 31 post ὀργίζεσθαι repetit τὸν ἔχοντα Z)
Τὸ δὲ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους τούτου μηδ᾿ εὐάλωτον εἶναι ἄλλως τῷ θυμῷ ἐπαινετόν. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι χρὴ τὸ θυμοειδὲς μέρος τῆς ψυχῆς πεπαιδεῦσθαι ὡς μηδὲν παρὰ τὸν λόγον πράττειν ἀλλὰ συνεξορμᾶν τῷ λόγῳ, σύμφωνον αὐτῷ ὄντα. ἀτάραχος δὴ ὢν ὁ πρᾶος μᾶλλον δοκεῖ ἁμαρτάνειν ἐπὶ τὴν ἔλλειψιν τοῖς μὴ ὀρθῶς σκοποῦσιν, οἷς ἁμαρτάνειν δοκεῖ· ἁμαρτάνει μὲν γὰρ οὐδαμῶς, συγγνωμονικὸς δ’ ὢν τὰ πολλὰ καὶ οὐ τιμωρητικός, ἂν μὴ ὁ λόγος ὑπαγορεύῃ, αἰτίαν ἔχει τῆς παρὰ καιρὸν ἀοργησίας. καὶ ὅτι μὲν ἀνδραποδῶδες ἡ ἔλλειψις, φανερὸν πεποίηκεν. ἡ δ’ ὑπερβολὴ οὐ μονοειδής· ἔστι μὲν γάρ πᾶσα κακία πολυειδὴς καὶ τοῦ ἀπείρου, ὡς πρότερον ἔλεγεν· οὐδενὸς δ’ ἧττον ἡ κατὰ τὸν θυμὸν ὑπερβολή. οὕτως δ’ ἐστὶ χαλεπὰ τὰ εἴδη ὡς μὴ δύνασθαι τῷ αὐτῷ ὑπάρχειν πάντα. τὸ γὰρ κακόν, ὥς φησι, καὶ αὑτὸ ἀπόλλυσι διὰ τὸ ἔχειν ἐναντιότητα, κἀν ὁλόκληρον ᾖ, καὶ ἀφόρητον γίνεται. δῆλον δ’ ἐστὶ καθ’ ἕκαστα σκοποῦσι τῶν κατὰ τῆν’ ὑπερβολὴν τῆς ὀργῆς εἰδῶν, ὅτι οὐδὲ δυνατὸν ἅμα πάντα τῷ αὐτῷ παρεῖναι κἂν καθ’ ὑπόθεσιν παρῇ, ἀφόρητος ἔσται ἡ κακία. καλεῖται μὲν οὖν ἡ κακία ὀργιλότης ἀπορίᾳ ἄλλου ὀνόματος. ἐξαιρέτως μὲν νομίζονται ὀργίλοι οἱ ταχέως μὲν ὀργιζόμενοι καὶ οἷς οὐ δεῖ καὶ ἐφ’ οἷς οὐ δεῖ καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως ἔχουσι τοῦτο τὸ μέτριον. συμπρότερον] [*](2 p. 53, 12 6 Πλάτων’] Rep. ΙΙ p. 375C πρᾶον ἠξίου N 7 ὄντος corr. ex ὄντως N 9 ἀποκλίνει Z 10 τῇ ὁργῆ corr. ex τὴν ὀργὴν Z καὶ om. Z 11 τῆς πραότητος τὴν ὀργιλώτητα Z 12 ἀλλὰ τὴν Z: ἀλλὰ διὰ τὴν N 16 ἐστὶν ὀργὴ Arist. 18 εὐάλωτον N: εὑ Ν: εὐ όλωτον Z 23 συγγνωμονητικὸς Ν 26 ἡπερβολὴ Z 27 πρότερον] Β5 p. 1106 b 29 ἧττον Z ἥττων N 29 αὐτὸ] αὐτὸ ZN 30 γίνεται Z: γίνηται N (et Arist. Kb) 33 inter μὲν et οὖν N habuerat γὰρ quod delevit ὀργηλότης N ἄλλου bis N 35 ἔχουσι Z: καὶ ἔχουσι N)
Πραότητι δέ φησι μᾶλλον ἀντικεῖσθαι τὴν ὑπερβολήν· καὶ γὰρ μᾶλλον οἱ ἄνθρωποι ἐπὶ τὰς ὀργὰς καταφέρονται καὶ τοῦ τιμωρεῖσθαι τοὺς δοκοῦντας ἀδικεῖν ἐφίενται. ἔτι δὲ χεῖρόν ἐστι καὶ ἡ ὑπερβολὴ τῆς ἐλλείψεως· καὶ γὰρ κακοποιὸν ἡ ὀργιλότης μᾶλλον τῆς ἀοριγησίας. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. χαλεποὺς δὲ ἢ κοινῶς ἅπαντας εἴρηκε τοὺς μὴ ὡς δεῖ χρωμένους τῇ ὀργῇ ἡ τοὺς ἰδίως καλουμένους χαλεπούς, οἷς τῷ ὄντι τὸ συμβιοπῦν ἀηδέστατον. ἔλεγε δὲ καὶ ἐν τοῖς πρώτοις λόγοις, ὅτι περὶ τῶν πρακτῶν τύπῳ μὲν ἔστι λέγειν, καθόλου δὲ περὶ οὐδενὸς ἔστι διορίσαι οὕτως ὥσπερ ἐπὶ τῶν μαθηματικῶν. τοῦτο δὴ καὶ νῦν ὑπομιμνήσκει καί φησι καὶ ἐκ τῶν νῦν λεγομένων εἶναι φανερόν, ὅτι οὐ ῥᾴδιον διορίσαι τίσιν ὀργιστέον καὶ ἐπὶ τίσι καὶ ἐπὶ πόσον χρόνον καὶ τὰ ἄλλα οὕτως. διόπερ καὶ λανθάνουσιν οἱ μικρόν τι παραβαίνοντες ἢ ἐπὶ τὴν ἔλλειψιν ἢ ἐπὶ τὴν ὑπερβολήν, πέρα δὲ τοῦ δέοντος τῇ ὀργῇ χρώμενοι ἡ τῇ ἀοργησίᾳ τότε ἐλέγχονται. ἐπεὶ οὖν αἱ ἐνέργειαι ἐν τοῖς καθ’ ἕκαστά εἰσι καὶ ἐν τοῖς αἰσθητοῖς, περὶ ὧν καθόλου οὐκ ἔστιν ἕξεως ἕξεως δέ ἐστι τῆς· χρωμένης ἀεὶ τοῖς συμβαίνουσιν [*](2 οὐ γὰρ postea addidit N 3 ληδορήσασθαι Z 7 πολλὺ N 8 μόλις δὲ Z: μόλις N πολοῦ N 9 παύει ex παύῃ N παρέχουσαν N 10 ὀχληρότατοι Z: ὁ σχληρότατοι N 10. 11 ἐπὶ πολὺ post ὥς φησι ponit N 12 ἑαυτοῖς Z 14 ἰδίως Z: ἰδίοις N ὀργήλοις Z 15 εἶπεν] p. 1126 a 11 16 ἐπιπολλοὶ Z 17 δυσδιάλακτοί Z φανερωτέραν Z: χαλεπωτέραν S 19 πραότητι scripsi: πραότητα ZN 22 καὶ πρὸς M: καὶ οἱ πρὸς Z 23 μὴ N: lac. Z 25 ἐν τοῖς πρώτοις λόγοις] Α 1 p. 1094b24 26 οὕτως om. N 29 post χρόνον Z addit: καὶ πῶς ἀλλὰ τύπω μόνον ὅτι χρόνοις διορίζεσθαι καὶ ὅσον δεῖ χρόνον 32 τοῖς Z: ταῖς N ἐν τοῖς (ante αἰσθητοῖς) om. N)
᾿Εν δὲ ταῖς ὁμιλίαις ἕως ἀνώνυμον εἶναι τὸ μέσον.
᾿Επειδὴ πολιτικὸς καὶ κοινωνικός ἐστιν ὁ ἄνθρωπος φύσει, ἀνάγκῃ καὶ λόγων καὶ πράξεων κοινωνεῖν ἀλλήλοις γίνεται τοὺς ἀνθρώπους. ἐν δὲ τῇ κοινωνίᾳ ταύτῃ καὶ τῇ πρὸς ἀνθρώπους ὁμιλίᾳ ἐστί τις ἀρετή, ἣν ἀνώνυμόν φησιν εἷναι· ἴσως δ’ ἂν κληθείη ὁμιλητικὴ ἢ τοιούτῳ ὀνόματί τινι, ἣν ὁ ἔχων ὁμιλήσει τοῖς ἐντυγχάνουσι καὶ κοινωνοῦσι τῶν λόγων, μάλιστα μὲν ἐστοχασμένως τοῦ ἡδὺς αὐτοῖς εἶναι προσομιλῶν, οὐ μὴν ἀλλ’ ἂν ἄσχημον ᾖ τὸ σὺν ἡδονῇ καὶ βλαβερὸν αὐτῶ ἢ ἰοῖς ἀκούουσι, πειράσεται λυπεῖν μᾶλλον. τοῦ γὰρ καλοῦ ἕνεκεν καὶ οὗτος πάντα ἐρεῖ, ὥστ’ ἂν καλὸν ᾖ τὸ λυπεῖν, λυπήσει καὶ μάλιστα ὅταν μέλλῃ πρὸς βραχὺ λυπήσας ἐπὶ πλεῖον αὐτοὺς ὠφελεῖν· εὐποιητικὸς γάρ ἐστι καὶ ὠρελητικὸς ἔτι τῶν ἐντυγχανότων, ἐὰν μὲν δύνηται καὶ μετὰ τοῦ ἡδέος, εἰ δὲ μὴ, καὶ μεῖά τοῦ λυπηροῦ. ἔοικε δὲ ἡ τοιαύτη ἀρετὴ φιλίᾳ· πρότερον μὲν γὰρ ἐν ἰῇ διαγραφῇ κοινότερον αὐτὴν φιλίαν εἶπε, νῦν δὲ διαιρεῖ ὅτι φιλία μὲν οὐκ ἔστιν, ἔοικε δὲ φιλίᾳ. καὶ γὰρ ὁ φίλος πειρᾶται μὲν ἡδὺς εἶναι τῷ φίλῳ, ἂν μέντοι βλαβερὸν ᾖ ἢ ἄσχημον τὸ σὺν ἡδονῇ, τὸ δὲ λυπεῖν εὔσχημον καὶ ὠφέλιμον τῷ φίλῳ, τοῦτο πειρᾶται μᾶλλον. τοιαύτη δή τις καὶ ἀνώνυμος αὕτη ἡ ἕξις χωρὶς τοῦ στέργειν· οὐ γὰρ πρὸς τοὺς φίλους γίνεται ἀλλὰ πρὸς πάντας τοὺς ἐντυγχάνοντας ἡ ἐνέργεια αὕτη, καὶ ἄνευ τοῦ κατὰ τὸ φιλεῖν ἢ μισεῖν πάθους. ὁμοίως γὰρ τῇ ἕξει χρῆται πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις καὶ ἀσυνήθεις, πλὴν τὸ ἁρμόττον νέμει ἑκάστοις. κοινὸν γὰρ τὸ ὡς δεῖ ὁ·μιλεῖν· καὶ τοῦ καλοῦ ἕνεκα πᾶσι τὸ ἁρμόττον ἴδιον πρὸς ἑκάστους· οὐ τὸν αὐτὸν γὰρ τρόπον συνήθεσι καὶ ἀσυνήθεσι ὁμιλήσει οὐδὲ ὁμοίως πρεσβυτέροις αὑτοῦ καὶ νεωτέροις οὐδ’ ἄρχουσι καὶ ἰδιώταις ἀλλὰ τὴν προσήκουσαν ὁμιλίαν ποιήσεται πρὸς ἑκάστους, τέλος μὲν ἔχων τὸ καλόν, δυοῖν δὲ ἐστοχασμένος ὡς προειρήκαμεν τοῦ τ’ εὐσχήμονος καὶ ὠφελίμου ἑαυτῷ τε καὶ τοῖς κοινωνοῦσι τῆς ὁμιλίας. ὁ μὲν οὖν μέσος τοιοῦτος ὢν ἀνώνυμός ἐστιν, εἰ μή τις αὐτὸν ὁμιλητικὸν λέγει καὶ τὴν ἀρετὴν ὁμιλητικήν. ὁ δὲ κατὰ τὴν ὑπερβολήν ἐστιν ἅπαντας συνηδύνων καὶ πᾶσιν ἀρέσκειν βουλόμενος, ἐάν τε δι’ ὠφέλειαν, ὧν μέλλει αὐτοῖς περιποιήσειν ἡδονῶν καὶ εὐσχημόνων ἑαυτῷ καὶ ἐκείνοις, ἐάν τε διὰ τῶν ἐναντίων· οὗτος δ’ ἂν μηδενὸς ἕνεκα τοῦτο [*](3 ἕως scripsi: πῶς ΖΝ τὸ μέσον Arist.: ἡ μέσοτης ZN 7 κληθεῖ Z ὀνόματι τινί Z: τινὶ ὀνόματι N 8 τῶν λόγων corr. ex τῶ λόγῳ Z: αὐτῷ λόγων Ν μὲν Z: δὲ N 9 ἐστοχασμένος N 13 εὐποιητικὴ N ὠφελητικὴ Ν ἔτι N: ἔστι Z 14 ἦδός N 15 πρότερον] Β 4 p. 1105b22 κοινώτερον N 17 ψύλω N 18 εὔσχημον Z: ἄσχημον N τοῦτο scripsi: τὸ αὐτὸ ZN 19 ἡ om. Ζ 21 γὰρ N: δὲ Z 22 συνήθεις καὶ ἀσυνήθεις Arist.: ἀσυνήθεις N: συνήθεις Z 25. 26 αὑτοῦ scripsi: αὐτῶ ZN 28 ἑαυτῶ] ἑαυτοῦ N: αὐτῶ Z 29 μὴ N: μΐ Z 30 ὁ Ζ: οὐ Ν 31 ἅπαντας Ζ: ὁ πάντας N συνηδύνων N: συνήδων Z 32 ὧν Ζ: ὧ N εὐσχημονῶν N: ἀσχημονῶν Z)
Περὶ ταῦτα δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας ἕως ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις.
Οὐ μόνην ἰὴν προκειμένην φησὶν ἀρετὴν καὶ ἰὰς παρακειμένας αὐτῇ κακίας ἀλλὰ καὶ ἑτέραν τινὰ μέσην ἕξιν καὶ δύο κακίας· ἀνώνυμον δὲ καὶ ταύτην εἶναι τὴν ἕξιν. καλοῖτο δ’ ἂν ἀληθευτκή, ἢ ὡς αὐτὸς ὀνομάζει αὐτὴν ἀλήθειαν, ἣν ὁ ἔχων περὶ πλείστου ποιεῖται τὸ ἀληθές, τὸ δὲ ψεῦδος παντὶ τρόπῳ μισεῖ. αὐθέκαστον δὲ αὐτὸν λέγει, διότι κατὰ τὸ ὄνομα αὐτὰ ἕκαστα ὁποῖά ποτέ ἐστι τὰ ὑπάρχοντα αὐτῷ καὶ λέγει καὶ ἐνδείκνυται κατὰ τὸν βίον καὶ οὔτε μείζω οὕτε ἐλάττω προσποιούμενος εἶναι τῶν ὑπαρχόντων. λέγεται δὲ ἀλήθεια κυριώτατα μὲν ἡ ἐν λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν. ἀληθευτικὸς γὰρ δοκεῖ > μὴ προσποιούμενος τὰ μὴ ὑπάρχοντα αὐτῷ ἐν τἀς πράξεσιν, οἷον εἰ μή τις πλούσιος προσποιοῖτο μὴ ὤν, μήτε ἰσχυρὸς μὴ ὤν, ἀλλ’ ὡς φανερὸν αὑτοῦ προτιθείη καὶ τὸν βίον, ὁποῖός τίς ἐστι καὶ [ὁ] τὸν λόγον. ὁ δ’ ἐπὶ πλέον προσποιούμενος καὶ τῷ βίῳ καὶ λόγῳ ἀλαζών, ὁ δ’ ἐπὶ τὸ ἔλαττον καὶ καθαιρῶν τὰ ὑπάρχοντα αὐτῷ εἴρων, ὁ δὲ μέσος αὐθέκαστός τις, ἀληθευτικὸς ὤν. διὰ τοῦτο δὲ μετατεθείκαμεν τὴν λέξιν, ἵνα καὶ ὡς γέγραπται ἀναγνώσκοντες μετὰ τὸ αὐθέκαστός τις οὕτως ἐπιφέρωμεν <ῶν> ἀληθευτικός. ἔστι δὲ τούτων, φησίν, ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ ἀληθεύειν ὅ τῷ λό’ [*](1 ποιεῖ Ν τούτῳ N: τοῦτο Z κερδαίνῃ corr. ex κερδαίνει Z 4 τὸν μέσον Ν: lac. Z 8 δονῆς καὶ λύπης] lac. Z 9 κοινὸν scripsi: καινὸν N: κοινῶν Z 12 ταῦτα ZN et Arist. Mb: τὰ αὐτὰ Arist. vulg. 13 κατὰ τὸν ἄλλον βίον Arist.: κοιναῖς ZN 15 μέσιν Z 1(3 ὡς αὐτὸς Z: καὶ αὐτὴ N 18 ἀὐτὸν, superscr. ν N: om. Z 21 λέγεται N: οὐ λέγεται Z ἀλλὰ om. Z 22 ὁ addidi 23 προσποιοῖτο ex προσποιεῖτο N: προσποιεῖτο Z 23. 24 μήτε ἰσχυρὸς μὴ ὢν] lac. Z 24 προτιθείη scripsi: προστιθείη Ν: προστιθῇ Z βίον scripsi: φόβον ZN 24. 25 ὁποῖός τίς ἐστι καὶ] lac. Z 2.5 ὁ delevi ὁ δ᾿ ἐπὶ Z: ὅτι τι N βίῳ καὶ τῷ] lac. Z 27 μετατεθείκαμεν Diels: μεθήκαμεν N: μεμαθήκαμεν Z 29 ὢν add. Diels ἕκαστα Arist.: ἕκαστος ΖΝ (et Arist. Κb) καὶ Arist.: ὁ ZN 30 ποιεῖν Z: ποιῶν N)
Εἶτα ἐπαναλαβὼν περὶ ἑκάστου λέγει, ἀρξάμενος ἀπὸ τοῦ ἀληθευτικοῦ. ἔστι γάρ τις ἄλλος ἀληθευτικὸς ἐν ταῖς ὁμιλίαις καὶ συνθήκαις οὐδὲν παραβαίνων· καὶ οὗτος μὲν οὗν κατὰ δικαιοσύνην ἐνεργεῖ, καὶ <ἃ> μόριά ἐστι δικαιοσύνης, ὁ δὲ κατὰ τὴν εἰρημένην ἕξιν, ὁ ἐν τῷ συζῆν ἀληθευτικὸς καὶ λόγῳ καὶ βίῳ· ἀληθεύοι δ’ ἂν καὶ οὗτος ἐν ταῖς ὁμολογίαις· ὁ γὰρ ἐν οἷς μηδὲν διαφέρει ἀληθεύων, δῆλον ὅτι ἐν οἷς διαφέρει μᾶλλον χρήσεται τῆ ἀληθείᾳ. μᾶλλον δέ φησιν ἀποκλίνειν αὐτὸν ἐπὶ τὸ ἔλαττον· οὐ γὰρ πάνυ ὀγκώδη περὶ αὑτοῦ ἐρεῖ, κἂν ἀληθῆ ᾖ, διὰ τὸ ἐπαχθές.
Ὁ δὲ ἄλλα καὶ μείζω προσποιούμενος τῶν ὑπαρχόντων δύο εἴδη περιέχει. ὁ μὲν γὰρ προσποιεῖται ἐπὶ τὸ μεῖζον οὐδενὸς ἕνεκα καὶ ἔστι μὲν φαῦλος διὰ τὸ χαίρειν τῷ ψεύδει, μά τὰ ἰὸς δὲ καὶ ἀνοήτος μᾶλλον ἢ κακός· ὁ δὲ ἕνεκά τινος χρώμενος τῇ ἀλαζονείᾳ ἤδη μοχθηρότερος· τούτου δ’ αὐτοῦ πάλιν δύο εἴδη· ὁ μὲν γὰρ δόξης καὶ τιμῆς ἕνεκα ἀλαζονεύεται, ὁ δὲ ἀργυρίου καὶ ἔστι χείρων οὗτος τοῦ διὰ τιμὴν ἀλαζονευομένου· ἧττον γὰρ ψεκτὸς ὁ ἀλαζὼν ὁ διὰ τιμὴν ἀλαζονευόμενος τοῦ δι’ ἀργύριον. ὁ μὲν γὰρ δόξης [*](2 ἁπλῶν N καὶ Z: καὶ τὸ N 5 ὑπὲρ Z: ἔχων N συμφερόντων αὐτῷ ἢ] loco ν αὐτῷ ἡ lacuna Z 6 οἱ μὲν Z: ὁ μὲν N 7 οἱ δὲ Z: ὁ δ’ N 8 ἀληθεῖ N: ... θεῖ Z 9 ἀφ’ ὧν Z: ἀπὸ τῶν N 10 τοιαῦτα] lac. Z 12 παρεκβαίνῃ corr. ex παρεκβαίνει Ν 12. 13 καθ’ αὑτὸ N: lac. Z 14 τοῦ Ζ: τὸ N 15 ψεκτός· ψεκτοὶ Z 17 περὶ N: καθ’ Z 18 συνθήκες ΖΝ 18. 19 οὐδὲν παραβαίνων] lac. Z 19 καὶ οὗτος Z: οὗτος N ἃ inserui 21 ἀληθεύοι corr. ex ἀληθεύει N ταῖς om. N 23. 24 οὐ γὰρ πάνυ ὀγκῶ] lac. Z 24 αὑτοῦ] αὐτοῦ ZN 25 ὁ δὲ ἄλλα καὶ μείζω] lac. Z ἄλλα scripsi: ἄλλων N εἴδη περιέχει] lac. Z 25. 26 περιέχει scripsi: παρέχεται N 26. 27 καὶ ἔστι μὲν φαῦλος διὰ] lac. Z 27 τῷ Z: τὸ Ν 27. 28 μᾶλλον ἢ κακὸς· ὁ δὲ ἕνεκά τινος] lac. Z 28 μοχθηρότητος Z 29 δύο πάλιν εἴδη N ἀλλαζονεύεται N 29. 30 ὁ δὲ ἀργυρίου καὶ] lac. Z 31 ὁ (ante ἀλαζὼν)] lac. Ζ)
Οἱ δ’ εἴρωνες ἐπὶ τὸ ἔλαττον ἄγοντες τὰ αὑτῶν χαριέστεροι φαίνονκηρόν. τᾶι· οὔτε γὰρ κέρδους οὔτε δόξης χάριν ψεύδονται ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν. διὸ καὶ τὰ σφόδρα ἔνδοξα ἀπαρνοῦνται· καὶ ἴσως οἱ διὰ τοῦτο καὶ τοιοῦτον τὸν τρόπον εἰρωνευόμενοι οὔκ εἰσιν ἐπίψογοι, ὥσπερ ὁ Σωκράτης· οἱ δὲ καὶ τὰ σμικρὰ καὶ τὰ λίαν φανερὰ ἀπαρνούμενοι καὶ προσποιούμενοι μὴ ἔχειν ἐπίψογοι καὶ ὥς φησι βαυκοανοῦργοι καλοῦνται· πανουργία γὰρ μᾶλλον τὸ τοιοῦτον ἢ χαριεντισμός, οἷον εἴ τις πλούσιος ὢν λέγοι μὴ ἔχειν μηδὲ εἰς τὰ ἀναγκαῖα ἢ εἴ τις σφόδρα ἰσχυρὸς ὢν φαίη πάντων εἶναι ἀσθενέστατος. ἀλαζονεία γάρ, ὥς φησιν, ἐνίοτε καὶ τὸ τοιοῦτόν ἐστιν· ἀρνεῖται γὰρ τὰ φανερά, σχεδὸν ἐνδεικνύμενος, ὅτι ὑπάρχει αὐτῷ. φησὶ δὲ καὶ τοὺς Λακεδαιμονίους τῇ σφόδρα εὐτελείᾳ τῆς ἐσθῆτος ἀλαζονεύεσθαι. καὶ γὰρ τὸ εἰς τὸ πέρα τοῦ δεόντος εὐτέλειαν ἄγειν ἀλαζονικόν· οἱ δὲ περὶ τὰ μὴ λίαν φανερὰ εὶρωνευόμενοι, ἵνα φύγω σί’ τὸ ἐπαχθές, χαρίεντες φαίνονται. ἀντίκειται δὲ μᾶλλον ὁ ἀλαζὼν τῷ ἀληθευτικῷ ἢ ὁ εἴρων διὰ τὸ χείρων εἶναι καὶ ἐπαχθέστερος. οὐδ’ αὐτή ἐστιν ἡ μεσότης περὶ ἴδιά τινα πάθη ἀλλὰ περὶ ἡδονὴν καὶ λύπην, τὰς κοινὰς ταῖς ἀρεταῖς. ὁ γὰρ ἔχων την ἕξιν χαιρει, κωλυομενος δε ουσχεραινει. Οὔσης δὲ καὶ ἀναπαύσεως ἐν ταῖς ὁμιλίαις αἱ μὲν προειρημέναι ἀρεταὶ δύο, ἥ τε ὁμοία τῆ φιλίᾳ, ἣν ὁμιλητικὴν ὠνομάσαμεν, καὶ ἡ ἀληθευπροέσθαι] [*](6 loco ἑ lac. Z 7 διαλανθάνει N 8 σοφία N: καὶ σοφία Z 10 οὐκ ἐν τῇ—προαιρέσεις (14) ed. Hase Classical Journal XXIX 113 δυνάμη N 11 δύναμιν Z: δυνάμην μὲν N 13 καὶ ἐν τοῖς Z: ἐν τοῖς Ν ἐν τοῖς τοπικοῖς] Δ 5 p. 126 a 30 καὶ ἐν ἄλλοις λόγοις] lac. Z: cf. Ind. Arist. v. προαίρεσις 14 προαιρέσεις] pro αἱρέσεις lac. Z 15 αὑτῶν] αὐτῶν ZN χαριέστεροι Z: οὐ χαριέστεροι N 17 καὶ ἴσως οἱ] lac. Z 17. 18 το καὶ τοίου] lac. Z 18 τοιοῦτον scripsi: διὰ τοῦτον Ν ἠρωνευόμενοι Ν 23 ἀσθενέστερος N ἀλαζονία Z 24 σχεδὸν 24 σχεδὸν γὰρ Z 26 εὐτέλειαν Z: τὸ εὐτελὲς N 27 νευόμενοι in εἰρωνευόμενοι] lac. Z χαρίενταις Z 29 χεῖρον Z 32 τῆ ὁμιλία N 33 ὁμιλιτικὴν Z ὠνομάσωμεν Ν)
῾Ο δὲ ὑπερβάλλων βωμολόχος καλεῖται, ἐπιπόλαιός τις ὢν καὶ πάντως τοῦ γελοίου στοχαζόμενος ἤπερ τοῦ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον· ἕνεκεν δὲ τοῦ γέλωτα κινεῖν οὐδενὸς φείδεται, οὕτε φίλου οὔτε ἐχθροῦ· ἐνίοτε δὲ οὐδὲ τῶν θεῶν, καθάπερ οἱ τὰς παλαιὰς κωμῳδίας ποιήσαντες· ὑπὸ γὰρ βωμολοχίας οὐδὲ τῶν θεῶν ἀπείχοντο. ἔστι δὲ κ̣αὶ ἐνταῦθα ἔλλειψις· εἰσὶ γάρ τινες οἳ τὸ παράπαν οὐκ ἀξιοῦσι χρῆσθαι τῇ παιδιᾷ καὶ οὕτ᾿ αὐτοὶ. ἄν εἴποιεν πλέον τι, οὔτ’ ἄλλων ἀκούσαιεν ἂν ἡδέως· καλοῖτο δ’ ἄν ἡ τοιαύτη κακία ἴσως ἀνριότης καὶ σκληρότης. οὗτοι μὲν οὖν οὐδέποτε δοκοῦσιν εἶναι εὐτράπελοι ἀλλ’ ἐναντίοι τοῖς εὐτραπέλοις· οἱ δὲ βωμολόχοι δοκοῦσιν εἶναι ἐνίοτε εὐτράπελοι διὰ τὸ χαίρειν τοὺς πολλοὺς τῷ γελοίῳ. ἡ δὲ μέση ἕξις καλεῖται μὲν εὐτραπελία, ὀνομάζοιτο δ’ ἄν ἴσως καὶ ἐπιδεξιότης· τοὐ γὰρ ἐπιδεξίου τοιαῦτα καὶ λέγειν καὶ ἀκούειν, ὁποῖα καὶ πρέπει τῶ ἐλευθερίῳ. διαφέρει γάρ ἡ τοῦ ἐλευθερίου παιδιὰ τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. παράδειγμα δ ἑκατέρας τίθεται τάς τε παλαιὰς κωμῳδίας καὶ τὰς νέας· τοῖς μὲν γὰρ τὰς παλαιὰς γράφουσι γελοῖον ἐδόκει τὸ αἰσχρολογεῖν, τοῖς δὲ τὰς νέας τὸ μεθ’ ὑπονοίας σκώπτειν, τουτέστιν μετὰ τοῦ αἰνίττεσθαι. διαφέρει δ᾿ οὐδὲν πρὸς εὐσχηοσύνην ἢ φανερῶς αἰσχρολογεῖν ἢ μόνον ἐμφαίνειν.
[*](1 ῥηθήσεται Z 4 εὐτραπελία] εὐτραπέλεια ZN 8 πεπήρωται N: πεπύρεται Z τῶν om. Z 9 ἐλέγχετο Z 10 πεδιὰν N εἰσι N: οὐχὶ Z καλοῦνται—ἐστοχασμένως (11) ἀποχασμένως Hase) edidit Ilase Classical Journal XXIX 113 τοῦ scripsi: τῶ ZN 14 γελλοίω N 19 γελλοίου N 20 ἕνεκεν δέ—ἀπείχοντο (22) edidit Hase Classical Journal XXIX 113 γέλωτα scripsi: γέλωτος ZN 21 οὐδὲ Z: οὐ N 22 βωμολοχίας corr. ex βωμωλοχίας Ν 27. 28 γελλοίω N 33 γελλοῖον N 34 οὐδὲν] fort, οὐ μικρὸν ex Arist. 35 μόνως Z)Μετὰ ταῦτα ζητεῖ πότερον δεῖ τὸν εὖ σκώπτοντα ὁρίζεσθαι τῷ λέγειν πρέποντα ἐλευθερίῳ καὶ πεπαιδευμένῳ ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τοὐναντίον τέρπειν. δεῖ μὲν γὰρ ἴσως ἀμφοτέρων ἐστοχάσθαι τὸν εὖ σκώπτοντα, ἀλλ’ ὅμως καθ’ ὁπότερον αὐτῶν ὁριστέον μᾶλλον· καί φησιν ἀόριστον εἶναι τὸ πρὸς τοὺς σκωπτομένους λαμβάνειν τὸ ἄκρον· ἄλλο γὰρ ἄλλῳ που ἡδύ τε καὶ μισητόν, καὶ οὐδὲν κωλύει αὐτὸν μὲν εὖ σκώπτειν, ὑπὸ δὲ ἀγροικίας ἀηδῆ εἶναι τῷ ἀκούοντι· μᾶλλον οὖν ὁ ὅρος τοῦ σκώπτοντος ἐν τῷ ὡς δεῖ σκώπτειν καὶ πρὸς οὓς ἰῷ ἐλευθερίῳ. ἐν μὲν οὖν τούτῳ φαίνεται το σκῶμμα μέσον τι. ὁ * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
[*](2 πρέποντα] lac. Z μὴ om. Z 3 ἀμφότερον Z 6 σκώπτειν Ν: σκοπεῖν Z 7 ἀηδῆ scripsi: ἀηδὲς ZN ἀκούοντι N: α . . . . . . . Z μᾶλλον δὲ οὖν ὅρος N 8 τούτω Z: τούτοις Ν)* * * * * * * * * * * * * * * * * * καὶ τὴν τῶν ἐπιθυμιῶν· καὶ δείκνυσιν ὅτι αἰσχίων <ἡ> τῶν τοῦ θυμοῦ μετά προσθέσεως. τὸν μὲν γὰρ θυμόν φησιν ἐκούειν πὼς τοῦ λόγου, παρακούειν δέ, ὡς τοὺς ταχεῖς τῶν διακόνων, οἳ διὰ τὸ τάχος παρακούουσι τῶν δεσποτῶν, καὶ τοὺς κύνας, οἳ ὑλακτοῦσιν, ἐπειδάν τις ψοφήσῃ. οὕτως γὰρ καὶ ὁ θυμός, ταχὺς ὢν φύσει καὶ θερμότατος ὡς εἰπεῖν διὰ τὸ θερμότατον εἶναι μέρος τοῦ σώματος, τῷ παρακοῦσαι τοῦ λόγου ἄλλο τι λέγοντος ὥσπερ προστάγματος [ὃ] ἀκούσας ὁρμᾷ. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία ὅτι ὕβρις ἐστίν, ἢ ὀλιγωρία γέγονεν ἐκ τοῦ δεῖνος· οὐδαμοῦ δὲ εἰπόντος τοῦ λόγου οὐδὲ τῆς φαντασίας γενομένης, ὅτι δεῖ τιμωρήσασθαι αὐτὸν, ὁ θυμὸς ὥσπερ προσταχθεὶς τιμωρήσασθαι, ᾄττει ἐπὶ τοῦτο. συλλογίζεται μὲν οὐδέν (λογικῶν γὰρ τὸ συλλογίζεσθαι), ὅμοιον δέ τι πάσχει τῷ ὅτι δεῖ τούτῳ πολεμεῖν. ὁ μὲν γὰρ λόγος, ὡς εἴρηται, μόνον φησίν, ὁ δεῖνα ὕβρισεν· ὁ δὲ θυμός, ὥσπερ καὶ τῆς καθόλου προτάσεως κειμένης, ὅτι δεῖ πολεμεῖν τοῖς ὑβρίσασι, καὶ τοῦ συμπεράσματος ῾ τούτῳ ἄρα πολεμητέον᾿ , χαλεπαίνει εὐθέως καὶ ὁρμᾷ. ὁ μὲν οὖν θυμὸς τοιοῦτος· ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὁ λόγος, ὅτι ἡδύ, ἢ ἡ αἴσθησις, ὁρμᾶ πρὸς τὴν ἀπόλαυσιν. ταῦτα δὲ λέγων δόξει μηδὲν χείρονα ποιεῖν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ· καὶ γὰρ αὕτη δόξει τῷ λόγῳ ποτὲ ἀκολουθεῖν παρακούουσα. ὁ μὲν γὰρ λόγος λέγει ὅτι ἡδύ, ἡ δὲ ὡς προστάττοντος ἀκολουθεῖν ἕπεται. ἢ οὐχ οὕτως ἔχει; ἀλλ’ ὁ μὲν θυμὸς τῷ ὄντι κινεῖται ὑπὸ τοῦ λόγου κελευόμενος, ἡ δὲ [*](1 Ἀσπάσιος εἰς τὸ ἦτα τῶν Ἀριστοτέλους ἠθικῶν νικομάχω: οὐ κατ’ ἀρχὰς ἀλλ’ ἀπὸ τοῦ μέσου, ἀπὸ τοῦ ῥητοῦ τοῦ οὑτωσὶ διεξιόντος: ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη [Arist. Η 7. 1149a21] Z: idem N, ubi Ἀσπασίου et νικομαχείων 3 ἐπιθυμῶν Z ἡ addidi 5 προθέσεως Z φησὶν ἀκούειν Z: ἀκούειν φησί N 7 δεσποτῶν corr. ex σπουδαίων Z 9 παρακοῦσαι Diels: ἀκοῦσαι ΖΝ 10 ὃ seclusit Diels 14 λογικὸν X 16 καὶ Z: ἐκ N 17 πολεμιτέον Z 19 ὁ λόγος post ἡδὺ Atistoielis liliri 20 δόξει corr. ex δόξη Z)
Ἄπορον δέ, πῶς ἀκρατὴς ἔσται θυμοῦ, εἰ τῷ λόγῳ πὼς ἀκολουθεῖ. δεῖ γὰρ τὸν ὁπωσοῦν ἀκρατῆ τῷ λόγῳ ἀπειθοῦντα τῷ πάθει ἐνδιδόναι. ἢ ἔνεστί τις λόγος ἐν τῷ ἀκρατεῖ τοῦ θυμοῦ, ὅτι οὐ χρῆι ἐπὶ πᾶσι θυμοῦσθαι οὐδὲ ἐφ’ οἷς μὴ δεῖ; οὗτος δὲ ὁ λόγος ἔνεστι μὲν ἐν αὐτῶ, οὐκ ἐνεργεῖ δὲ τότε διὰ τὸ πάθος. μανία γάρ τι ὅμοιον ἐμποιεῖ ὁ θυμὸς μάλιστα, ἐπειδὴ καὶ ἄλλους λόγους ἀκούων παρακούει τοῦ λέγοντος, ὕβρισεν ὁ δεῖνα, ὃς οὐκ ἔστι μὲν ἐναντίος τῷ ἑτέρω λόγῳ· οὐ γὰρ κελεύει τιμωρεῖσθαι· ὁ δὲ θυμὸς ὡς τοῦτο κελεύσαντος ὁρμᾷ. Ἔτι δὲ εἰς ταὐτὸν ἐπιχειρῶν συγγνώμην φησὶν μᾶλλον ταῖς φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν ἢ ταῖς μὴ φυσικαῖς, καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον φυσικαὶ καὶ κοιναί. ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικώτερον τῶν ὑπερβαλλουσῶν ἐπιθυμιῶν καὶ τῶν μὴ ἀναγκαίων· οὐκ ἀλόγως δὲ παρέλαβέ τὴν χαλεπότητα, ὑπερβολήν τινα οὖσαν θυμοῦ, ἀλλ’ ἵνα δείξῃ ταύτην φυσικωτέραν τῆς ὑπερβολῆς τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν. ὅτι δὲ φυσικώτερον καὶ ὁ τοιοῦτος θυμὸς τῆς τοιαύτης ἐπιθυμίας, προβιβάζει ἐκ τοῦ συγκαταβάλλεσθαι τοῖς σπέρμαι τὰς τῶν θυμῶν ὁμοιότητας· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἐκ θυμικῶν θυμικοί, ἐκ δ’ ἐπιθυμητικῶν οὐ πάντως ἐπιθυμητικοί. καὶ ὅμοιοι γίνονταί τινες ὥσπερ τὰ εἴδη οὕτως καὶ τοὺς θυμούς. παράδειγμα δὲ φέρει τὸν κρινόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τῷ πλῆξαι αὐτόν· ῾ καὶ οὗτος᾿ , ἔφη, ῾ ὁ νῦν ἐμοῦ κατηγορῶν᾿ , δείξας τὸν πατέρα, ῾ ἔπληξε τὸν ἑαυτοῦ πατέρα᾿ , καὶ πάλιν δείξας τὸν υἱόν ῾ καὶ οὗτος᾿ ἔφη, ‘ἐμὲ πλήξει, ὅταν ἀνὴρ γένηται᾿ . μέμνηται δέ, ὅτι καὶ ἑλκόμενός τις ὑπὸ τοῦ υἱοῦ, ἐπειδὴ πρὸς ταῖς θύραις ἐγ.ένετο, παύεσθαι τὸν υἱὸν ἔλεγε· ‘καὶ γὰρ ἐγώ᾿ , ἔφη, ῾ μέχρις ἐνταῦθα εἵλκυσα τὸν πατέρα᾿.
Ἔτι ἀδικώτεροι, φησίν, οἱ ἐπιβουλότεροι· ὁ μὲν οὖν διὰ θυμὸν ποιῶν οὐκ ἐπίβουλος ἁπλοῦν γὰρ ὁ θυμός), ἡ δὲ ἐπιθυμία ἐπίβουλος. χρῆται δὲ ἐνδόξοις πίστεσι, παρατιθεὶς τὰ ὑπὸ τῶν ποιητῶν περὶ ἐπιθυμίας λεχθέντα. εἰ οὖν ἀδικωτέρα ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ αἰσχίων ἂν εἴη, καὶ διὰ τοῦτο καὶ ἁπλῶς ἀκρασία καὶ κακία πὼς. οὐκ εἶπε, δὲ αὐτὴν ἀπλῶς ἀλλὰ πὼς κακίαν διὰ τὸ μὴ ὅλης εἶναι τῆς ψυχῆς, ἀλλὰ μέρους τινός, ὡς εἴρηται πολλάκις. ἔτι οὐδεὶς λυπούμενος ὑβρίζει, ὁ δὲ ὀργῇ ποιῶν. ὁ δὲ ὑβρίζων πᾶς μεθ’ ἡδονῆς. τοῦτο δὲ προσέθηκεν ἐπιρρωνὺς τὴν πρώἀκρασία [*](3 Ν: ἀκρασίας Z 7 ἢ Z: καὶ Ν 8 ἀκρατεῖ corr. ex ἀκρατῆ N 12 ἐναντίως Ν 18 δείξη Ν: δόξη Z 20 προβιβα΄ ΖΝ 22 δ’ ἐπιθυμητικῶν Z, nisi quod pro litteris τικ lacuna: δὲ τῶν θυμητικῶν Ν 23 παράδειγμα Z: παραδείγματα N 25 ἔπληξαι Z 29 ἐπιβουλότεροι]. τεροι lac. Z 31 περὶ ἐπιθυμίας Ν: περὶ ὧν . . . . . μίας Z 34 ὅλης scripsi: ὅλως ΖΝ 35 τινός ὡς] lac. Z inter δὲ et ὀργῇ lac. quinque fere litteianiin ZN ποιῶν· ὁ δὲ ὕβρι] lac. Z 36. p. 129,1 ὺς τὴν πρώτην] lac. Z)
῾Ως μὲν τοίνυν αἰσχίων ἕως παιδιώδης ἐστίν.
Ότι μὲν αἰσχίων ἡ περὶ ἐπιθυμίαν ἀκρασία τῆς περὶ θυμόν, εἴρηται καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς. αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἐπιθυμιῶν καὶ ἡδονῶν τὰς διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται αἱ μέν εἰσιν ἀνθρώπιναι θρώπιναι καὶ ἡδοναὶ καὶ φύσι καὶ τῷ γένει· αὗται δέ εἰσιν αἱ ἀναγκαῖαι καὶ τῶν ἀναγκαίων εἰς τὸ ζῆν γενόμεναι. φησὶ δὲ αὐτὰς φυσικάς, κἂν τῷ μεγέθει ὦσι φυσικαί· αἱ γὰρ ὑπερβάλλουσαι τὸ δέον ὑπερβάλλουσι καὶ τοὺς τῆς φύσεως ὅρους· ἔνιαι δέ εἰσι τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν θηριώδεις διαθέσεις ἔχουσαι, αἱ δὲ διὰ πηρώσεις καὶ νοσήματα, αἷς χαίρουσιν οἱ πεπηρωμένοι, ὡς ἐλέγετο ἔμπροσθεν, κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα καὶ οἱ νοσηματωδῶς διακείμενοι. τούτων δὲ περὶ μόνον τὰς πρώτας τῶν εἰρημένων σωφροσύνη καὶ ἀκολασία ἐστίν· περὶ γὰρ ἰὰς ἀνθρωπίνας, μετὰ προαιρέσεως δὲ ἑκατέρα. διόπερ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκόλαστα λέγομεν, διὰ τὸ μὴ ἔχειν αὐτὰ προαίρεσιν μηδὲ λογισμόν· κατὰ μεταφορὰν δὲ ἐνίοτε σώφρονα λέγομεν ὅλα τινὰ γένη ζῴων καὶ ἀκόλαστα, τὴν διαφορὰν ὁρῶντες, ἣν ἔχει πρὸς ἄλληλα γένη, οἷον ἔνια μὲν ἀκόλαστα λέγομεν διὰ τὸ ὀχευτικὰ εἶναι, ἔνια δὲ διὰ σιναμωρίαν καὶ τὸ παμφάγα εἶναι. κυρίως δὲ οὐδὲν τῶν θηρίων ἀκόλαστον (οὐ γὰρ ἔχει λογισμόν), ἀλλ’ φησί, τῆς φύσεως, τουτέστιν ἔοικε τοῖς ἐξεστηκόσι τῆς φύσεως καὶ μαινομένοις τῶν ἀνθρώπων. ἔλαττον δὲ θηριότης κακίας τῷ ψεκτὴ εἶναι. ἡ μὲν γὰρ θηριότης μανίᾳ τινὶ ἔοικε, διὸ οὐ ψέγεται ὡς οὐκ οὖσα ἑκούσιος, ἡ δὲ κακία ὡς ἑκούσιος ψέγεται, ἐπεὶ ἔλαττόν ἐστι κακὸν ἡ θηριότης τῆς κακίας τῷ ἧττον εἶναι κακοῦργος. ὥσπερ γὰρ τὸ θηρίον οὐκ ἔστι κακοῦργον [*](1. 2 οὐδέποτε· ἄμα δὲ] lac. Z 2 τὴν δι’ ἐπιθυμίαν τῆς διὰ θυμὸν scripsi: τὴν ἐπιθυμίαν ZN 3 διὰ θυμὸν ἀκρατ] lac. Z 6 ὀργίζεσθαι N: ὀργίζεται Z 8 ἕως N: lac. Z 9 ἐπιθυμίαν ZN et Arist. Mb: ἐπιθυμίας Arist. vulg. 10 ἀκρασία ΖΝ et Arist. Μb: ἡ ἀκρασία Arist. vulg. ἐπιθυμίας Arist.: ἐπιθυμίαν ΖΝ 12 εἴρηται] Γ 13 p. 1118b8sqq. sqq. 12. 13 ἀνθρώπιναι ZN et Arist. Kb: ἀνθρωπικαὶ Arist. vulg. 14 καὶ τῶν ἁ] lac. Z 15 φυσικαὶ] lac. Z 16 ἔνιαι] ἔν . . . Z ἐπιθυμῶν Z 17 δι’ . . . ῥώσεις Z 19 νοσηματοδῶς Z 21 δὲ om. N ἑκατέρα scripsi: ἑκατέρας ZN 23 ἐνίοτε corr. ex ἐνιόται N 25 ὀχευτικὰ Ν: εὐχετικὰ Z σιναμωρίαν] τινα μωρίαν ZN φάγα εἶναι] lac. Z 27 ἐξεστικόσι Z 28 μενομένης Ν τῶ Ν: τὸ Z 29 οὖσα ἑκούσιον Z 30 ψέγεται Ν: ψεύδεται Z Comment. Arist. XIX. Aspasius. 9)
᾿Εν δὲ τοῖς ἑξῆς βούλεται μὲν διορίσαι, ᾧ διαφέρει ὁ μὲν ἐγκρατὴς τοῦ καρτερικοῦ, ὁ δὲ ἀκρατὴς τοῦ μαλακοῦ· ἐν δὲ τούτῳ φανερὸν ποιεῖ καὶ τίνα διαφορὰν ἔχει ἡ τῶν πολλῶν ἕξις πρὸς τὴν τῶν ἐγκρατῶν καὶ ἀκρατῶν. περὶ γὰρ τὰς δι’ ἁφῆς καὶ γεύσεως ἡὸονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς φησιν; ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ 〈κρείττους, ἔστ’. δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ〉 ἥττους. ὁ μὲν οὖν τῶν ἡδονῶν ἐπὶ πλέον κρατῶν ἢ οἱ πολλοὶ ἐγκρατής, ὁ δὲ ἡττώμενος καὶ ὧν οἱ πολλοὶ κρατοῦσιν ἀκρατής, ὥστ’ ἐν μεθορίῳ πὼς τοὺς πολλοὺς περὶ τὰς ἡδονὰς τῶν τε ἀκρατῶν καὶ τῶν ἐγκρατῶν 〈εἶναι, τῶν μὲν ἐγκρατῶν〉 ἡττωμένους, τῶν δ’ ἀκρατῶν ἀμείνους ὄντας. ὁμοίως δὲ περὶ τὰς λύπας· ὁ μὲν γὰρ καρτερικὸς ὑπομένει πόνους καὶ ἀλγηδόνας, ἃς οἱ πολλοὶ οὐχ ὑπομένουσιν, ὁ δὲ ἀκρατὴς οὐδὲ ἃς οἱ πολλοὶ λύπας ὑπομένουσιν, ἀνέχεται, ὥστε πάλιν περὶ πόνους ἐν [*](2 τὸ θηρίον] lac. Z 3 οὐ διέφθαρται] lac. Z 4 ἔχει· ἐν] lac. Z 5 ἐνὼν N: ἐν Z ἐν δὲ τῷ θῆ] lac. Z τῇ θηριωδείᾳ Dieis: τῆ θηριώδει ZN 16 ουργεῖν ὁ μέν ἔχων τὸν] lac. Z δύναται N: δὲ δύναται Z 7 to συμβάλλειν θήριόν ἢ θηριωδείαν] lac. Z 8 άλλειν ἄψυχον πρὸς ἔμψυχον] lac. Z ἔχει bis Z 10 ψυχικὴν Z: ψυχὴν N 14 συμβάλλοι (R): συμβάλλει ZN 17 πρὸς ποιοὺς addidi δίκον πρὸς] lac. Z 18 ἔχοντα] lac. Z 19 ἔστι Z: ἔτι N 19 inter ὥσπερ et κακουργότερον 54 fere litterarum spatium ZN 22 ἑξῆς scripsi: θηρίοις ZN βούλεται Z: βουλεύεται N ὁ μὲν N: ὁ μὲν γὰρ Z 26 μὲν οὖν ZN et Arist. Mb: μὲν Arist. vulg. 27 κρείττους—πολλοὶ ex Arist. addidi 29 μεθώρίω Z πολλοὺς corr. ex πόλους N 30 εἶναι, τῶν μὲν ἐγκρατῶν inseruit Diels 31. 32 καρτερικὸς corr. ex καρτερικῶς N)
’Ev μὲν οὖν τοῖς εἰρημένοις τὸν ἐγκρατῆ καὶ ἀκρατῆ τοῦ καρτερικοῦ ἐχώρισε καὶ τοῦ μαλακοῦ· μετὰ δὲ ταῦτα βούλεται πάντας ἀλλήλων διαστῆναι, σώφρονα καὶ ἀκόλαστον καὶ ἐγκρατῆ καὶ ἀκρατῆ, ἔτι δὲ καρτερικὸν καὶ μαλακόν. δεδήλωνται μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν αἱ διαφοραὶ αὐτῶν αἱ πρὸς ἀλλήλους. ὅμως δὲ πειρᾶται ἔτι σαφέστερον καὶ γνωριμώτερον διελεῖν περὶ αὐτῶν. ἐπεὶ γὰρ ἔνιαι, φησί, τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἳ δ’ οὔ, ἀναγκαῖαι μὲν αἱ φυσικαὶ <καὶ> ἐκ τῶν εἰς τὸ ζῆν ἡμῖν προσγινόμεναι, οὐκ ἀναγκαῖαι δὲ αἱ μὴ τοιαῦται, ὧν αἱ μὲν ἀπὸ τῶν δι’ αὑτὰ αἱρετῶν, οἷον τιμῆς νίκης, αἱ δὲ ἀπὸ τῶν παρὰ φύσιν καὶ αἰσχρῶν. εἰσὶ δὲ καὶ <αἱ> ἀναγκαῖαι μέχρι τινὸς ἀναγκαῖαι. † ὡς δὲ καὶ αἰ ἐλλείψεις. αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἐπιθυμίας καὶ λύπας· καὶ γὰρ τούτων αἱ μὲν ἀναγκαῖαι αἱ δ’ οὔ. ἀκόλ·αστος μὲν οὖν ἐστιν ὁ τὰς ὑπερβολὰς τῶν ἡδονῶν διώκων ἢ καθ’ ὑπερβολήν· κἂν γὰρ μὴ ὑπερβάλλουσα ἡδονὴν διώκῃ, σφοδρῶς δὲ καὶ καθ’ ὑπερβολήν, ἀκόλαστός ἐστι· τοῦ γὰρ σώφρονος τὸ μηδὲν ἄγαν διώκειν μηδὲ σφοδρῶς τῶν ἡδέων. ἔστι δὲ ἰοῦ ἀκολάστου καὶ διὰ προαίρεσιν τοῦτο ποιεῖν παρὰ τὴν * * * ἡδονὰς διώκειν αὐτόν * * * τὰς ἀκολάστους. ἔτι οὐκ ἀπόχρη διὰ προαίρεσιν διώκειν ἃς οὐ προσήκει τῶν ἡδονῶν, ἀλλὰ καὶ δι’ αὑτὰς αἱρεῖσθαι. ἄν γὰρ προαιρούμενος μὲν διώκῃ, οἷον μοιχεύῃ, [καὶ] μὴ μέντοι διὰ τὴν τῶν ἀφροδισίων ἀπόλαυσιν, ἀλλ’ ἵνα λαμβάνῃ, οὐκ ἀκόλαστός ἐστιν ἀλλὰ μᾶλλον ἀνελεύθερος. ἀκόλαστος οὖν ὁ πάντα ἔχων τὰ εἰρημένα. ἀνάγκη δὲ τὸν τοιοῦτον μὴ εἶναι μεταμελητικὸν διὰ τὸ κατὰ προαίρεσιν ποιεῖν, ὥστε ἀνίατος· ὁ γὰρ αμεταμέλητος ἀνίατος· καὶ ταύτῃ χείρων τοῦ ἀκρατοῦς. μεταμελητικὸς γὰρ ὁ [*](1 καὶ τῆς Z: καὶ Ν 6 ἢ μηδὲ Ν: ἡ μὴ καὶ Z ἀλγιδόνα N μίαν τοῦ λόγου] lac. Z 7 inter μὲν et τὰς ἡδονὰς lac. 24 fere litterarum N: 30 fere Z 16 διελεῖν N: δηλεῖν Z 17. 18 αἲ δ’ οὔ] lac. Z 18 καὶ addidi 18. 19 ὢν προσ] lac. Z 19 μὴ scripsi: μὲν ZN 21 αἱ prius add. Diels αἱ alterum om. N fortasse sic sententiam assequamur: οὐκ ἀναγκαῖαι δὲ αἱ ὑπερβολαί, ὁμοίως δὲ καὶ αἱ ἐλλείψεις 24 ὑπερβάλουσαν Z διώκῃ corr. ex διώκει N 27 προαίρεσιν Z: προαιρέσεως N ante ἡδονὰς lac. 12 fere litterarum ZN ante τῆς lac. 10 fere litt. Z: 8 N 29 αἱρεῖσθαι Z: ἐρεῖσθαι N 30 μηχεύη Z καὶ seclusit Diels 31 λαμβάνει N 34 ταύτῃ Z: ταῦτα N)
Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὸν ἀκόλαστον. ὁμοίως γάρ, φησί, καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας μὴ δι’ ἧτταν ἀλλὰ διὰ προαίρεσιν. καὶ γὰρ τοῦ ἀκολάστου φεύγειν τἀς σωματικὰς λύπας, οἷον τὰς ἀπὸ πείνης ἢ δίψης ἢ ἄλλου τινὸς τοιούτου, μὴ δι’ ἧτταν λυπῶν, τὰ ἐναντία κελεύοντος τοῦ λόγου, ἀλλὰ διὰ προαίρεσιν. ὁ μὲν γὰρ ἡττώμενος τῶν λυπῶν τῶν σωματικῶν, ὑπομένειν κελεύοντος τοῦ λόγου μαλακός, ὁ δὲ ἅμα μὲν ἡττώμενος τῶν λυπῶν ἅμα δὲ καὶ τὸν λόγον ἔχων διεφθαρμένον καὶ κελεύοντα μηδ’ ὅλως λυπηρῶν ἀνέχεσθαι σωματικῶν ἀκόλαστος. καὶ διὰ τοῦτο λέγεται ὁ ἀκόλαστος περὶ ἡδονὰς καὶ λύπας * * * ὅτι ἡδονὰς αἰσχρὰς αἱρεῖται καὶ λύπας οὐ μόνον <τὰς> κατ’ ἐπιθυμίαν καὶ πόνους καλοὺς φεύγει καὶ ἀλγηδόνας προαιρέσει καὶ ἔοικε κατὰ μὲν τὸ διώκειν τὰς αἰσχρὰς ἡδονὰς προαιρούμενος χωρέεσθαι τοῦ ἀκρατοῦς, κατὰ δὲ τὸ φεύγειν τὰς καλὰς λύπας προαιρέσει χωρίζεσθαι τοῦ μαλακοῦ· καὶ γὰρ ἐκεῖνος φεύγει τὰς τοιαύτας λύπας, ἀλλ’ οὐ προαιρέσει. ὁ μὲν οὗν ἀκόλαστος κατὰ προαίρεσιν, ὡς εἴρηται, πάντα ποιεῖ· τῶν δὲ παρὰ τὴν προαίρεσιν ποιούντων ὁ μὲν ἀκρατὴς ἄγεται διὰ τὴν ἡδονήν, ὁ δὲ μαλακὸς διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε, φησίν, διαφέρουσιν ἀλλήλων. τοῦτο δὲ ἤτοι περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ μαλακοῦ εἴρηκεν ἢ μᾶλλον περὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. καὶ γὰρ ἑξῆς περὶ τούτου λέγει· φησὶ γάρ· παντὶ χείρων ἄν δόξειεν εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττει τι αἰσχρὸν ἢ εἰ σφόδρα ἐπιθυμῶν, ὡς δὴ τοῦ μὲν ἀκολάστου ἐνίοτε καὶ χωρὶς ἐπιθυμίας ἁμαρτάνοντος ἢ καὶ μετὰ ὀλίγης ἐπιθυμίας, τοῦ δὲ ἀκρατοῦς ἡττωμένου ὑπὸ μεγάλου πάθου.
Ἀντικεῖσθαι δὲ λέγει τὸν ἐγκρατῆ τῷ ἀκρατεῖ, τῷ δὲ καρτερικῷ τὸν μαλακόν. μετὰ ταῦτα τὴν διαφορὰν ἔτι γνωριμωτέραν ποιῶν τῆς ἐγκρατείας καὶ τῆς καρτερίας τὸ μὲν καρτερεῖν εἶναί φησιν ἐν τῷ ἀντέχειν πρὸς τὰς ἀλγηδόνας, τὸ δ΄ ἐγκρατεύεσθαι ἐν τῷ κρατεῖν τῶν ἡδονῶν. ἕτερον δὲ τὸ ἀντέχειν καὶ τὸ κρατεῖν· τὸ μὲν γὰρ ἔοικε τῷ μὴ ἡττᾶσθαι, τὸ δὲ κρατεῖν τῷ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας, ὅσον τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. πάλιν δὲ τὸν μαλακὸν ἐνδιδόναι λέγει καὶ πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσιν, μαλακὸν αὐτὸν καὶ τρυφητὴν ὄντα. ἡ γὰρ τρυφὴ μα- [*](2. 3 ἐν τοῖς κατ’ ἀρχὰς λόγοις] Β 2 p. 1104a 24 12 post λύπας lac. 12 fere litt. Ν, 28 fere Z αἱρεῖται scripsi: ἐρεῖται ZN 13 τὰς add. Diels καλοὺς Diels: κακοὺς ΖΝ 15 τοῦ ἀκρατοῦς] lac. Z καλὰς Ν: κακὰς Z 17 ὁ μὲν] lac. Z 18 παρὰ Z: περὶ Ν 21 τοῦ (ante ἀκολάστου) om. Z 22 ἑξῆς scripsi: ἐξ ὧν ZN τούτου scripsi: τοῦ ZN χείρων Arist.: χείρονα ZN 23 εἴ τις Z: ἤ τις N πράττει ZN et Arist. L b M b: πράττοι Arist. vulg. 24 δὴ Z: δεῖ N χωρὶς] lac. Z 25 ἀκρατοῦς] ακ . . . . . . Z 27 ἐγκρατῆ corr. ex ἀκρκτῆ Ν 30 τὸ δ’] τῶ δ’ N: τοῦ Z τῷ] lac. Z 31 τὸ μὲν γὰρ ἔοικε] lac. Z τὸ δὲ Ζ: τῶ δὲ Ν 32 τῶ Z: τὸ Ν αἱρετώτερον Ν: αἱ . . . . . . . . . Z καρτερείας Ν 33 τὸν μαλακὸν] lac. Z ἃ Arist.: ἃς ΖΝ)
Ὁ δὲ παιδιώδης ἐστὶν ὁ πά.ντα παίζων· δοκεῖ δέ τισιν ἀκόλαστος εἶναι. οὔ φησιν ὁ Ἀριστοτέλης ἀλλὰ μᾶλλον μαλακός· διὰ γὰρ τὸ μὴ ἀνέχεσθαι [*](1 ἕλκει τὸ ἱ] lac. Z 2 ἄθλιος εἶναι] lac. Z ὑπὸ νόσου] lac. Z 3 δὲ ἔχειν φησιν καὶ περὶ] lac. Z 4 τερίαν καὶ μαλακίαν] lac. Z πῶς δὲ—σωματικὴν (22) edidit Rose Hermae V 105 sq. 5 μάλιστα καὶ] lac. Z 9 φανερῶς N 11 ἀλγηδόνων scripsi: ἡδονῶν ZN 12 οὐ seclusit Diels μὴ δύναται add. Diels 13 ἡττᾶται scripsi: ἡττῶνται ZN οὐ γὰρ εἴ τις] lac. Z οὔ, γὰρ—συμβαίνει (18) edidit Hase, Classical Journal XXIX 115 14 γευσά] lac. Z αὐτῆς μέμ] lac. Z ἄξιος scripsi: ἄξιον ZN 15 οἱ πολ] lac. Z 16 Ξυνοφάντω 17. 18 τελευταῖον N 18 ἐξεκάγχασαν N: ἐξεκάγχασ . . Z inter καθόλου δὴ et οἱ πολλοὶ lac. 27 fere litt. N: 40 fere Z, ubi οἱ deest 20 ᾖ scripsi: ἦν ZN τὴν addidi, sed timeo ne ἡ διὰ νόσον cum Aristotele scribendum sit 21 τρέφεσθαι] . . . φεσθαι Z 23 οὖν om. Z τοῦτ’ αὐτοὺς N: τοῦο . . . . . Z 24 τοῦτο τοῖς Z: τοῦ τοῖς Ν νενε] lac. Z 25 λύ’ πρὸς] lac. Z 26 ἴδιον] lac. Z θήλεος N: λεὸς lac. absumpt. Z 27 ρεν καὶ] lac. Z 28. 26 ἤλει· ὁ δὲ] lac. Z 29 παιδιώδεις N; παιδίω Z 30 ὁ om. N)
Ἀκρασίας δὲ τὸ μὲν προπέτεια ἕως πρὸς ἀλλήλας εἴρηται.
Ἀκρασίας δὲ δύο εἴδη λέγει, τὸ μὲν προπέτειαν τὸ δὲ ἀσθένειαν. ὅσοι μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς. ὡς γὰρ τὰ ἀσθενῆ σώματα ῥαδίως ἁλίσκεται ὑπὸ τῶν παθῶν καὶ ἡττᾶται, οὕτω καὶ αἱ ἀσθενεῖς ψυχαὶ ῥαδίως ἐνδιδόασιν τοῖς πάθεσιν. ἔτι ὅσοι φύσει ὄντες ἰσχυροὶ ὑπὸ τῶν ἡττόνων ἡττῶνται διὰ τὴν ἀσθένειαν. δοκοῦσιν * * * ἐπειδὴ ὁ λογισμὸς φύσει * * * ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται αὐτῆς ἀσθενὴς φαίνεται. ὅσοι δὲ ἄγοντι ὑπὸ τοῦ πάθους διὰ τὸ μὴ ὅλως βουλεύσασθαι τὴν προπετῆ ἔχουσιν ἀκρασίαν. ἔνιοι μὲν γὰρ ὥσπερ οἱ προγαργαλισθέντες ὕστερον οὐ γαργαλίζονται, οὕτως προβουλευσάμενοι καὶ διεγείραντες τὸν λογισμὸν οὐχ ἡττῶνται τοῦ πάθους. οἱ δὲ προπετεῖς κατὰ τὴν ἀκρασίαν διὰ τὸ μὴ ὅλως προβουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους. ὡς ἐπὶ τὸ πολὺ δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς εἰσιν· ἀκολουθοῦσι γὰρ τῇ τοῦ ἡδέος φαντασίᾳ οὐκ ἀναμένοντες τὸν λόγον· ἅμα γὰρ ἐφαντάσθησαν ὅτι ἡδὺ καὶ διώκουσι. ἀκολουθοῦσι δὲ τῇ φαντασίᾳ τοῦ ἡδέος εὐθέως οἱ μὲν ὀξεῖς διὰ τὴν ὀξύτητα τῆς φύσεως, οἱ δὲ μελαγχολικοὶ διὰ τὴν σφοδρότητά πῶς οὖν οἱ προπετεῖς ἔχουσιν ἐναντίον τὸν λόγον τῇ ἐπιθυμίᾳ, εἴ γε μὴ προβουλεύονται; εἰ ἔνεστιν καὶ ἐν τοῖς τοιούτοις λόγος ἀπαγορεύων ταῖς αἰσχραῖς ἐπιθυμίαις ἐνδιδόναι διὰ δὲ τὴν σφοδρότητα ἢ ταχυτῆτα, ὅταν προσπέσῃ τὸ πάθος, οἷον ὑπὸ ἀχλύος τινὸς ἐπισκοτηθέντες τότε οὐχ ὁρῶσι τὸν ἐν αὑτοῖς λόγον οὐδ’ ἂν] ἀναμένουσι βουλὴν ἢ σκέψιν.
Πάλιν δὲ συγκρίνων τὸν ἀκρατῆ καὶ ἀκόλαστον, τὸν μὲν ἀκόλαστον οὗ φησιν εἶναι μεταμελητικόν (καὶ γὰρ προελόμενος ποιεῖ καὶ διὰ τοῦτο πράξας ἐμμένει τῇ προαιρέσει), ὁ δὲ ἀκρατὴς πᾶς μεταμελητικός, ἐάν τε τὴν προπετῆ [*](1 τὴν σπουδὴν] lac. Z 1. 2 ’ναι δὲ δεῖ ὅ] lac. Z 3 περβάλλει—μαλακία (4) lac. Z λέγοιτο corr. ex λέγειτο N ὁ delevi 4 μαλακία scripsi: μαλακίας N 5 ἕως πρὸς ἀλλήλας] lac. Z ἀλλήλας Arist.: ἀλλήλους N 7 προπέτααν] lac. Z 11 ὅσοι Ζ: οἱ N 12 post δοκοῦσιν lac. 23 fere litterarum N: 10 fere Z 12. 13 post φύσει lac. 20 fere litterarum N: 12 fere Z 13 ἀσθενεῖς N 14 προπετεῖ N 15 ὥσπερ οἱ] lac. Z οἱ N et Arist. O b: om. Arist. vulg. προγααργαλισθέντες ZN et Arist. L b M b: προγαργαλίσαντες Arist. vulg. 16 προβουλευσάμενοι—ἀκρασίαν (17)] lac. Z 19 προπετεῖ N 21 ἀκολουθούσῃ N ἡδέως N 24 λόγος ἀπαγορεύων scripsi cf. p. 141,3: λόγοις ἀπαγορεύονται ZN 25 προσπέσει N 26 ὑπο Z: ἐπὶ N, in marg. γρ. ὑπὸ ἐπισκοτηθέντες scripsi: ἐπισκοτηθὲν ZN αὑτοῖς scripsi: αὐτῶ ZN ἄν delevi 27 σκέψην N 28 συγκρῖνον N 29 καὶ (ante διὰ)] lac. Z 30 μεταβολικός Ζ)
Αὐτῶν δὲ τῶν ἀκρατῶν βελτίους οἱ ἐκστατικοί. οὗτοι δέ εἰσιν οὓς πρόσθεν ἔλεγε προπετεῖς ἢ οἱ τὸν λόγον μὲν ἔχοντες, μὴ ἐμμένοντες δέ. τούτους δὲ λέγει προβεβουλευμένους μὲν καὶ προεσκεμμένους, μὴ ἐμμένοντας δὲ τοῖς δόξασι. χείρους δὲ αὐτοὺς λέγει, ἐπειδὴ ὑπὸ ἐλάττονος πάθους ἡττῶνται· τεκμήριον δὲ τοῦ μεῖζον εἶναι τὸ πάθος τῶν τὴν προπετῆ ἀκρασίαν ἀκρατευομένων τὸ μηδὲ τοῦ βουλεύσασθαι αὐτοὺς † ἀκρασίαν παρέχειν. ἅuα δὲ καὶ διὰ τὸ ὀξεῖς οἱ μελαγχολικοὶ εἶναι σφοδρότερα ἔχουσι τὰ πάθη· τὸ δὲ ὑπὸ μείζονος ἡττηθῆναι συγγνώμης δοκεῖ μᾶλλον ἄξιον. ἔτι οὐκ ἀπροβούλευτοι ἔρχονται ἐπὶ τὰ ἁμαρτήματα οἱ τὴν ἀσθενῆ ἔχοντες ἀκρασίαν. διὰ τοῦτο οὖν χείρους τῶν ἑτέρων· συγγνώμης γὰρ ἄξιοι μᾶλλον οἱ μὴ προϊδόντες μήτε τὸ βλαβερὸν μήτε τὸ αἰσχρὸν τοῦ πρακτοῦ πράγματος καὶ διὰ τοῦτο ἁμαρτάνοντες· οἱ προϊδόντες μὲν καὶ βουλευσάμενοι οὐδὲν ἧττον ἁμαρτάνουσιν. ὅμοιος γάρ, φησίν, ὁ ἀκρατὴς τοῖς μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάττονος ἡ οἱ πολλοί. τοῦτο δὲ πρότερον λέγεται περὶ τῶν τὴν [*](1 ἀσθενῆ] ἀσθε . . Z ἀκρασίαν] ἀκρασία N: ἄκρας . . Z ἡ] lac. Z 2 οὐχ addidi ἠπορήκαμεν ZN: ἠπορήσαμεν Arist. 3 τῶ Z: τὸ N ἔλεγε] c. 3 p. 1146a 31 4 τιουμένου ὅμως] lac. Z 5 νῦν δὲ] lac. Z χείρω] lac. Z 6 ἀκρατῆ καὶ ἴασιμον] lac. Z ἡ Ν: ὁ Z 6.7 μοχθηρία τῶν νοσημάτων] lac. Z 9 τὰ συνεχῆ (R)] συνεχῆ Z: καὶ συνεχῆ N 12 ἐπιληψεία N 15 ἀκολασίας ZN: κακώς Aristoteles ἀκρασία scripsi ex Aristotele: ἀκολασία ZN 16. 17 τοῦτο γὰρ οὐκ Diels: τοῦτο γε N: lac. Z οἶδε N: δε N 17 πράτῃ N ἃ οἴεται Diels: τε γὰρ ZN εἰ] lac. Z 18 ἑαυτῇ ΖΝ 21 μὴ] ἀλλ’ ZN 25 ἀκρασίαν] fort, εὐκαιρίαν scribendum 26 ἔχουσι scripsi: ἔχουσα ZN 28 ἔχοντες] lac. Z 29 οὖν scripsi: οὐ ZN χείρων N ἄξιον Z 30 ακτοῦ] lac. Z 31 ἁμαρτάνοντες ἢ οἳ Diels μὲν om. Z 32 ἀκρατὴς τοῖς] lac, Z 33 οἱ N: ὄις· Z πολλοὶ] lac. Z)
Εἶτα ἐπαναλαβὼν πάλιν τί λέγει; σώφρων μὲν οὖν ὁ τοιοῦτος· δῆλον ὁ καὶ τὸν λόγον ὀρθὸν καὶ τὸ πάθος ἔχων περὶ τὰς σωματικὰς ἡδονάς· ἀκόλαστος δὲ ὁ ἐναντίος. ὁ δὲ ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον ἀκρατής· εἰ γὰρ καὶ ὅτι μάλιστα ἰδίως λέγονται ἐκστατικοὶ οἱ τὴν προπετῆ ἀκρασίαν ἀκρατεῖς, ὅμως ἔστιν ὡς πάντες ἐκστατικοὶ λέγοιντο ἄν οἱ ἀκρατεῖς τῷ ὑπὸ τοὐ πάθους ἐξίστασθαι καὶ διὰ τοῦτο μὴ καθορᾶν τρόπον τινὰ τὸν ἐν αὐτοῖς λόγον. τοῦ δ’ ἀκρατοῦς τοσοῦτον κρατεῖ τὸ πάθος ὅσον μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον, οὐ μὴν ὥστε πεπεῖσθαι διώκειν τὰς μὴ καλὰς ἡδονάς. οὐ γὰρ διαφθείρεται αὐτῷ ὁ λόγος ὑπὸ τῆς ἐπιθυμίας, ἀλλὰ μόνον κατισχύεται· βελτίων δ’ ἐστὶν τοῦ ἀκολάστου· σώζεται γὰρ τὸ βέλτιστον ἐν αὐτῷ, ἡ ἀρχή· λέγει δὲ ἀρχὴν τὸν λογισμόν. ἄλλως δ’ ἐστὶν ἐναντίος τῷ ἀκρατεῖ ὁ ἐγκρατής, ὃν λέγει ἐμμενετικὸν εἶναι τῷ λόγῳ διὰ τὸ πάθος, ἐπειδὴ προελθῶν λέγει τὸν ἰσχυρογνώμονα ἐμμενετικὸν εἶναι τῇ αὑτοῦ δόξῃ οὐ διὰ πάθος ἀλλὰ λόγον. ὡς εἰπεῖν δὲ σαφέστερον, ὁ μὲν ἐγκρατὴς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ κρατεῖν αὐτοῦ τὸ πάθος, ὁ δὲ ἰσχυρογνώμων καὶ αὐτὸς ἐμμενετικὸς εἶναι λέγεται τῇ αὑτοῦ δόξῃ διὰ τὸ μὴ ἡττᾶσθαι τοῦ ἐναντιουμένου αὐτῷ λόγου. καὶ φανερὸν ὅτι ἡ μὲν ἀκρασία φαύλη ἕξις, ἡ ο ἐγκράτεια σπουδαία.
Ζητεῖ δὲ ἑξῆς, πότερον ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ ἐμμένων ἢ ὁ τῷ ἀληθεῖ καὶ ὁ προαιρέσει ὁποιᾳοῦν ἐμμένων ἢ ὁ τῇ ὀρθῇ π·ροαιρέσει. προαίρεσιν δὲ ἤτοι ταὐτὸν νῦν τῷ λόγῳ εἴληφεν ἐκ παραλλήλου ἢ τὴν βούλησιν ὀνομάζει προαίρεσιν ἢ νὴ Δία προαίρεσιν ὅλως λέγει τὸ ἐκ τοῦ λόγου καὶ τῆς βουλήσεως, ἐπειδὴ ἡ προαίρεσις ἐξ ὀρέξεώς ἐστι καὶ λόγου. ἔστι δὲ ἡ βούλησις ὄρεξις, ἐμμένει δὲ ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ καὶ τῇ βουλήσει καταγωνιζόμενος ἑτέραν τινὰ ὄρεξιν τὴν ἐπιθυμητικήν. καὶ περὶ τοῦ ἀκρατοῦς δὲ ἡ αὐτὴ ἀπορία, εἰ ἀκρατής ἐστιν ὁ ὁποιᾳοῦν προαιρέσει καὶ ὁ ὁποιῳοῦν λόγῳ μὴ ἐμμένων ἢ ὁ τῷ ψευδεῖ λόγῳ καὶ τῇ προαιρ·έσει τῇ μὴ ὀρθῇ. φησὶ δὲ κατὰ συμβεβηκὸς μὲν εἶναι ἐγκρατῆ τὸν ὁποιῳοῦν λόγῳ ἐμμένοντα [*](2 κατ’ εἴδειν N 4 ὁ N: ὅτι Z 6 τίος verbi ἐναντίος] lac. Z ὁ δὲ N: ἡ δὲ Z 7 προπετεῖ N 8 ὅμως ἔστιν ὡς] lac. Z λέγοιντο scripsi: λέγονται ZN 10 διακρατοῦς N κρατεῖ Z: κατὰ N τὰ κατὰ Z 11 ὀρθὸν] lac. Z μὴ Diels: μὲν ZN 12 δία verbi διαφθείρεται] lac. Z θυμίας] lac. Z μόνον scripsi: μένων ZN 13 βελτίον’ N σώζεται] lac. Z 14 ἄλλως δ’ ἐστὶν ἐναντίος τῷ ἀκρατεῖ] lac. Z ἀκρατῆ N 15 λόγῳ διὰ τὸ πάθος, ἐπειδὴ] lac. Z 15. 16 προελθὼν] c. 10 p. 1151b 12 16 ἐμμενετικὸν εἶναι τῇ αὑτοῦ] lac. Z αὑτοῦ] αὐτοῦ N 17 σαφέστερον ὁ μὲν ἐγκρατὴς] lac. Z 18 αὑτοῦ] αὐτοῦ ZN 19 αὑτοῦ] αὐτοῦ ZN 20 αὐτῷ om. Z 21 ἲς ἡ] lac. Z 24 ταὐτῶ N ἢ N: τὸ Z 25 νὴ N: μὴ Z προαιρέσεως (ante ὅλως) Z ὅλως scripsi: ὅλον ZN 26 ὡς· ἐπειδὴ] lac. Z 26 ὀρέξεος Z 27 οἰμμένει N 29 ἀπορεία N καὶ ὁ ὁποιῳοῦν—τῇ (30)] om. Z 29. 30 ὁποιοῦν N 30 ψευδῆ N 31 δὲ Ζ: δεῖ N)
Τοὺς δ’ ἰσχυρογνώμονας ἔνιοι μὲν διὰ τὸ ἐμμενετικοὺς εἶναι τῇ αὑτῶν δόξῃ ἰαὶ δυσπείστους ἐγκρατεῖς νομίζουσιν· ὁ δὲ Ἀριστοτέλης ὅμοιον μέν τι φησὶν αὐτὸν ἔχειν κατὰ τὴν φαντασίαν τῷ ἐγκρατεῖ, καθάπερ καὶ τὸν θρασὺν τῷ ἀνδρείῳ καὶ τὸν χαῦνον τῷ ἐλευθερίῳ· διαφέρει δὲ κατὰ πολλά. ἰδίως δὲ νῦν τὸν χαῦνον εἶπεν ἐοικέναι τῷ ἐλευθερίῳ, ἐν ἄλλοις εἰπὼν τὸν ἄσωτον αὐτῷ ὅμοιον εἶναι κατὰ τὴν φαντασίαν. πλὴν πῶς διαφέρουσιν ὁ ἐγκρατὴς καὶ ὁ ἰσχυρογνώμων δείκνυσιν· ὁ μὲν γὰρ ἐγκρατὴς διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, τουτέστιν οὐ μεταβάλλει τὸν λόγον ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, ἐπεὶ εὔπειστός ἐστιν, ἄν τύχῃ λόγος τις ὀρθός, ἐξιὼν μεταθέσθαι ἧς πρότερον ἔσχε δόξης περὶ ὁτουοῦν· καθόλου γὰρ τὸν ἀληθῆ λόγον περὶ πλείστου ποιεῖται καὶ οὐ πάντως προθέμενος μὴ χρήσασθαι ἡδονῇ ἐμμένει, ἀλλ’ ἄν καιρὸς ᾖ καὶ λόγος αἱρῇ χρήσασθαι, προσήσεται τὴν ἡδονήν· ὁ δὲ ἰσχυρογνώμων ἐμμενετικός ἐστιν τῆ αὑτοῦ δόξῃ οὐχ ὑπὸ λόγου φησί, τουτέστιν οὐχ ἡττώμενος ὑφ’ ἑτέρου λόγου ἀμείνονος, εἰ οὕτως ἔτυχεν, ἐπεὶ ἐνίοτε οἱ ἰσχυρογνώμονες ἄγονται ὑπὸ τῶν ἐπιθυμιῶν κα ἡδονῶν ἐν οὐδενὶ ποιησάμενοι τὸν λόγον. ὡς ἐπίπαν δὲ ἰσχυρογνώμονές εἰσι καὶ ἰδιογνώμονες δι’ ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ φυλάττοντες τὴν αὑτῶν δόξαν καὶ ὡς εἰπεῖν νικῶντες τοὺς ἐναντίους λόγους τῷ μὴ μεταπείθεσθαι καὶ [*](3 προαιρέσει, οἰόμενος] lac. Z ἀληθεῖ ZN 4 διώκων δὲ παρὰ] lac. Z παρὰ scripsi: περὶ N αὑτῷ Diels: αὐτῷ libri τὰς scripsi: τῆς ZN 5 θ’ αὑτὸ δὲ] lac. Z αὐτὸ N 7 προβηβάζει N 8 τις om. Z τοδὶ διὰ τοδὶ Z: τὸ διατοδὶ N 9 γένητο N ἐρεῖται N 12 αὑτὸ] αὐτὸ ZN 14 ὁ delevi ἀληθεῖ Ν 16 ἀληθῆ N ἐμμένων] lac. Z 18. 19 τικοὺς εἶναι τῇ αὑτῶν] lac. Z αὐτῶν N 19 ἐγκρατεῖν Z 20 μέντοι N 22 πολλὰ scripsi: πολλὰς ZN ἐν ἄλλοις] Β 8 p. 1108b 22 unde huc translatum in Arist. 26 ἐπεὶ εὖ] lac. Z εὔπιστος N τὐχει N 28 πλείστους Z 29 τινὶ ἡδονὴ Ν αἱρῇ] ἐρεῖ corr. in αἱρεῖ N: αἱρεῖ Z 30 αὐτοῦ] αὐτοῦ ZN 34 αὑτῶν] αὐτῶν ZN 35 μεταπίθεσθαι N)
Εξῆς δ’ ἐπισημειοῦται ὅτι εἰσί τινες φαντασίας ἀκρατεῖς ἔχοντες, οὐκ ὄντες δὲ ἀκρατεῖς οὐδὲ ψεκτοὶ ἀλλὰ τοὐναντίον καὶ ἐπαινετοί, οἷον οἱ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένοντες δι’ ἡδονὴν ἀλλὰ καλὴν καὶ ἐπαινετήν, οἷον ὡς ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεοπτόλεμος· ἀνεπείσθη μὲν γὰρ ὑπὸ τοῦ Ὀδυσσέως τὰ ψευδῆ λέγειν πρὸς τὸν Φιλοκτήτην, οὐκ ἐμμένει δὲ χαίρων καὶ ἡδόμενος τῷ μὴ ψεύδεσθαι. ὥστε οὐ πᾶς ὁ δι’ ἡδονὴν μὴ ἐμμένων τοῖς δόξασιν ἀκρατής, ἀλλ’ ὁ δι’ αἰσχράν. βούλεται δὲ ὁ Ἀριστοτέλης καὶ τὴν ἐγκράτειαν μεσότητα εἶναι καθάπερ καὶ τὰς ἀρετάς. εἰ γὰρ μή ἐστιν ἀρετὴ ἀλλ’ ἐπαινετή γε ἕξις, καὶ αἱ παρακείμεναι αὐτῇ καθ’ ὑπερβολὴν καὶ ἔνδειαν διαθέσεις, εἰ καὶ μὴ παντελῶς κακαί, ψεκταί εἰσιν. καθάπερ οὖν τῇ σωφροσύνῃ μεσότητι οὔσῃ περὶ τὰς σωματικὰς ἡδονὰς καὶ τοῦ λόγου ὀρθοῦ ὄντος τοῦ ἐν τῷ σώφρονι καὶ τῆς ὀρέξεως παρέκειντο ὁ μὲν ἀκόλαστος ὑπερβάλλων ἐν ταῖς ἡδοναῖς, ὥστε καὶ τὸν λόγον ἐν αὐτῷ διεφθάρθαι καὶ τὴν ὄρεξιν, ὁ δὲ ἀναίσθητος ἐλλείπων καὶ μηδὲ ταῖς φυσικαῖς χρώμενος (φαῦλος δὲ καὶ ἐν αὐτῷ ὅ τε λόγος καὶ ἡ ὄρεξις), οὕτως τῷ ἐγκρατεῖ μὴ ἡττωμένῳ τῶν παρὰ τὸν λόγον ἐπιθυμιῶν διὰ τὸ ἐμμένειν τῷ λόγῳ παράκεινται ὁ μὲν ἀκρατής, ἡττώμενος μὲν ὑπὸ τῶν ἐπιθυμιῶν καὶ τῶν αἰσχρῶν ἡδονῶν, παραβαίνων δὲ τὸν ἀπαγορεύοντα λόγον αὐταῖς χρῆσθαι. καὶ οὗτος μὲν τέτακται κατὰ τὴν ὑπερβολήν· ἄλλος δέ τις ἂν εἴη οἷος ἧττον ἢ δεῖ χαίρειν τοῖς σωματικοῖς καὶ οὐκ ἐμμένων τῷ λόγῳ κελεύοντι χρῆσθαι ταῖς ἡδοναῖς. πότερον δὲ ἐπιθυμῶν ὅμως οὐκ ἐνδίδωσι ταῖς ἐπιθυμίαις ἢ οὐδὲ ἐπιθυμεῖ; ὁ μὲν γὰρ Ἀριστοτέλης ἐμφαίνει μὴ ἐπιθυμεῖν αὐτόν, λέγων ἧττον ἢ δεῖ χαίρειν αὐτὸν ταῖς σωματικαῖς ἡδοναῖς. ἆρα δὲ ἐγχωρεῖ καὶ τὸν ἐπιθυμοῦντα καὶ τοῦ λόγου κελεύοντος νῦν χρῆσθαι ταῖς ἡδοναῖς ταῖσδε ὅμως λόγον τινὰ ἔχειν ἐναντιούμενον καθόλου, ὅτι οὐ δεῖ χρῆσθαι ἡδοναῖς ἢ εἰ μὴ λόγον, ἵνα μὴ ἅμα ἐναντίοι ὦσιν ἐν αὐτῷ λόγοι ἀλλὰ βούλησιν ἢ ἄλογόν τινα ὁρμὴν ὑπὸ ἀγριότητος [*](1 μεταπείθονται Z τῷ addidi ἡ δι’ ἡδονὴν Z 3 ἄγρικοι Ν 6 ἀκρατεῖς scrlpsi: ἀκρατοῦς Z: ἀκρατοῦς N 9 Φιλοκτήτω Z 10 ψεύδη N τ΄ Φιλόκτητον Ν: Φιλοκτη Z 12 ατὴς ἀλλ’ ὁ] lac. Z 13 εἶναι] lac. Z 14 καὶ αἱ] lac. Z μεναι αὐτῇ] lac. Z αὐτῇ scripsi: αὐτὴν N 15 καὶ μὴ] lac. Z ψεκταί N: ψεκταί τε Z 20 αὐτῶ N: τῶ Z 20. 21 παρὰ τὸν Z: περὶ τῶν N 22 παραβαίνωντα N 23 οὗτος] lac. Z 24 ττον ἢ] lac. Z 25 ὄντι] lac. Z πότερον δὲ ἐπιθυμῶν—ἡδοναῖς (29) bis ΖΝ: delevit postea N 26 ἢ om. Z utrubique ἐπεθύμει ZN utrubique 27 θυμεῖν αὐ] lac. Z utrubique αὐτὸν χαίρειν αὐτὸν N loco secundo: αὐτὸν χαίρειν Z loco secundo 28 ἄρα] lac. Z utrubique ἐγχωρεῖ Z utrubique 29 χρῆσθαι] lac. Z utrubique 29. 30 ἐναντοιούμενον N 31 ὁρμὴν ὑπὸ ἄγρι’] lac. Z ἀγριότητος N: . . . . ότητα Z)
Ὅταν δὲ λέγῃ τὸν μὲν ἀκρατῆ μὴ ἐμμένειν τῷ λόγῳ διὰ τὸ μᾶλλον, τὸν δὲ διά τὸ ἧττον, τοῦτο δηλοῖ, ὅτι ὁ μὲν ἀκρατὴς οὐκ ἐμμένει διὰ τὸ μᾶλλον ἢ δεῖ εἴκειν ταῖς ἡδοναῖς, ὁ δὲ διὰ τὸ ἧττον ἢ δεῖ· τοῦτο δέ ἐστι διὰ τὸ μὴ δέχεσθαι μηδὲ ἃς δεῖ ἡδονάς. διὰ τί δὲ λέγομεν πολλάκις τὸν σώφρονα ἐγκρατῆ καὶ τὸν ἀκόλαστον ἀκρατῆ, διδάσκει· πολλὰ γάρ, φησί, καθ’ ὁμοιότητα λέγεται· ὅμοιος δὲ δοκεῖ ὁ ἐγκρατὴς τῷ σώφρονι ἑκάτερος γὰρ αὐτῶν οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν), πλὴν διαφέρουσιν, ὡς πολλάκις εἴρηται, τῷ τὸν μὲν σώφρονα μὴ ἔχειν φαύλας ἡδονάς, τὸν δὲ ἐγκρατῆ ἔχειν· καὶ ὁ μὲν σώφρων οἷος μήτε ἥδεσθαι μήτε χαίρειν ἄλλαις ἢ αἷς ὁ λόγος κελεύει ἡδοναῖς, ὁ δ’ ἐγκρατὴς τῷ μὲν νοσεῖν αὐτῷ τὸ ἐπιθυμητικὸν οἷος ἥδεσθαι ταῖς φαύλαις ἡδοναῖς, οὐ μέντοι ἄγεται ὑπ’ αὐτῶν, νικῶντος τοῦ ἐν αὐτῷ λόγου. δῆλον δὲ καὶ ὄπ ὁ ἀκόλαστος ἀκρατὴς καθ’ ὁμοιότητα λέγεται· ἀμφότεροι γὰρ τὰς σωματικὰς ἡδονὰς διώκουσι, διαφέρει δὲ ὅτι ὁ μὲν ἀκόλαστος καὶ πέπεισται διωκτέον ἀυτὰς εἶναι, ὁ δὲ οὐ πέπεισται· λέγει δὲ ὅτι οὐχ οἷόντε ἅμα φρόνιμον εἶναι καὶ ἀκρατῆ. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὁ τῷ ὄντι φρόνιμος ὅτι σπουδαῖος τὸ ἦθος καὶ πάσας ἔχων τὰς ἠθικὰς ἀρετάς, ὥστε καὶ τὴν σωφροσύνην· ἀδύνατον δὲ τὸν αὐτὸν σώφρονα καὶ ἀκρατῆ εἶναι· ἔτι φρόνιμον κυρίως καὶ κατ’ ἀλήθειαν οὐ τὸν εἰδότα μόνον τὰ δίκαια, ἀλλὰ καὶ τὸν πρακτικὸν ὧν δεῖ, καθάπερ δίκαιον οὐ τὸν εἰδότα μόνον. ὁ δ’ ἀκρατὴς οὐ πρακτικὸς τῶν δικαίων, ὥστε οὐ φρόνιμος. τὸν δὲ δεινὸν ἐνδέχεται ἀκρατῆ εἶναι· διὸ καὶ δοκεῖ φρόνιμος ἀκρατὴς εἶναι. τὸν γὰρ δεινὸν ἔνιοι φρόνιμον ὑπολαμβάνουσιν, ἔχουσι γάρ τινα ὁμοιότητα κατὰ τὸν λόγον· ἀμφότεροι γὰρ συνορατικοὶ τῶν εἰς τὸ προτεθὲν τέλος φερόντων· ἣν δὲ ἔχουσι διαφορὰν πρότερον εἴρηκεν· ἔτι δὲ οὐχ ὡς ὁ εἰδὼς τὰ πρακτὰ θεωρήματα παραβήσεται καὶ ἀκρατεύσεται, ἀλλὰ πάσχων παραπλήσιόν τι πάθος τῷ οἰνωμένῳ· ἐξίσταται γάρ πὼς καὶ [*](1 σειεν ἄν τις] lac. Z κατὰ τὴν ἔλλειψιν τετάχθαι] lac. Z 2 ῥᾳδίως] lac. Z 3. 4 τοσαύτους N 4 δόντος· ὅμως] lac. Z 7 ἡ ἐν scripsi: μὲν ZN 8 λέγει N: λε’ Z ἐμμένει N 10 ἥκειν Z 11 λέγωμεν N 12 ἔγκρατεῖ N ἀκρατεῖ N 13 ὁμοιότητας corr. ex ὁμοιότητος, ut videtur, Z 16 μηδὲ—μηδὲ ZN 17 ante χαίρειν unum verbum erasum N 18 τικὸν] lac. Z ταῖς scripsi: αὐταῖς ZN 23 ἐν τοῖς ἔμπροσθεν λόγοις] Ζ 13 p. 1145a 1 ὅτι] lac. Z 26 οὐ] lac. Z εἰδόντα Z 28 τὸν—φρόνιμος (29) om. Z ἀκρατεῖ N 30 γὰρ om. Z 31 προστεθὲν Z πρότερον] Z 13 p. 1144a 28 32 οὐχ ὡς scripsi: οὐδὲ N: om. Z ἤματ’] lac. Z 33 οἰνομένω Z)
Δῆλα δὲ ἃ καὶ μεῖά ταῦτα προσέθηκεν, ὅτι ἡ ἀκρασία καὶ ἡ έγκρατεια περὶ ὑπερβολήν ἐστι τῆς τῶν πολλῶν ἕξεως· ὁ μὲν γὰρ ἐγκρατὴς ὑπερβάλλει αὐτοὺς ἐν τῷ ἐμμένειν μᾶλλον τῷ λόγῳ καὶ μὴ χρῆσθαι αἷς ἐκεῖνοι χρῶνται ἡδοναῖς, ὁ δὲ ἀκρατὴς ὑπερβάλλει τῷ χείρων αὐτῶν εἶναι καὶ μ·ηδὲ ὧν ἀπέχονται, δυνατὸς εἶναι τούτων ἀφίστασθαι καὶ ταῦτα κελεύοντος τοῦ ἐν αὐτῷ λόγου. εὐιατοτέραν δὲ λέγει τὴν τῶν μελαγχολικῶν καὶ ὅλως τὴν προπετεστέραν λεγομένην ἀκρασίαν τῆς τῶν βουλευομένων μέν, μὴ ἐμμενοντων δέ δῆλον γὰρ ὡς ἂν ἐθισθῶσι βουλεύεσθαι οἱ προπετεῖς, ταχὺ μεταβάλλονται)· ἔτι τοὺς δι’ ἔθους ἀκρατεῖς εὐιατοτέρους τῶν διὰ φύσεως· δυσμετακινητον γὰρ ἡ φύσις· καὶ τὸ ἔθος γὰρ διὰ τοῦτο δυσμετάθετον, ὅτι φύσει τι ὅμοιον ποιεῖ.
Περὶ δὲ ἡδονῆς καὶ λύπης οἰκείαν φησὶν εἶναι τὴν θεωρίαν τῷ πολιτικῷ φιλοσόφῳ. ἔστι γὰρ τοὐ τέλους ἀρχιτέκτων. διὰ τί δὲ λέγει αὐτὸν ἀρχιτέκτονα τοῦ τέλους; ἡ ὅτι πᾶς λέγεται ἀρχιτέκτων ἐκείνου, οὗ υφηγητής ἐστι τῆς κατασκευῆς; ὁ δὲ πολιτικὸς ὑφηγεῖται, ὅπως ἂν γένοιτο εὐδαιμονία. ἔτι φρόνησις ἀρχιτεκτονικὴ λέγεται, διότι τὸν λόγον παρέχει ταῖς ἠθικαῖς ἀρεταῖς. ἔστι δὲ ἡ πολιτικὴ φρόνησις περὶ πόλιν καὶ πόλεως εὐδαιμονίαν. εἰκότως οὖν καὶ αὐτὴ ἀρχιτεκτονικὴ λέγεται τοῦ τέλους καὶ ὁ ἔχων αὐτὴν ὁ πολιτικός. ἐπεὶ οὖν πρὸς̣ τὸ τέλος βλέποντες τὸ μὲν ἀγαθὸν ἁπλῶς λέγομεν τὸ δὲ κακόν, ἀγαθὸν μὲν τὸ φέρον εἰς τὸ τέλος καὶ τὴν εὐδαιμονίαν, [*](1 καθορῶν scripsi: καθορᾶν ZN αὑτῷ] αὐτῷ ZN 3. 4 πάθους N: ἀγαθοῦ Z 4 ἡμιμόχθηρος N: ὁ μοχθηρὸς Z κακὸς μὲν N: καὶ . . . . . . Z 5 ἐστιν om. Z 6 ἢ τὸν λόγον] lac. Z 7 σὺν N: οὖν Z τῆ ἄδικον] lac. Z 7. 8 διὰ τὸ μὴ] lac. Z 8 εἶναι ἐπιβουλὴν Z 9 βουλευόμενος scripsi: βουλόμενος ZN 10 lacunam indicavi, hisce fere explendam ὁ δὲ μηδὲ βουλευσάμενος ταῖς ἡδοναῖς 11 ταῦτα] lac. Z ἀκρασία καὶ ἡ] lac. Z 12 περὶ om. Z ἕξεως· ὁ μὲν γὰρ] lac. Z 13 αὐτοὺς ἐν] lac. Z χρεῖσθαι N: lac. Z ἐκεῖν’ Z 14 ἡδονῆς N: lac. Z χείρων] lac. Z 15 καὶ ταῦτα bis Z 16 εὐιατωτέραν N 16. 17 προπετέραν N 17 ἀκρασίαν λεγομένην Z τῆς Z: τοῖς N τῶν δέ·] lac. Z 19 ἔθος Z εὐιατωτέρους N φύσει N: φύς Z 22 οἰκείαν φησὶν] lac. Z θεωρείαν N 23 τί N: τοῦτο Z 24 ἐκεῖνος Z 24. 25 ὑφηγητής ἐστι τῆς κατασκευῆς] lac. Z 25 ἡγεῖ] lac. Z 25. 26 ἡ εὐδαιμονία N: εὐδαιμ . . . . Z 26 λέγεται] Z 7 p. 1141b 22 28 ἀρχὶ] lac. Z 29 οὖν πρὸς τὸ] lac. Z 30 ἀγαθόν] lac. Z)
Μετὰ ταῦτα ἐνίσταται πρὸς τοὺς εἰρημένους λόγους. ὅτι γὰρ οὐ συμβαίνει ἐπὶ τοῖς ῥηθεῖσι μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον ἐκ τῶνδε δῆλον· τὸ γὰρ ἀγαθὸν διττῶς λέγεται· τὸ μὲν ἁπλῶς, τὸ δὲ τινί. ἁπλῶς μὲν γὰρ ἀγαθὸν τὸ πᾶσιν ἀγαθόν, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, τινὶ δὲ τομαὶ καύσεις. ταῦτα γὰρ ἁπλῶς μὲν οὐκ ἀγαθά, τινὶ δέ, τῷ δεομένω ἰατρείας. λέγοιτο δ’ ἄν πὼς καὶ νόσος, καίπερ ἁπλῶς οὖσα κακόν, τινὶ ἀγαθόν, οἷον τῷ μοχθηρῷ· τούτῳ γὰρ λυσιτελεῖν καὶ νοσεῖν καὶ πένεσθαι· ἧττον γὰρ δυνήσεται κακουργεῖν. ἐπεὶ οὖν τὸ ἀγαθὸν διχῶς, καὶ αἱ φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε εἶναι τὰς μὲν ἀπλῶς ἀγαθάς, τὰς δὲ τινί. αἱ γὰρ φυσικαὶ διαθέσεις καὶ ἕξεις αἱ μὲν ἁπλῶς ἀγαθαί, οἷον αἱ ἀρεταί, αἱ δὲ τισίν, οἷον αἱ φυσικαὶ καταστάσεις καὶ σωματικαὶ ἕξεις ὑγίεια εὐεξία εὐαισθησία. τινὶ γὰρ ταῦτα ἀγαθά, τῷ σπουδαίῳ, καὶ διὰ τοῦτο λέγεται καὶ ἁπλῶς ἀγαθά· καὶ ἡ νοσώδης ἕξις τινὶ ἀγαθόν, λέγω δὲ τῷ μοχθηρῷ. τῷ δὲ τὰς ἕξεις τὰς μὲν εἶναι ἀπλῶς ἀγαθόν, τἀς δὲ τινί, ἀκολουθεῖν καὶ τὰς κινήσεις καὶ τὰς γενέσεις τὰς ἐπ’ αὐτῶν γενομένας τὰς μὲν ἁπλῶς ἀγαθὰς εἶναι, τὰς δὲ τινί· καὶ αἱ δοκοῦσαι ἁπλῶς φαῦλαι τινὶ οὐκ ὕονται φαῦλαι, ἀλλ’ αἱρεταὶ τῷδε, οἷον αἱ νοσεραὶ κινήσεις, ἁπλῶς οὖσαι φαῦλαι, τῷ ἀνιάτως ἔχοντι διὰ μοχθηρίαν ἀεὶ λυσιτελοῦσιν· ἰατρεῖαι γὰρ αὐτοῦ γίνονται ταῖς κατὰ τὴν μοχθηρίαν ἐνεργείαις· αἱ δὲ οὐδὲ αἱρεταὶ τῷδε, ἀλλὰ ποτέ, οἷον τῷ νοσοῦντι τομαὶ καὶ ἰατρεῖαι τότε ὅτε νοσεῖ· ἀπλῶς δὲ οὐκ εἰσὶν αἱρεταί· αἱ δὲ ἀεὶ, αἱ δὲ οὔ· οὕτως οὐδὲ ἡδοναί εἰσι, φησί, ἀλλὰ φαίνονται, οἷον ὅσαι μετὰ λύπης, ὥσπερ αἱ τῶν καμνόντων. αἱ γὰρ ἀληθεῖς ἡδοναὶ τοῖς κατὰ φύσιν διακειμένοις· εἰ δ’ αἰ τῶν νοσούντων ἡδοναὶ παρὰ φύσιν, πολλῷ μᾶλλον αἱ τῶν ἀκολάστων· μᾶλλον γὰρ παρὰ φύσιν οὗτοι διάκεινται. ταῦτα δὲ λέγεται πρὸς τοὺς φάσκοντας μὴ εἶναι ἀγαθὸν τὴν ἡδονήν, ἐπειδὴ ἡ γένεσίς ἐστι κίνησις. αἱ μὲν γὰρ τῶν ἀγαθῶν ἕξεων κινήσεις καὶ γενέσεις ἀγαθαί, αἱ δὲ τῶν φαύλων φαῦλαι. ὥστε εἰ καί τις δῷη κίνησιν ἢ γένεσιν εἶναι ἰὴν ἡδονήν, οὐ πᾶσα φαύλη ἀλλ’ ἡ ἀπὸ <τῆς φαύλης> ἕξεως γινομένη φαύλη, ἡ δ’ ἀπὸ τῆς ἐπιεικοῦς ἐπιεικής.
[*](2 οὐσίαν N 5 δεικνύουσιν scripserim 7. 8 συμβέναι Z 8 ῥηθεῖσοι μὴ Ν: εἰρημένοις Z 9 διττῶς—ἀγαθὸν (10) om. Z, Stella adiecta 10 τὸ πᾶσιν ἀγαθόν om. N 13 τῳ γὰρ λύσι] lac. Z, hinc τελεῖ 13. 14 πείνεσθαι Ν 14 ἐπεὶ οὑν] lac. Z 17 φυσικαὶ καὶ Ν 19 νοσώδεις ἕξεις N 21 ἐπ’] ἀπ’ Diels γενομένας Z: λεγομένας Ν 25 τὴν om. Z ἐνεργίαις Z οὐδὲ Diels: οὔτε ZN 27 αἱρεταί Z: ἀρεταὶ Ν 28 ὥσπερ scripsi: καίπερ ZN 29 δ’ αἱ Z: δὲ N 31 διάκονται Z 35 τῆς φαύλης addidi)Μετὰ ταῦτα δείκνυσιν οὔτε γένεσιν οὖσαν τὴν ἡδονὴν οὔτε κίνησιν. ἐπεὶ δὲ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δὲ ἕξις, ὡς ἕξις μὲν ἀγαθὸν ἀρειή, ὡς ἐνέργεια δὲ ἡ κατ’ ἀρετὴν ἐνέργεια, καὶ αἴσθησις μὲν ἀγαθὸν ὡς ἕξις (λέγω δὲ αἴσθησιν τὴν δύναμιν, ἡ δὲ κατ’ ἐνέργειαν αἴσθησις ἀγαθὸν ὡς ἡ ἡδονὴ ἀγαθόν ἐστιν οὐχ ὡς ἕξις ἀλλ’ ὡς ἐνέργεια τῆς φύσεως. κατὰ συμβεβηκὸς δὲ αἱ ἀναπληρώσεις καὶ ἀποκαταστάσεις, αἵ εἰσιν εἰς τὴν φύσιν ἡδεῖαι. προηγουμένως μὲν γὰρ ἡδόμεθα διὰ τὸ ἐνεργεῖν τὴν φύσιν τρεφομένων ἡμῶν· λέγω δὲ φύσιν τὴν ψυχήν. ἐνεργεῖ γὰρ τότε ἡ θρεπτική, καὶ διὰ τοῦτο ἡδόμεθα. συμβαίνει δὲ τὸ τηνικαῦτα καὶ ἀναπλήρωσιν γενέσθαι. ἔστι δὲ ἡ ἡδονὴ ἐνέργεια τῆς ὑπολοίπου ἐν ἡμῖν φύσεως καὶ ἕξεως. κἀν γὰρ ἐνδεεῖς ὦμεν κατὰ τὸ σῶμα τήν γε φύσιν ὑπολελειμμένην καὶ δυναμένην ἐν αὐτῇ ἐνεργεῖν ἔχομεν αὐτὴν συμπαρόντων αὐτῇ τῶν σιτίων καὶ τῶν ποτῶν † ἐνεργεῖν. καὶ ἡ μὲν ἡδονὴ κατ’ ἐνέργειαν, κατὰ συμβεβηκὸς δέ, ὤας φησιν, ἀναπλήρωσις γίνεται τοῦ ἐνδέοντος ἐν τῷ σώματι. τεκμήριον δὲ μέγιστον τοῦ μὴ εἶναι γένεσιν τὴν ἡδονήν, ὃ λέγει· πολλαὶ γὰρ ἡδοναὶ ἄνευ λύπης καὶ ἐπιθυμίας, οὐδεμιᾶς ἐνούσης ἐνδείας, οἷον αἱ θεωρητικαί, καὶ αὗται μὲν αὐτῆς τῆς ψυχῆς καθ’ αὑτὴν ἐνεργούσης, ἔνιαι δὲ καὶ διὰ τοῦ σώματος, οἷον αἱ δι’ ὁράσεως καὶ ὀσφρήσεως καὶ ἀκοῆς, ὧν οὐδεμία γίνεται προλυπηθεῖσιν. ἔδει δέ γε], εἴ γε ἀναπλήρωσις ἡδονὴ καὶ γένεσις ἡδονὴ καὶ γένεσις εἰς τὸ κτὰ φύσιν, πάσας εἷναι τὰς ἡδονὰς ἀναπληρώσεις. νῦν δὲ φαίνεται ἡ μὲν κατὰ θεωρίαν ἡδονὴ τῆς θεωρητικῆς ψυχῆς ἐνέργεια οὖσα, ἡ δὲ κατὰ τὸ ὁρᾶν ἢ ὀσφραίνεσθαι τῆς αἰσθητικῆς· εὔλογον δὲ καὶ τὴν ἐν τῷ τρέφεσθαι καὶ ἀναπληροῦσθαι τὸ σῶμα γινομένην ἡδονὴν ἐνέργειαν λέγειν τῆς θρεπτικῆς φύσεως τὴν ἡδονὴν], διότι ἀχώριστός ἐστι τῆς ἐνεργείας, ἐπεὶ καὶ ἡ ἐνέργεια [τῇ] τῆς ἀρετῆς ἡδονή [γάρ] ἐστιν ἀχώριστος. λεχθήσεται ὸὲ περὶ τούτου ἐν τῷ ἑξῆς σαφέστερον. ἔτι δὲ σημεῖον δεῖ φέρειν τοῦ ἐνέργειαν εἶναι τῆς φύσεως τὴν ἡδονὴν τὸ μὴ τῶ αὐτῷ ἡδεῖ χαίρειν ἀναπληρουμένης τε τῆς φύσεως καὶ καθεστηκυίας. λέγει δὲ νῦν ἀναπλήρωσιν τῆς φύσεως οὐχ ἁπλῶς τὴν διὰ τῆς τροφῆς γενομένην ἀλλὰ τὴν τοῖς κάμνουσιν, ἥτις ἀναπλήρωσις ὡς ἀληθῶς βούλεται εἶναι φύσεως διὰ τὸ παντάπασιν ἐξεστάναι τῆς φυσικῆς διαθέσεως· καθεστηκυῖαν δέ φησι τὴν τῶν ὑγιαινόντων ὀνομάζειν. οἱ μὲν οὖν κάμνοντες οὐ χαίρουσι τοῖς ἀπλῶς ἡδέσιν· ἁπλῶς δέ ἐστιν ἡδέα τὰ τοῖς κατὰ φύσιν διακειμένοις ἡδέα, ὡς καὶ λευκὰ τὰ τοῖς κατὰ φύσιν διακειμένοις τὴν ὄψιν φαίνεται λευκά. οἱ μὲν οὗν κάμνοντες πικροῖς καὶ ὀξέσι χαίρουσιν, ὧν οὐδὲν φύσει ἡδὺ οὐδὲ ἁπλῶς, οἱ δὲ ὑγιαίνοντες καὶ ἐν [*](1 οὔτε—οὔτε scripsi: οὐδὲ—οὐδὲ ZN 6 εἰσὶν om. N 7 ἡδεῖαι scripsi ex Arist.: ἰδίαι N: ἱδίαι Z 11 γε Z: τε N ὑπολελειμμένειν Z 12 αὐτῆ (post ἐν)] αὐτῶ N: αυτ Z ἔχομεν <ὥστε> Diels συμ] lac. Z 17 φυσϊ Z τεκμή] lac. Z 15 Z: καὶ ἄνευ N 16 καὶ (ante αὗται) om. Z 19 γε eieci ἀναπληρώσεις Ν 21. 22 κατά τὸ N: κατὸ Z 25 τῆ et γάρ seclusit Diels 28 τὴν ἡδονὴν eieci 26 τῶ Z: τῆ N ἔτι scripsi: ὅτι Ν: ὅτε Z 27 μὴ scripsi: μὲν ZN ἡδεῖ] lac. Z ἀναπληρουμένης scripsi ex Arist.: ἀλλὰ πληρ. ZN 28 καθεστηκείας Z 29 τοῖς corr. ex τῆς Ν 30 ἥτις Ζ: ἥτις ἂν N 31 καθεστηκείαν Z 33 ἡδΐα Z 34 λευκά] λευκατά ΖΝ Comment. Αrist. XIX. Aspasius. 10)
Ἔτι οὐκ ἀνάγκη ἕως ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος.
Οἱ λέγοντες μὴ εἶναι τέλος τὴν ἡδονὴν μηδὲ ταὐτὸν τῇ εὐδαιμονία μάλιστα χρῶνται τῷ γένεσιν αὐτὴν εἶναι, πρὸς οὓς ἀποτεινόμενός φησιν εἶναι μὴ ἀναγκαῖον ἕτερόν τι τῆς ἡδονῆς τίθεσθαι βέλτιον. ὁμολογουμένως μὲν γὰρ ἄμεινον τὸ οὗ ἕνεκεν τοῦ ἕνεκά του καὶ διὰ τοῦτο πάσης γενέσεως τό τέλος ἄμεινον, οὗ ἕνεκεν ἡ γένεσις. ἀλλ’ οὐκ ἔστιν ἡδονὴ ἡ γένεσις; ὡς εἴρηται· οὐ μόνον δὲ οὐκ εἰσὶν ἐνέργειαι αἱ ἡδοναί, ἀλλ’ οὐδὲ μετὰ γενέσεως πᾶσαι. αἱ μὲν γὰρ μετὰ ἀναπληρώσεως, εἰ καὶ μὴ γενέσεις, ἀλλὰ μετὰ γενέσεως· τοιαῦται δέ εἰσιν αἱ διὰ τῆς τροφῆς ἡδοναὶ καὶ διὰ τοῦ θάλπεσθαι, ὁπότε ἐνδεήσει τοῦ θερμοῦ τὸ σῶμα, καὶ διὰ τοῦ ψύχεσθαι, ὁπότε ἐννήσει τοῦ ψυχροῦ. οὔτε δὲ αἱ διὰ τοῦ ὁρᾶν γινόμεναι ἡδοναὶ οὔτε αἱ διὰ τοῦ ἀκούειν μετὰ ἀναπληρώσεως· οὐ γὰρ προϋπαρχούσης ἐνδείας καὶ λύπης γίνονται. μάλιστα δὲ πασῶν αἱ διὰ τοῦ θεωρεῖν ἡδοναὶ πόρρω εἰσὶ τοῦ μετὰ ἀναπληρώσεως ἢ γενέσεως τινος συμβαίνειν. ἐπεὶ οὖν γενέσεις μὲν οὐκ εἰσὶν αἱ ἡδοναί, ἐνέργειαι δὲ τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν κωλύει αὐτὰς κατὰ τοῦτον τὸν λόγον τὸ ἄριστον εἶναι καὶ ταὐτὸν τῇ εὐδαιμονίᾳ. ἐπεὶ γὰρ διὰ τὸ γένεσιν εἶναι τὴν ἡδονὴν οὔ φησιν ἐγχωρεῖν εἶναι αὐτὴν τέλος, οὐ φαίνεται δὲ γένεσις οὖσα, τί κωλύει τέλος εἶναι ἡδονήν; ἀλλὰ τοὺς λόγους οἷς χρῶνται οἱ μὴ ἀγαθὸν αὐτὴν λέγοντες ἢ μὴ τέλος ἀνατρέπειν <δεῖ>· τάχα δ’ ἄν εἴη καὶ τέλος, διότι σὺν τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ πάντως ἐστίν· πᾶσα γὰρ εὐδαιμονία μεθ’ ἡδονῆς· οὐ γινομένων οὖν συμβαίνουσιν αἱ ἡδοναὶ ἀλλὰ χρωμένων. τῶν γὰρ φυσικῶν ἕξεων ἐνεργουσῶν καὶ χρωμένων τισὶ συμ- [*](1 καταστάσι N 2 ἢ (ante τοῦ) Z: καὶ N πλείω Z 3 ἐνεργεῖ N 4 δεόμεθα Ν 6 οὔτε (ante κυρίως) scripsi: οὐδὲ ZN ἡδοναὶ Z: ἡ ἡδοναί N αἱ] lac. Z 8 ὡς πέπερι καὶ ὄξος τάττει Diels ἡδέα καὶ] έα καὶ: lac. Z 9 καμνόντων] καμ lac. Z 10 φαινο] lac. Z καθάπερ ἡ τὰ ΖΝ 12 ἓ lac. Z 18 ταυ: lac. Z ’) ὁμολογοῦμεν ὡς Ν 17 ἡ γένεσις (post οὗ ἕνεκεν) scripsit et delevit N 21 θερμοῦ—ἐνδεήσει τοῦ (22) om. Z 22 αἱ (post δὲ) om. N 24 διὰ τοῦ scripsi: διὰ τὸ ΖΝ 29 ἡδονὴ Z: ἡ ἡδονὴ N οὓς Ν 30 ἀγαθὰ Ν ἀνατρέπην Ν δεῖ addidi 32 γινωμένων Z)
Ἐλέγετο δὲ καὶ διὰ τοῦτο φαῦλον ἡ ἡδονή, ὅτι ἐμποδίζει τῷ φρονεῖν καὶ τῷ νοεῖν· οὐδένα γὰρ δύνασθαι φρονεῖν οὐδὲ διανοεῖσθαι ἐν ἡδονῇ ὄντα. δηλοῖ δὲ τοῦτο μάλιστα ἡ τῶν ἀφροδισίων· ἐνίσταται οὖν καὶ πρὸς ταῦτα· οὔτε γὰρ φρονήσει, φησίν, ἐμποδίζει οὔθ’ ἕξει οὐδεμιᾷ ἡ οἰκεία ἡδονὴ ἀλλ’ ἡ ἀλλοτρία, ἐπεὶ αἵ γε οἰκεῖαι καὶ συναύξουσιν, οἷον εἴ τις διανοούμενος καλὰ ἢ ἀγαθὰ ἥδοιτο, ἐπίτασις ἐκ τῆς ἡδονῆς πρὸς τὸ διανοεῖσθαι γίνεται αὐτῷ· καὶ ἡ κατὰ τὸ θεωρεῖν ἡδονὴ αὔξει τὴν τοῦ θεωρεῖν δύναμιν καὶ ἡ ἀπὸ τοῦ μανθάνειν ἐπιδόσεις τῆς μαθήσεως ποιεῖ καὶ τέλος εἰς ἐπιστήμην καθίστησι καὶ καθόλου πᾶν ἔργον καὶ πᾶσα ἐνέργεια, γινομένη μεθ’ ἡδονῆς, ἀνύεται μᾶλλον καὶ τελειοῦται. ἔτι τε λέγει, παντὸς ἀγαθοῦ τέχνην εἶναι, ἡδονῆς δὲ μὴ εἶναι τέχνην, οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ τοῦτον λύει τὸν λόγον· τὸ γὰρ μὴ εἶναι τέχνης ἔργον μηδεμίαν ἡδονὴν εὐλόγως, φησίν, συμβέβηκεν, οὐδὲ γὰρ ἄλλης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως, οἷον ἡ ἰατρικὴ ἀπεργαστική ἐστιν ὑγιείας, δυνάμεως οὔσης τινὸς καὶ ἕξεως, οὐ μὴν· τῶν ὑγιεινῶν ἐνεργειῶν, ἀλλ’ ἡ μὲν ὑγίεια ἰατρικῆς ἔργον, αἱ δὲ ὑγιειναὶ ἐνέργειαι ἀπὸ τῆς ἕξεως ἐνεργοῦνται. ὡσαύτως δὲ καὶ ἡ εὐεξία· αὕτη μὲν γυμναστικῆς ἔργον, αἱ δὲ γυμναστικαὶ ἐνέργειαι οὐ γυμναστικῆς ἀλλὰ τοῦ ἔχοντος τὴν εὐεξίαν. ἐνσταίη δ’ ἄν τις ἴσως πρὸς αὐτὸν δεικνὺς τὰς ἀπὸ τῶν τεχνῶν ἐνεργείας· πᾶσαι γὰρ ὑπὸ τῶν τεχνῶν ἐνεργοῦνται, αἱ μὲν ἰατρικαὶ ὑπὸ ἰατρικῆς, αἱ <δὲ> τεκτονικαὶ ὑπὸ τεκτονικῆς. ἐννοητέον δὲ ὅτι ὁ λόγος ἐστὶν περὶ τῶν ἀγαθῶν, ὅσα ἐκ τέχνης γίνεται. ἀγαθὰ δὲ τὰ μὲν περὶ σῶμα, τὰ [*](1 ἡδέων Diels: ἡδονῶν ZN 2 ἀπαντῶν scripsi: ἁπάντων ZN 3 πρὸς N: περὶ Z 4 ἂν Z: ἄν καὶ N 5 ταῦτα φαῦλα Z: φαῦλα ταῦτ’ N 8 θεωρείαν N ὀλιγωρεῖ N αὑτοῦ] αὐτοῦ ZN 9 πρὸς ὑγίειαν καὶ ἐκείνω N 10 ἔνια Ζ: ἔννοια Ν νοσώδης N 11 ἢ δεῖ scripsi: ἤδη ZN 15 τὸ νοεῖν Z ένα γὰρ] lac. Z IG ἐμποδίζειν Z οὔθ’] οὔτε N: οὐτ’ Z οἰκία Z 18 ἐπιτάσης N 20 ἐπιδόσεις corr. ex ἐπίδοσις N 21 καθόλως N μεθ’ ἡδονῆς γινομένη habuerat N sed correxit 23 ἀγαθὸν N: ἀγαθὴ N 24 μηδεμίαν Diels: μηδεμιᾶς ZN φησὶν om. Z 25 τέχνης Z ἡ om. N 27 ἰατρικοῦ N 28 ἐνεργοῦν N 29 αἱ δὲ αἱ N 32 αἱ τεκτονικαὶ N: ἡ τεκτονικὴ Z: δὲ addidi 33 τῶν scripsi: ὦν ZN σῶμα scripsi: σώματα N: σώματος Z)
Ἀλλὰ μὴν καὶ ὅτι ἡ λύπη ἕως οὐ γὰρ ἁπλῆς.
Σπεύσιππον δέ φασιν οὕτω δεικνύειν ὅτι ἡδονὴ ἀγαθόν ἐστιν· τὸ ἐναντίον ἀγαθῷ κακόν· ἐναντίον δὲ ἡ λύπη, κακὸν οὖσα, τῇ ἡδονῇ· ἀγαθόν ἄρα. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως τὸν λόγον ἠρώτηκεν, ἀλλ’ ἐπηνωρθώσατο εἰπών· τὸ ἐναντίον φευκτῷ ᾗ φευκτὸν ἀγαθόν· ἡ δὲ ἡδονὴ ἐναντίον τῇ λύπῃ· φευκτῷ οὔσῃ καὶ οὐκ ἔστι κακόν (οὐδεὶς γὰρ <ἂν> εἴποι κακὸν τὴν ἡδονήν)· ἄρα. δύναται ὁ λόγος οὗτος πρὸς τοὺς κακὸν μὲν μὴ λέγοντας εἶναι τὴν ἡδονὴν μήτε δὲ ἀγαθὸν μήτε κακόν. ἡ μὲν οὖν ὅλη βούλησις· τοῦ λόγου τοιαύτη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· τὴν λύπην πρῶτον τίθησι κακὸν μετὰ παραμυθίας. ἡ μὲν γὰρ ἀπλῶς ἐστι κακόν, ἡ τῶν μοχθηρῶν, οἷον ἡ τοῦ ἀδίκου ἣν λυπεῖται, ὅταν μὴ δύνηται ἀδικεῖν, <καὶ> ἡ τοῦ ἀκολάστου, ἀνιᾶται κωλυόμενος τῇ ἀκολασίᾳ χρήσασθαι· ἡ δέ ἐστι λύπη οὐχ ἁπλῶς κακόν, ἣν ὁ ἐπιεικὴς λυπεῖται, διὰ τὸ μὴ ἀφ’ ἕξεως εἶναι μοχθηρᾶς, κακὸν δ’ ὅμως καὶ αὕτη διὰ τὸ ἐμποδιστικὴ εἶναι καλῶν ἐνεργειῶν· λυπούμενος γὰρ ὁ ἀγαθὸς ἐμποδίαεται πολλὰ πρὸς τὰς καλὰς ἐνεργείας. θεὶς δὲ διὰ τούτων κακὸν εἶναι τὴν λύπην, ἑξῆς λέγει τὸν ῥηθέντα πρόσθεν λόγον εἰς τὸ ἀγαθὸν εἶναι τὴν ἡδονήν.
Εἷται ἐπιφέρει· ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις. ἤτοι δὲ λύσιν λέγει τὴν δεῖξιν ἢ τῷ ὄντι ἔλυε τὸν λόγον τῶν φασκόντων μὴ εἶναι ἀγαθὸν ἰὴν ἡδονήν· οὐ μὴν αὐτάρκως ἔλυε λέγων· τὸ ἐναντίον κακῷ ἀγαθόν. ἐναντίον δὲ τῇ λύπῃ κακῶ ὄντι ἡδονή· ἀγαθὸν ἄρα· κακῷ γὰρ οὐ μόνον τὸ ἀγαθὸν ἐναντίον ἀλλὰ καὶ τὸ κακὸν ὡς τῇ θρασύτητι οὐ μόνον ἡ ἀνδρεία ἐναντίον, ἀγαθὸν οὖσα, ἀλλὰ καὶ κακόν, ἡ δειλία· διόπερ ὡς ἐναντία † τοῦ λύσαντος ·αὐτὸν εἶναι, ὀρθῶς θεὶς μὴ μόνον ἀγαθὸν εἶναι τῷ κακῷ ἐναντίον ἀλλὰ καὶ κακόν. εἶτα προσέλαβε τὴν ἡδονὴν μὴ εἶναι κακόν, ἐξ ὧν εὐλόγως συλλογίζεται τὴν ἡδονήν ἀγαθὸν εἶναι. ὃ δὲ ἐπὶ πᾶσιν εἴρηκεν· οὐ γὰρ ἂν φαίη 〈ὅπερ κακόν〉 τι εἶναι τὴν ἡδονήν, τῷ τῷ λόγῳ † συναπτέον ἐν ᾧ εἴληπται· ‘οὐκ ἔστι δὲ κακὸν ἡ ἡδονή’· τούΤῳ γὰρ συνεχὲς ἂν φαίη τὸ μὴ κακὸν εἶναι τὴν ἡδονήν.
Ὁ δὲ μετὰ ταῦτα λόγος ἔοικε λέγεσθαι πρὸς ἰοὺς μὴ φάσκοντας τέλος εἶναι τὴν ἡδονὴν μηδὲ τὸ ἄριστον, διότι εἰσί τινες ἡδοναὶ φαῦλαι, οἷον αἰ τῶν ἀκολάστων. ὅσον γὰρ ἐπὶ τούτῳ τῷ λόγῳ ἔστι τινὰ ἡδονὴν * ἡγεῖται [*](1 καὶ ὅτι ZN et Arist. K b M b: ὅτι καὶ Arist. viilg. 1. 2 οὐ—ἐπιεικής Arist. (p. 1154b 31): παραπλήσιον δὲ ἐπὶ ὕλης ZN 4 ἀγαθῷ scripsi: ἀγαθὸν N: ἀγαθοῦ Z 6 φευκτῷ ᾖ φευκτόν, ἀγαθόν scripsi: φευκτῷ φευκτὸν ἡ ἀγαθόν ZN 7 ἄν ins. Diels εἴπη ZN 10 πρῶτον N: πρώτην Z 12 καὶ addidi 14 ἀφ’ N: ἐφ’ Z 15 αὕτη Diels: αὐτὴ ZN ἐνεργῶν Z 19 ὡς γὰρ—εἴρηται (p. 151,26) edidit Hase Classical Journal XXIX 115—117 27 ὁ ZN 28 ὅπερ κακόν addidi ex Arist. τι τις ZN αὐτὴν ZN: αὐτοῦ Diels 29 οὐκ ἔστι—ἡδονή cf. supra v. 6 ἡ om. Z ἂν] lac. Z, superest tamen spiritus cum accentu 31 ὁ δὲ—τὴν ἡδονὴν (p. 151,29) edidit Rose Hermae V 106 sq. 33 post ἡδονὴν lac. 8 fere litterarum ZN)
Τὸ δὲ μετὰ ταῦτα λεγόμενον γένοιτο ἄν γνώριμον μικρὰ προβάλλουσι. παντὸς πράγματος κανὼν καὶ μέτρον ὁ κατὰ φύσιν διακείμενος, οἷον ὑγιεινὰ σιτία καὶ ποτὰ τὰ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόζοντα· καὶ ἀγαθὰ δὲ τῷ ὄντι τὰ τῷ σπουδαίῳ ἀγαθὴ κἂν μὴ τῷ φαύλῳ τύχῃ ἀγαθὰ ὄντα· καὶ ἡδονὴ τοίνυν ἐστὶ τῷ ὄντι ἀλλ’ οὐ φαινομένη ἡ τῷ κατὰ φύσιν διακειμένῳ καὶ ἡδέα τὰ τούτῳ ἡδέα. τὰ δὲ τῷ νοσοῦντι καὶ παρὰ φύσιν ἔχοντι οὐχ ἁπλῶς ἡδέα ἀλλὰ τούτῳ καὶ τότε ὅτε νοσεῖ. ἐπεὶ οὖν αἱ φύσεις διαφέρουσι τῶν ζῴων, διαφέροι ἂν καὶ τὸ ἄριστα ἔχον καθ’ ἑκάστην φύσιν· ἔστι γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὸ μὲν νοσωδῶς ἔχον, τὸ δὲ παρὰ φύσιν· κριτήριον τῆς ἀληθοῦς ἑκάστου ζῴου ἡδονῆς ἡ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττουσα. ἐπεὶ οὖν οὐχ ἡ αὐτὴ φύσις οὔτε ἕξις ἡ ἀρίστη, ἀλλ’ ὡς διαφέρουσιν αἱ νοσώδεις [*](2 μόνα] lac. Z 4 ζηται] lac. Z 5 τὸ προσδεῖσθαι τῆς τύχης] lac. Z 6 εὐδαιμονία τὴν scripsi: εὐδαιμονίαν καὶ ZN οὐκ—διαφθείρουσι (11) lac. Z 10 ἀληθεῖ N 11 ὑπερηφανείας N 12 γέ τις scripsi: δέ τις ZN ὑπερβάλλει Ν 14 κάλιστα Z θεωρείας N 15 κατὰ Ν: τατὰ Z ἐπειχειρεῖ N: ἔπι . . . ῥεῖ Z ἑξῆς om. Z 17 ὑπὲρ τῆς Diels: ὑπὸ τῆς N: lac. Z 18 γάρ τινα τίθεσθαι Ν τὸ ὑπὸ] lac. Z αὐτὴν διῶ] lac. Z 19 τὸ ἄριστον] lac. Z ποίη] lac. Z τὸ ποιητικόν] Hes. Opp. 763 19. 20 οὔτις ZN et Arist. K b: οὔ τί γε Arist. vulg. 22 προβάλλο . . . Z 23 παντὸς πράγματος N: παντὶ πράγματι Z κανὼν καὶ μέτρον cf. Γ p. 1113a 33 24 ἁρμόζοντα Ν: ἁρμόζοντι Z 25 κὰν Z: καὶ N τύχει N 27 ἔχοντι Ν: ἔχοντα Z 29 καθ’—ἔχον (30) in marg. Z καθ’ N: καὶ δι’ Z 30 ἔχον Z: ἔχων N 31 μόττουσα] lac. Z)
Ἐγένετο δέ τις δόξα τῶν λεγόντων τὰς μὲν σωματικὰς ἡδονὰς μὴ εἶναι ἀγαθὸν ἀλλ’ οὔτε ἀγαθὸν οὕτε κακόν, ἐνίας δὲ εἶναι ἡδονὰς σφόδρα αἱρετάς, οἷον τὰς καλάς. αὗται δέ εἰσιν αἱ γινόμεναι, ὅταν ἡ ψυχὴ ἐνεργῇ περὶ τὴν τῶν καλλίστων θεωρίαν ἢ πρᾶξιν. πρὸς δὲ τούτοις ἐνιστάμενός φησι τοῖς λέγουσιν ὅτι ἔνιαι ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ’ οὐχ αἱ [*](1 διὰ τοῦτο Diels: διά του ZN 2 τοι πάντες διώκουσι] lac. Z 3 καὶ om. Z οἴονται Z: οἱόντε N φαῖεν ἄν ZN: ἂν φαῖεν Arist. 4 τοῦτο Z: τούτω N 5 κοινώτερον Z 6 an λέγοντι? 8 τι ἐν scripsi: πᾶν ZN λογικοῖς Ζ: λογιστικοῖς N 9 τοῦτο καὶ Ν: τῆς Z 11 μόν Z 12 αἱ σω] lac. Z μόναι] lac. Z 13 τὸ N: τοῦ Z πλειστάκις αὐταῖς ἐντυγχάνειν] lac. Z 14 θαλπομένους ψυχομένους] lac. Z ἔστη ZN ὅτε καὶ τῆ] ὅ . . . . . . . Z 15 χρώμενος N τῶν Z: τῶ N 17 μόνας N: μόνον Z 22 τούτων scripsi: τοῦτο ZN 28 ὁ addidi βίος] lac. Z 28. 29 ἐμπροηγουμένοις ZN 31 αἱρετάς Arist.: ἀρετάς ZN 33 καλίστων Z 34 αἱρεταὶ] ἀρεταὶ ΖΝ)
Ἐπεὶ δὲ δοκοῦσι τοῖς πολλοῖς αἱ σωματικαὶ ἡδοναὶ αἱρετώταται εἶναι, τὸ αἴτιον τοῦ ψεύδους τούτου ῥητέον εἶναί φησι. συμβάλλεται δὲ πρὸς τὴν τοὺ ἀληθοῦς πίστιν ἡ αἰτία τῆς ἀπάτης φανερὰ γινομένη. τοῦ δὴ φαίνεσθαι τὰς σωματικὰς ἡδονὰς αἱρετωτέρας τῶν ἄλλων πρῶτον μὲν αἴτιον, ὅτι ἐκκρούουσι τὴν λύπην καὶ ἀπωθοῦσιν. οἱ δὲ ἄνθρωποι χαίρουσι διαφερόντως ἅμα μὲν ἡδόμενοι, ἅμα δὲ ἀπατώμενοι τοῦ λυπηροῦ. αἱ δὲ θεωρητικαὶ καὶ εἴ τινές εἰσιν αὐτῆς τῆς ψυχῆς ἄλλαι καθαραὶ εἰλικρινεῖς πάσης λύπης εἰσίν. ἔοικεν οὖν ἡ σωματικὴ ἡδονὴ οἷον ἰατρεία τις εἶναι τοὺ λυπηροῦ καὶ ὅσῳ ἄν ὑπερβάλλωσι τοσούτῳ μᾶλλον δοκοῦσιν ἰατρεῖαί τινες εἶναι· εἰσὶ δὲ καὶ σφοδραὶ σχεδὸν ἅπασαι αἱ σωματικαί, διὸ καὶ διώκονται. ἔτι δὲ πᾶν τὸ παρὰ τὸ ἐναντίον φαινόμενον μᾶλλον τοιοῦτον· φαίνεται, ὥσπερ τὸ λευκὸν μᾶλλον διαφαίνεται παρακείμενον τῷ μέλανι. διὰ τοῦτο οὖν καὶ ἡ σωματικὴ ἡδονὴ μᾶλλον δοκεῖ ἡδονὴ παρακειμένη τῇ σωματικῇ λύπῃ. ταῦτα μὲν οὖν εἴρηκε πρὸς τοὺς ἡγουμένους τὴν σωματικὴν ἡδονὴν αἱρετωτάτην εἶναι καὶ προέχειν τῶν ἡδονῶν πασῶν· εἰσὶ δέ τινες, οἳ τὴν ἐναντίαν δόξαν ἔχουσι περὶ αὐτῆς καὶ δι’ αὐτὴν καθόλου περὶ πάσης ἡδονῆς· οὐ σπουδαῖον γὰρ νομίζουσι πᾶσαν ἡδονήν. † ἀπ’ αὐτῆς ἑξῆς λέγει· διὰ γὰρ δύο ταῦτά φησι δοκεῖ τὴν ἡδονὴν μὴ εἶναι σπουδαῖον· δι’ ἓν μέν, ὅτι εἰσί τινες φαύλης φύσεως πράξεις, τουτέστιν ἐνέργειαι ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου (αἱ γὰρ ἀγριωτάτων ἡδοναὶ φαυλόταται· τοιαῦται δὲ καὶ <αἱ> τῶν θηριωδῶν ἢ ἐξ ἔθους, οἷον αἱ τῶν φαύλων ἀνθρώπων. ἀνθρώπων. μία μὲν οὖν· αὕτη αἰτία, δι’ ἣν διαβέβληται καὶ ἡ ἡδονή· ἑτέρα δὲ ὅτι εἰσί τινες ἡδοναὶ ἰατρεῖαι, οἷον αἱ τῶν καμνόντων, καὶ καθόλου <αἱ> μετὰ ἀναπληρώσεως· ὡς σπουδαῖαι δοκοῦσαι, ὅτι τοῦ ἐνδεοῦς ἰατρεῖαι καὶ αναπληρώσεις δοκοῦσι], καὶ βέλτιόν ἐστι τὸ ἔχειν ὁτιοῦν ἢ γίνεσθαι. αἱ δὲ ἡδοναὶ γενέσεις φαίνονται αἱ τοιαύται διὰ τὸ μὴ ἀναπληρώσεως γίνεσθαι. διό φησι συμβαίνειν ἰὰς ἡδονὰς ταύτας τελειουμένων· οὐ γὰρ αὗται τελειώσεις εἰσὶν οὐδὲ γενέσεις ἀλλὰ τῷ ἐνεργεῖν τὴν φύσιν, ὅταν γένεσις καὶ ἀναπλήρωσις ἦ. κατὰ συμβεβηκὸς οὖν σπουοαιαι αἱ σωματικαὶ ἡδοναὶ, ἐπειδὴ τότε γίνονται αἰ ἐνέργειαι τῆς φυσεως, ἡνίκα ἡ ἐνέργεια δοκεῖ οὐ σπουδαῖα εἶναι, διότι ἀτελής· φαίνονται οὖν ἐκ τούτων αἱ αἰτίαι, καθ’ ἃς διαβέβληνται καθόλου αἱ ἡδοναί.
[*](2 ἐνεργῶν Z κάλιστα Z 4 τὸ αἴτιον τοῦ ψεύδους] lac. Z 5 τοῦ ἀληθοῦς— αἴτια] lac. Z πιστὴν N 6 ὅτι om. Z 8 ἀπατώμενοι N: ἀπατ . . . . . Z 9 αὐτῆς Z: αὐτῶν Ν ἄλλαι scripsi: ἀλλὰ N: πολλὰ Z 10 οἷον Z: οἶονϊ Ν ὅσ. Z 11 τοσούτῳ Z: τοσοῦτον N 13 τὸ ἐναντίον] lac. Z 14 διαφαίνεται— μέλανι] lac. Z 15 ἡδονὴ—λύπη] lac. Z παρακειμένει N 16 αἱρετωτάτην] lac. Z 17 προσχεῖν N οἲ om. Z ἐναντείαν N ἔχουσι N: ἔχοντες Z 18 αὐτῆς scripsi: τῆς ZN 19 ἀπ’ αὐτῆς corrupta; fortasse τὰς δ’ αἰτίας scribendum 20 τινὲς corr. ex τιναὶς Z 21 ἐνέργειαι ἢ Diels: ἐνέργεια ἡ ΖΝ 22 αἱ addidi 25 αἱ (ante μετὰ) add. Diels δὴ N: δὲ Z 26 ἐνδεεῖς ΖΝ δοκοῦσι seclusi 29 τελειουμένων ZN et Arist. M b Ob: τελειουμένων Arist. vulg. οὑ] lac. Z τῷ scripsi: τὸ ZN 32 ἀτελής N: ἀτελής Z)Ταῦτα δὲ εἰπὼν ἐπάνεισι πάλιν ἐπὶ τὰς αἰτίας, δι’ ἃς σφόδρα σπουδάζονται αἱ σωματικαὶ ἡδοναί· διώκονται γὰρ ὑπὸ τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· ἄπειροι γὰρ καὶ ἄγευστοι ὄντες τῶν ἐλευθερίων ἡδονῶν πειρῶνται πορίζειν αὑτοῖς τὰς διὰ τοῦ σώματος· διὸ δίψας τινὰς αὑτοῖς παρασκευάζουσιν, ἵνα πίνοντες ἥδωνται. αἱ μὲν οὖν ἀβλαβεῖς ἀνεπιτίμητοι· καὶ γὰρ ὁ ἐπιεικὴς διὰ γυμνασίων καὶ πόνων πειράσεται παρασκευάζειν αὑτῷ ἡδέα καὶ τὰ βρώματα καὶ τὰ ποτά· ἐὰν δὲ ἐπὶ βλάβην μηχανῶνται τὰς παρασκευάς, φαῦλοι καὶ ἐπίψογοι, οἷον ὡς οἱ πεπληρωμένοι καὶ ὅμως ἡδονῆς ἕνεκα μηχανώμενοι, ὅπως πάλιν πίωσιν ἢ φάγωσιν ἢ τὴν δι’ ἀφροδισίων ἡδονὴν καρπώσωνται. διὰ γὰρ τὸ μὴ ἔχειν ἄλλα ἐφ’ οἷς χαίρουσι ταῦτα ποιοῦσι. τὸ δὲ μηδέτερον τὸ μήτε ἥδεσθαι μήτε λυπεῖσθαι πολλοῖς λυπηρὸν † καὶ τὸ δοκεῖν ἡ κρατίστη αὐτῷ εἶναι κατάστασις· ὃ δέ φησι πολλοῖς ἀλγεινὸν εἶναι, τοῦτο διὰ τὴν φύσιν. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιολόγοι λέγουσιν. ὁ γὰρ Ἀναξαγόρας ἔλεγεν ἀεὶ πονεῖν τὸ ζῷον διὰ τῶν αἰσθήσεων. ταῦτα δὲ οὐχ ὡς συγκατατιθέμενος λέγει ἀλλ’ ἱστορῶν· ἐπεὶ οὐκ ἐδόκει γε αὐτοῖς ἀεὶ ἐν πόνῳ εἶναι τὸ ζῷον. καὶ τὸν Ἀναξαγόραν αἰτιᾶται Θεόφραστος ἐν Ἠθικοῖς λέγων ὅτι ἐξελαύνει ἡδονὴ λύπην ἥ γε ἐναντία, οἷον ἡ ἀπὸ τοῦ πίνειν τὴν ἀπὸ τοῦ διψῆν, καὶ ἡ τυχοῦσα, τουτέστιν ἥτις οὖν ἂν εἴη ἰσχυρά, ὥστε ἐνίοτε πεῖναν ἐξελαύνει καὶ ἀκοῆς ἡδονή, ὅταν ᾄσμασιν ἢ ἄλλοις τισὶν ἀκούσμασι διαφερόντως χαίρωμεν. καὶ διὰ ταῦτα ἀκόλαστοι γίνονται ἄνθρωποι· ἵν’ ὅλως γὰρ μὴ λυπῶνται μηδὲ ἀλγῶσι, μεγάλας· καὶ σφοδρὰς ἡδονὰς ἑαυτοῖς· πορίζουσι.
Λέγει δὲ ἑξῆς, ὃ καὶ πρόσθεν εἶπεν, ὅτι ἄνευ λυπῶν ἡδοναὶ οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δέ εἰσιν αἱ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ συμβεβηκός· λέγει δὲ καθ’ αὑτὰ ἡδέα ὅσα μή ἰατρείας ἕνεκα καὶ ἀναπληρώσεως λαμβάνομεν· τοιαῦτα δὲ ἐστι τὰ θεωρήματα· καθ’ αὑτὰ γάρ ἐστιν ἡδέα καὶ διὰ τὴν αὑτῶν φύσιν· κατὰ συμβεβηκὸς δὲ εἰς τὴν ἀναπλήρωσιν. ἐπεὶ γὰρ τότε συμβαίνει ἰατρεύεσθαι. καὶ ἀναπληροῦσθαι, ὅταν τὸ ἐν ἡμῖν ὑγιεινὸν ἐνεργῆται, τουτέστιν ἡ φύσις ὑγιεινῶς ἔχουσα· διὰ τοῦτο καὶ αὐτὰ ἡδέα γίνεται· φύσει δὲ ἡδέα φησὶν ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως. πρᾶξιν μὲν οὖν εἴρηκεν ἀντὶ τοῦ ἐνέργειαν· τῆς δὲ τοιᾶσδε φύσεως [*](1 δι’ αἷς Z 2 πολλῶν ante τῶν add. Z 3 ἄγευτοι Z 4 πειρόνται Z αὐτοῖς] αὐτοῖς ZN τινας om. N αὑτοῖς Z: αὐτοῖς Ν 5 πίνοντες] πίνωντες ZN ἀβλαβεῖς] lac. Z: αἱ βλαβεὶς N 6 περάσσεται N παρασκευάζεται N 7 ἡδέω N ἐπιβλαβἄ N: ἐπιβλα Z 8 πεπληρω] lac. Z 9 μηχανόμενοι Z 10 ἄλλα ἐφ’ οἷς] lac. Z 11 τὸ μήτε ἥδεσθαι μήτε] lac. Z 12 ἀλγεινὸν—ὥσπερ (13)] lac. Z ἀλγεινὸν corr. ex ἀλγεινῶν N 13 αἰεὶ N 14 ὁ γὰρ—διὰ τῶν] lac. Z αἰεὶ N τῶ ζώων Ν 15 συγκαταθέμε Z, sequitur lac. —αὐτοῖς (16) ζῶον corr. ex ζώων N 16. 17 τιᾶται Θεόφραστος] lac. Z 17 ὡς Θεύφραστος Diels ἐξελαύνῃ N γε ΖΝ: τε Arist. ἐναντία scripsi: ἐναντίον ZN 18 ἡ ἀπὸ τοῦ] lac. Z: οἱ ἀπὸ τοὐ N 19 ὥς] lac. Z 21 μεγάλα Z 22 ἑαυτὸ . . . . ρίζουσιν Z 24 ὑπερβολήν Arist.: ἡδονὴν ZN αὗται] αὐταὶ ZN φύσεων Z ἡδέων Arist.: ἕξεων N: ἐξ Z 27 αὐτῶν ZN 29 ὑγίαινόν N ἐνεργεῖται N ἔχουσι Z διὰ τοῦτο] lac. Z 30 γίνονται Z φησὶν Z: εἰσὶν N)
Μετὰ δὲ ταῦτα περὶ φιλίας ἕως τοῦ λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς.
Περὶ φιλίας οἰκειότατόν ἐστιν διελθεῖν τῷ περὶ ἠθῶν καὶ ἀρετῶν ἐπισκοποῦνται· ἔστι γὰρ ἀρετή τις ἢ μετ᾿ ἀρετῆς, ὥς φησι. καὶ γὰρ μίαν τῶν ἀρετῶν ἔστιν εἰπεῖν τὴν φιλίαν οὕτως ὡς τὴν ἀνδρείαν καὶ τὴν σωφροσύνην καὶ τῶν ἠθικῶν ἀρετῶν ἑκάστην. καὶ γὰρ αὕτη περὶ πάθη καὶ πράξεις ἐστὶν ὥσπερ αἱ λοιπαί. καὶ γὰρ πράξεις εἰσὶ φιλικαὶ καὶ τὸ φιλεῖν πάθος τι. ἔτι δὲ μεσότης κολακείας λέγοιτ᾿ ἂν καὶ ἀνωνύμου τινὸς διαθέσεως, οἷον ἀγριότητός τινος οὔσης ἢ δυσκολίας ἀνθρώπου μὴ πεφυκότος πρὸς ἡδονὴν ὁμιλεῖν. καὶ ὁ μὲν κόλαξ κατὰ τὴν ὑπερβολὴν σφόδρα ἡδὺς εἶναι βουλόμενος, ὁ δὲ φίλος μέσως τούτῳ χρῆται, ὅτε δεῖ ἡδὺς γινόμενος, ὅτε δὲ μὴ δεῖ, μὴ γινόμενος, ὁ δὲ ὅλως ἐλλείπων ἐν τῷ ἡδὺς εἶναι κατὰ τὴν ἔλλειψιν τέτακται. ἴσως δὲ καὶ ἄλλως ἔστιν ἐπινοῆσαι τὸν ὑπερβάλλοντα καὶ τὸν ἐνδέοντα, τὸν μέν τινα μανικῶς χρώμενον τῷ φιλεῖν καὶ ὑπερβαλλόντως, οἷος λέγεται ὁ Σάτυρος πρὸς τὸν πατέρα γεγονέναι, ὃς οὐδὲ ζῆν εἵλετο ἀποθανόντος τοῦ πατρός, τὸν δὲ ὅλως ἀπαθῆ καὶ μήτε δυνάμενον φιλεῖν μήτε βουλόμενον, τὸν δὲ φίλον μέσως χρώμενον τῷ φιλεῖν. εἰς μὲν οὖν ταῦτα σκοπῶν τάχα ἄν τις λέγοι ἀρετήν τινα τὴν φιλίαν· ᾗ δὲ δοκεῖ τῷ ἐναρέτῳ εἶναι οἰκεῖον ἡ φιλία καὶ μόνοις ὑπάρχειν τοῖς τελείως ἀγαθοῖς, μετ᾿ ἀρετῆς ἂν δόξειεν ἡ φιλία. ἔστι δὲ μιᾷ τῶν ἀρετῶν προσνεῖμαι αὐτήν, τῇ δικαιοσύνῃ. ἥ τε γὰρ δικαιοσύνη ἰσότης τίς ἐστιν ἀπονεμητικὴ καὶ ἡ φιλία τοῖς [*](Libri BNZa) [*](1 Ἀσπασίου σκόλια εἰς τὸ ὄγδοον τῶν τοῦ Ἀριστοτέλους ἠθικῶν νικομαχείων a θῆτα BN ἠθικῶν νικομαχείων N 2 ἕως—ἑαυτοῖς (3) om. a 4 ἐστιν om. Ba 5 ἢ rubro B 8 ὥσπερ ZN: ὡς Ba φιλικαὶ] lac. Z 10 ἀγριότητι N δυσκολείας Z 11 εἶναι—ἡδὺς (12) om. Z 12 δεῖ om. Ba γενόμενος N 14 νοῆσαι B 15 οἷον Z 16 Σάτυρος] cf. H 6 p. 1148a34 ὃς καὶ οὐδὲ ZN 19 οἰκεῖα Z 20 καὶ—φιλία (21) om. Z 21 δὲ καὶ μιᾷ Ba 22 ἰσοτϊς Z ἐστιν om. ZBa)
Πάλιν δὲ ὅταν λέγῃ καὶ νέοις πρὸς τὸ ἀναμάρτητον συνεργεῖν τοὺς φίλους ἐπανορθοῦντας καλόν τι | δόξει λέγειν τὴν φιλίαν μᾶλλον ἢ· ἀναγκαῖον. [*](136r) ἴσως μὲν οὖν καὶ καλὸν ἡ ἐπανόρθωσις, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαῖον· κωλλύει γὰρ μεγάλοις περιπίπτειν κακοῖς. δῆλον δὲ ὅτι καὶ πρεσβυτέροις συνεργεῖ καὶ τοῖς ἐν ἀκμῇ· καὶ μὴν ἡ φύσις πρὸς τὰ ἔγγονα φιλίαν μηχανᾶται ἀναγκαίως, οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ἐκτρέηται. φιλίαν δὲ νῦν λαμβάνει κοινότερον ἀντὶ τῆς φιλήσεως, ἥτις ἀρχὴ μὲν ἴσως φιλίας ἐστί, φιλία δὲ οὔπω ἐπειδὴ ἡ φιλία ἐν ἀντιφιλοῦσίν ἐστιν· καὶ τοῖς ὁμοεθνέσι δὲ ἀναγ·καίως ἡ φύσις ἐνειργάσατο πρὸς ἀλλήλους φιλίαν, ὅπως τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ἔχωσι· καὶ τοῖς ἀνθρώποις φύσει [*](1 γε Z: τε N: om. Ba 3 μετὰ ἀρετῶν Β ἐστιν om. Ba 4 ἑκάτερον a 5 οἷον Ba λαμβάνει ἀναγκαῖον om. Ba 6 ζῆν om. Β 7 ἄνευ αὐτῆς ζῆν ante ἄν ἕλοιτο Ba 8 δυναστείας μεγάλας Ba: δυναστείαν μεγάλην ZN 10 χρείαν B 10. 11 μηδὲ ὄφελος πλούτου καὶ δυνάμεως Ba 11 τοῦ πλούτου om. N χρῆσις] χρὴ Β 12. 13 μάλλιστα Ν 14 ἡ καλοῦ scripsi: εἰ καλοῦ Z: εἰ καλλοῦ N: εἰ καὶ καλοῦ Ba 15 δεῖ ZBa: δὴ N 16 καὶ πῶς a 17 εἰ N: ἡ ZBa 18 ἀναγκαίαν ZBa 22 λέγει ZN καὶ om. Z 23 λέγει a 24. 25 κωλύειν Ν 25 συνεργῆ N 26 ἔγγονα corr. ex ἐκγονα N 27 ἐν (ante τοῖς) om. a 28 ἐκτρέφηται Ba: corr. ex ἐκτρέφεται Z: ἐκτρέφεται N νῦν om. a λαμβάνοι N κινότερον N 29 ἴσως φιλίας] lac. Z ἐστί (prius) om. Ba ἐπεὶ Ba 30 ἐν (ante τοῖς) add. ZN τοῖς ὁμοεθνέ] lac. Z ἐνειργάσατο Β: ἐνηργήσατο ZNa ὅπως—ἔχωσι lac. Z)
Διαμφισβητεῖται δὲ περὶ τῆς φιλίας. οἱ μὲν γὰρ ὁμοιότητά τινα λέγουσιν αὐτήν, ἐπειδὴ καθ’ ὁμοιότητα ἔθους δοκεῖ συνίστασθαι, οἱ δὲ τοὺς μὲν ὁμοίους ἐναντίως ἔχειν πρὸς ἀλλήλους, τοὺς δὲ μὴ ὁμ·οίους πὼς ἀλλ’ ἐναντίους εἶναι φίλους. ἑκάτερον δὲ τούτων ἐνδόξως ἐπικεχείρηκε, τὰ παροιμιωδῶς λεγόμενα παρατιθέμενος καὶ ποιητῶν δόξας καὶ φιλοσόφων. ἐπεὶ δέ τινες τῶν φιλοσόφων ἀπορώτερον ἐπιόντες καὶ τὸ πᾶν καθ’ ὁμοιότητα συνεστάναι λέγουσιν, οἱ δὲ κατ’ ἐναντίωσιν, ταύτας μὲν τὰς σκέψεις ὡς φυσικὰς ὑπερτίθεται· ὅσα δὲ οἰκεῖά ἐστι τῇ ἠθικῇ πραγματείᾳ, ταῦτα ἀπορεῖ, καὶ προτείνει δύο ἀπορίας· τὴν μέν, εἰ ἐν πᾶσιν οἷόν τε γενέσθαι ἢ ἀμήχανον μοχθηροὺς ὄντας φίλους εἶναι, ἔτι δὲ εἰ πλείω εἴδη φιλίας ἐστὶν ἢ ἕν. οὐκ οἰητέον δὲ αὐτὸν ζητεῖν. εἰ οὕτως ἐστὶ πλείω εἴδη ὡς ὑφ’ ἓν γένος τεταγμένα, ἀλλ’ ἐν πλείοσι τῆς φιλίας εἴδεσι μόνον ἐστὶ κοινὸν ὄνομά τι καὶ ὁμώνυμόν τι ἡ φιλία. δηλώσει δὲ προιὼν ὅτι τοιαύτην ποιεῖται τὴν ζήτησιν.
Οἱ μὲν γὰρ οἰόμενοι, φησίν, ἓν εἶναι τὴν φιλίαν, ὅτι δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σὴ μείω· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. [*](1 πᾶσι—δὲ] lac. Z πρὸς πάντας scripsi: ad omnis versio lat.: πάντα ZNBa 2 τὰς ὁδοὺς μὴ] lac. Z 2. 3 κουροῦ] lac. Z 3 μὴ] μένων N εονεξίας] lac. Z 5 ἔχει ἡ] lac. Z ἡ γὰρ ZBa: καὶ γὰρ Ν 6 κοινὸν corr. ex καινὸν N ποθοῦσιν Z: πορίζουσιν NBa 9 ἀμαίων Z 11 εἴδη]· ἤδει Ν ἐλέχθη] E 10 φιλικῶ corr. ex φυσικῶ Z 14 κοινῶν Z 15 ἀποδέξαιτο Ba: ἀποδέξετο Ν: ἀποδέξεται Z 17 φιλακτέον Ν 19 τῆς φιλίας] αὐτῆς ὁ ut Aristoteles 20 τοῦ ἔθους a 24 ἐπεὶ—φιλοσόφων om. Z ἀπορρώτερον Ν 26 τῆ ἠθικὴ πραγματία Ν: τῷ ἠθικῷ πράγματι a 28 ἐστὶν om. Za 30 τῆς φιλίας ΖΝ: τοῖς φιλίας Β: τοῖς φίλοις a 33 δέχεται libri cum Arist. O b: ἐπιδέχεται Arist. vulg. 34 τὸ om. Ba, ut Arist. cod. O b δὲ ZN: δὴ Ba λέγει Β: λέγοι ZNa)
Ἀπορεῖται δὲ περὶ τῆς διαιρέσεως ταύιης. δοκεῖ γὰρ ἀντιδιῃρηκέναι ἢ τὸ γένος τῷ εἴδει ἢ τὸ κοινὸν ὄνομα ἑνὶ τῶν δηλουμένων. εἴιε γὰρ γένος τὸ ἀγαθὸν τῶν ἀγαθῶν, τὸ δὲ χρήσιμον ἕν τι. τὸ γένος ἀντιδιῄρηκα τῷ εἴδει εἰπών, τὸ μὲν εἶναι ἀγαθόν, τὸ δὲ χρήσιμον(καὶ ὅμοιον πεποίηκεν ὡς εἴ, τις φήσει τὸ μὲν εἶναι ζῷον, τὸ δὲ ἄνθρωπον), εἴτε τῶν πολλαχῶς λεγομένων τὸ ἀγαθόν, ὥσπερ καὶ δοκεῖ, καὶ οὕτω παραπλησία ἡ διαίρεσις καθάπερ εἴ τις φαίη τὸ μὲν εἶναι ὄν, τὸ δὲ οὐσίαν. ἔοικε δ’ οὐχ ὡς τὸ κοινὸν ἀγαθὸν ἀντιδιαιρεῖν νῦν τ̣ῷ χρησίμῳ, ἀλλ’ ἰδίως λαμβάνει ἀγαθὸν λέ- γεσθαι τὸ καθ’ αὑτὸ αἱρετόν, εἴτε μόνον τοῦτο αὐτῷ ὑπάρχοι καθάπερ τῇ ε.̀ὐΔ̀αιμονία, εἴτε καὶ διὰ τοῦτο καὶ δι’ ἕτερον εἴη αἱρετόν, ὡς ἡ ὑγίεια καὶ ἧί εὐαισθησία καὶ ἡ ἀρετή. ταῦτα γὰρ κὼ δι’ αὑτὰ αἱρετὰ καὶ διὰ τὴν εὐ- [*](1 οἴονταί] οrοντἐ Z 2 τὰ δὲ — ἧττον (4) om. Z τὰ δὲ — ἧττον (3) om. Β 2 et 3 τὸ (ante ἦττον) utrubique om. a, priore loco etiam Β 4 τὸ (ante ἧττον) om. a 5 μὲν (post μᾶλλον) corr. ex δὲ N 6 πονηρῶν] κακῶν Z, in marg. veio γρ' τῶν πονηρῶν ὀμώνυ] Z. iterans verija τὸ μᾶλλον καὶ τὸ ἦττον οὐκ ἔστιν ὁμώνυμον 7 πιστεύουσι corr. e.x πιστεύοντες N 8 τὸ om. Ba 9 περὶ] ὑπὲρ Z, ut Anstoteles ἐν] ἐκ Z 10 πεπτωκόσι Z 11 τὸ (ante ἧττον) om. Ba εIναι] καὶ Ba L’jiaTiom.Z IT, λοιπαὶ] λῦπαί N 17 τοὐ- τούτου] τούτω N 18 ἐστὶ om. Ba 20 τριχῶς Ba 23 τῷ] εἶναι N εἴτε] ἤτε Z 24 ἀντιδιείρηκε N 26 φήσειε Z: φήσει Na: φησί Β 28 οὐ- σίας Z 29 λαμβάνει Ba: λαμβάνειν ZN 30 ὑπάρχει a 31 ἡ εὐδαι- σίας Ba εἴτε καὶ] ἤτε καὶ Z ὡς] ὥσπερ N 32 εὐεσθησία Z αὐτὰ iixlv αἱ·ετὰ N Comment. Aiist. XIX. Aspasius.)
Τούτων δὲ οὕτως ἐχόντων ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄνθρωποι τὸ ἁπλῶς ἢ τὸ αὐτοῖς ἀγαθόν. ἔοικε δὲ ἕκαστος φιλεῖν τὸ αὐτῷ ἀγαθόν μᾶλλον δὲ τὸ φαινόμενον αὐτῷ ἀγαθόν· διαμαρτάνουσι γὰρ πολλοὶ κατὰ τὴν φαντασίαν. τὸ οὖν οὕτω φ·ιλητὸν ὡς τὸ ἀγαθόν, πότερον τὸ ἁπλῶς ἀγαθόν ἐστιν ἢ τὸ τινὶ ὂν ἢ φαινόμενον. διαιρούμενος δὴ λέγει τὸ μὲν ἀπλῶς φιλητὸν οὕτως, ὡς ἀγαθὸν ἀπλῶς εἶναι φιλητὸν ἀγαθόν τὸ δὲ σπάνιον), ἢ φαινόμενόν τινι φιλητόν. περὶ δὲ τοῦ ἡδέος, εἰ καὶ μηδὲν εἴρηκε, ταῦτα λεκτέον· τὸ γὰρ ὡς ἡδὺ φιλητόν, τὸ μὲν ἁπλῶς ἡδὺ ἁπλῶς φιλητόν, τὸ δὲ τινὶ ἡδὺ τινὶ φιλητόν. μετὰ ταῦτα διαιρεῖ τὴν φίλησιν, ὡς ἑτέραν οὖσαν τῆς [*](2 ὥσπερ] ὡς Ba 3 κατ’ ἀρχὰς λόγος] κατ’ ἀρχὴν Ba γὰρ om. N περὶ τῆς εὐδαιμονίας N εἶπεν] Α 3 p. 1096 a 6 δὲ τῶν] lac. Z 7 μένῳ, λέγω] lac. Z 8. λέγει N λέγεται τὸ] lac. Z κατὰ μουσικὴν] μουσικὰς Ba 7 ἐστιν αἱ] lac. Z 10. 11 χρήματα—ὅτι om. Z 11 λέγονται Ba 12 γὰρ τὸ χρήσιμον a 14 τέλος φιλητὸν Ba: τέλη φιλητὰ ΖΝ τὸ (ante τέλος) om. ΖΝ τῶν] τὸν Z 16 αὐταγαθόν a ἐστιν om. Ba 17 sententiarum nexus turbatus 18 τὸ σῶμα] τῶ σῶμα N. 19 ἠῶ] καὶ ἡδὺ a: καὶ ἡδονὴ Β 21 γεῦσιν] γνῶσιν Β 21. 22 τῶ μὲν] τό μὲν N 24 ἐνίοις] ἐν οἶς Ν 26 τὸ ἀγαθὸν] ἀγαθὸν a 28 οἱ πολλοὶ Z 33 λέγω Β 32 ἡδέος N: ἡδέως ZBa 34 ἑτέραν Ba: ἐατέον ΖΝ)
Ἐπεὶ δὲ ἐκ τῶν δόξει τις φιλίαν αὐτὸν λέγειν βούλησιν ἀγαθοῦ, [*](137r) ἐκείνου αὐτοῦ ἕνεκεν, ᾧ βούλεται τἀγαθά, φησὶ τὸ τοιοῦτον εὔνοιαν εἶναι. ὁ γὰρ βουλόμενός τῳ τὰ ἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, κἂν μὴ τὸ αὐτὸ παρ’ ἐκείνου γίνηται, εὔνους ἐστίν· ἡ δὲ φιλία εὔνοιά ἐστιν ἐν ἀντιπεπονθόσιν· ἢ προσθετέον, φησί, μὴ λανθάνουσαν. ἐνδέχεται γὰρ εὐνοεῖν τινας ἀλλήλοις πεπυσμένους, ὅτι εἰσὶν ἐπιεικεῖς ἢ χρήσιμοι ἑαυτοῖς, λανθάνειν δὲ ἀλλήλους, ὅτι οὕτως ἔχουσι. τούτους μὲν οὖν οὐκ ἄν τις εἴποι φίλους, τοὺς δὲ εὐνοοῦντας μὲν ἀλλήλοις, μὴ λανθάνοντας δὲ φίλους ῥητέον. δόξει δὲ λέγων ταῦτα φιλίαν λέγειν καὶ τῶν μηδέποτε ἀλλήλοις ἐντετυχηκότων, ἂν μόνον εὖνοι ὦσιν ἀλλήλοις, πεπιστευκότες δὲ ἑκάτερος ἑκατέρῳ ἀγαθὸς εἶναι, καὶ εἰδῶσιν, ὅτι οὕτως ἔχουσι πρὸς ἀλλήλους. ἢ τὸ μὴ λανθάνει.ν οὐχ οὕτως ἀποδεκτέον, ὡς ἐν τῷ πεπύσθαι μόνον ὅτι εὐνοοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν τῷ ἐντετυχηκέναι πολλάκις. δεῖ γὰρ καὶ ὑπὸ τῆς συνουσίας καὶ συμβιώσεως συναφθῆναί πὼς καὶ συναρμοσθῆναι τὰς ψυχὰς τῶν ὡς ἀληθῶς ἐσομένων φίλων· δεῖ δὲ καὶ πείρας πολλῆς, ἵνα βεβαίως πιστεύσωσιν ἀλλήλ·οις ἐπιεικεῖς εἶναι. λέγει δὲ καὶ αὐτὸς τοιαῦτα περὶ τῶν ὡς ἀληθῶς φίλων προελθών.
[*](p. 1156a3)Δεῖ ἄρα ε·ὐνοεῖν ἀλλήλοις ἕως τοῦ οὐ γὰρ πάνυ συνδυάξεται τὰ κατὰ συμβεβηκός.
Καὶ ἐκ τῶν προειρημένων καὶ ἐκ τῶν νῦν λεγομένων λάβοι ἄν τις. ὅτι 20 τὴν φιλίαν ὁρίζεται ὁ Ἀριστοτέλης εὔνοιαν ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν· τὴν δὲ εὔνοιαν βούλησιν ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν ὧ βούλεται τὸ ἀγα- [*](1 καὶ ὁ ἐξ Ζ 2 ἔγγονα N ἔτι νήπια bis N καὶ φίλησις a: καὶ ἡ φίλησις ZNB οὐδαμοῦ a 4 ἐναργέστατοι N 5 οὐκ ἔστιν ZN: οὔ Ba 6 οὐδὲ Ba: ἀλλ’ οὐδὲ ZN 7 αὐτῷ a ἕνεκα NBa: ἐνεργειτικοῦ Z 8 μένειν N: μὲν Z 8 ἵνα ἔχῃ χρῆσθαι ZN: om. Β: ἵνα χρᾶται αὐτῷ a 9 ἐπεὶ— ἕνεκα (11) om. Β αὑτὸν] αὐτὴν a 12 εὔνοια om. Z ἀντιπεπονθέσει Β 13 λανθάνουσα a 13. 14 ἀλλήλους Za 14 πεπεισμένους a 15 οἷον om. Z 16 λέγων] λέγον Z 17 μήποτε Ba 18 ὦσιν ἀλλήλοις Ba: ἀλλήλοις ὦσιν ZN ἑκάτεροι ἑκατέροις a ἀγαθὸς Β: ἀγαθὸν ZNa 19 εἰδῶσιν] εἰδῶς ἦν a ἔχουσι B: ἔχωσι ZNa 20 εὐνουοῦσιν Z 21 τετυχηκέναι Z συμπόσεως a 22 ὡς N: om. ZBa 24 ὡς N: om. ZBa 25. 26 ἕως— συμβηβεκός om. a 27 ἐκ alterum om. Ba λεγομένων] λελεγμένων Z 28 ὁ om. a ἐν om. Β 29 ἀγαθοῦ] ἀγαθὴν N ἕνεκεν ὧ ἕνεκεν Z 11*)
Οἱ μὲν οὖν διά τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ’ αὑτοὺς [*](137v) φιλοῦσιν, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ δι᾿ αὑτούς (καθ᾿ αὑτοὺς γὰρ ἂν ἐφίλουν), ἀλλ’ ᾗ γίνεταί τι αὐτοῖς παρ᾿ ἀλλήλων ἀγαθόν. τοῦτο δέ ἐστι τὸ χρήσιμον, ὅθεν κατὰ συμβεβηκὸς αὐτῶν ἡ φιλία ἐστίν. διότι γὰρ συμβαίνει τι ἀπ’ αὐτῶν γίνεσθαι, συνίσταται· ἀλλ’ οὐ δι’ αὑτούς· ὁμο·ίως δὲ καὶ διὰ τὴν αὐτὴν αἰτίαν οἱ δι᾿ ἡδονὴν φιλοῦντες, οὐ καθ’ αὑτοὺς φιλοῦσιν ἀλλὰ κατὰ συμβεβηκός. οὐ γάρ τῷ ποιούς τινας εἶναι, φησί, φιλοῦσι τοὺς εὐτραπέλους. δόξει δ’ εὔηθες διὰ τοῦτο λέγειν κατὰ συμβεβηκὸς τὴν καθ’ ἡδονὴν φιλίαν, ὅτι οὐ διότι ἀγαθοί εἰ σί’ φιλοῦσιν. ὁμολογεῖται γὰρ οὐ τὸ αὐτὸ εἶδος εἶναι. παραπλήσιον γάρ ἦν λέγειν ἧι τῶν ἀγαθῶν φιλίαν κατὰ συμβεβηκός. οὐ γὰρ διότι εὐτραπελοι φιλοῦνται ὑπ’· ἀλλήλων, ἀλλ’ ἔοικε ποιοὺς λέγειν τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν, ἀλλὰ μὴ κατὰ τὸ πρός τι’ ὁ μὲν οὖν εὐτράπελος ποιός ἐστιν ἀπὸ τῆς εὐτραπελίας παρωνομασμένος, ὁ δὲ ἡδὺς πρός τι· τινὶ γὰρ ἡδὺς καὶ εἰ ὁτιοῦν μάλιστα ἡ ἡδονὴ γίνεται τοῖς φιλοῦσι τοὺς εὐτραπέλους ἀπ’ αὐτοῦ, ὅμως οὐχ ᾗ εὐτράπελοι φιλοῦσιν αὐτούς, ἀλλ᾿ ἡ αὐτοῖς ἡδεῖς. εἰ γοῦν εὐτράπελοι μὲν εἶεν, αὐτοῖς δὲ μὴ ἡδεῖς, οὐδὲ φιλήσουσιν αὐτοὺς, καὶ διὰ τὸ χρή σιμὸν δὲ φιλοῦντες διὰ τὸ αὐτοῖς ὠφέλιμον στέργουσι. καὶ δι’ ἡδονὴν διὰ τὸ αὐτοῖς ἡδὺ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν ὅποτέ ἐστιν, εἴτε εὐτράπελος εἴτε πλούσιος, ἀλλ’ ᾗ ὁ μὲν παρέχει ἡδονὴν, ὁ δὲ χρείαν. εὐδιάλυτοι δὴ αἱ τοιαῦται φ·ιλίαι, μὴ μενόντων ὁμοίων τῶν πρόσθεν φιλουμένων. οὐδὲν γὰρ κωλύει ἔτι μένειν εὐτράπελον ἢ ἔτι πλούσιον. ἀλλ’ εἰ μὴ ἡδὺς ὁ εὐτράπελος τῷ πρόσθεν ἡδομένῳ, διαλύεται ἡ φιλία· ὁμοίως δὲ καὶ ἂν μηκέτι ᾖ χρήσιμος.
Ἐπισημειοῦται δέ, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς πρεσβύταις ἡ κατὰ τὸ χρήσιμον γίνεται φ·ιλία, καὶ ἔτι τῶν ἀκμαίων ὅσοι διώκουσι τὸ συμφέρον. λαμβάνει δὲ πρεσβύτας καὶ ἐν ἀκμῇ οὐ τοὺς σπουδαίους ἀλλὰ τοὺς πολλούς· [*](2 ὀνόματι a 2. 3 αἱ φιλίαι Ba: φιλίαι ΖΝ 3 διοίσουσι—φιλίαι (4) om. Z 4 ἀλλήλοις a 7 τὸ ἀγαθὸν] τἀγαθὰ Αristoteles 11. 12 αὑ·τούς καθ’ αὐτοὺς γὰρ] αὐτὸ, καὶ καθ’ αὐτὸ a 12 θηλῶν Z 13 ἐστίν (post φιλία) om. NBa 14 αὑτούς B: αὐτούς ZNa 15 καθ’ αὐτοὺς] καθ’ αὑτὸ a 16 ποιοὺς] φίλους a φασι a 22 παρονομασμένος Ν 25 ἧ ΖΒ: οἱ Νa γοῦν] οὖν Β 26 φιλήσουσιν] φιλοῦσιν a 30 μένειν] μὲν Z 31 ἡδὺς corr. ex ἡδεῖς Β2 31 δὲ ὁ] ᾗ ὁ a 32 δὲ καὶ ΖΝ: καὶ Ba 33 ὅτι ὡς Ba: ὡς ὅτι Ν: ὅτι Z πρεσβυτέροις Ba 35 πρεσβύτην Ba)
Τελεία δέ ἐστιν ἡ τιῶν ἀγαθῶν φιλία καὶ κατ’ ἀρετὴν ὁμοίων. [*](138r) πάντα γὰρ ἔχουσι τὰ κατὰ τὸν ὁρισμὸν τῆς φιλίας· τὰ γὰρ ἀγαθὰ βούλονται ἀλλήλοις δι᾿ αὐτοὺς ἐκείνους, οἷς βούλονται τἀγαθά. ἀτελεῖς δὲ αἱ ἄλλαι· οὐ γὰρ ἔχουσι πάντα τὰ ἐν τῷ ὁρισμῷ· βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, ἃ οἴονται, ἀλλ’ οὐ διὰ τοὺς φιλουμένους, ἀλλ’ αὐτοὶ αὐτοὺς δι᾿ αὑτοὺς φιλοῦντες. ἔτι οἱ μὲν καθ’ αὑτοὺς φιλοῦσιν (ᾗ γὰρ ἀγαθοὶ φιλοῦσιν), οἱ κατὰ συμβεβηκός. οὐ γὰρ ᾗ εὐτράπελοι, ὡς ἔφαμεν, ἢ ᾗ πλούσιοι οἱ φιλούμενοι, ἀλλ’ ᾗ αὐτοῖς γίνονται ἡδεῖς ἢ χρήσιμοι. τὸ μὲν οὖν καθ’ αὑτὸ πὰν τέλειον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀτελές. τοῦτο δὲ καὶ αὐτὸ τεκμήριον τοῦ ὁμωνύμους εἶναι τὰς φιλίας. οὐ γὰρ οἷόν τε ὁμογενὲς εἶναι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ὕστερον γὰρ τὸ κατὰ συμβεβηκὸς τοὐ καθ’ αὑτό. εἰκότως οὖν διαμένει βέβαιος ἡ τῶν ἀγαθῶν φιλία· διὰ γὰρ τὸ ἀγαθοὺς εἶναι φιλοῦσιν ἀλλήλους καὶ διὰ τὴν ἀρετήν· βέβαιον δὲ καὶ μόνιμον ἡ ἀρετή. τοὺς μὲν οὖν ἡδεῖς τινι καὶ διὰ τοῦτο φιλουμένους οὐκ ἀνάγκη ἁπλῶς ἡδεῖς εἶναι οὐδὲ τοὺς χρησίμους τινὶ ἁπλῶς χρησίμους εἶναι· ὁ δ’ ἀγαθὸς καὶ ἀπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. οὐ γὰρ· μόνον ἀγαθοί εἰσιν ἀλλὰ καὶ ἀλλήλοις ὠφέλιμοι. τοῦτο μὲν οὖν παρηκολούθηκε τὸ ἀλλήλοις ὠφελίμους εἶναι· φιλοῦσι δὲ ἀλλήλους, διότι ἀγαθοί εἰσιν. εἰσὶ δὲ οἱ ἀγαθοὶ καὶ ἁπλῶς ἡδεῖς καὶ ἀλλήλοις. ἑκάστῳ γὰρ ἡδεῖαι αἵ τε οἰκεῖαι αὐτοῦ πράξεις καὶ αἱ ὅμοιαι αὐταῖς. αἱ δὲ τῶν ἀγαθῶν πράξεις ἢ τοιαῦταί εἰσιν ἢ πάντων μάλιστα ὅμοιαι· διόπερ καὶ ἡδεῖς εἰσιν ἀλλήλοις, καὶ διὰ τοῦτο οὖν τέλειός τε ἀλλὰ καὶ μόνιμος ἥ τῶν ἀγαθῶν φιλία· πάντα γὰρ συνάπτει ἐν αὐτῇ τὰ ταῖς φιλίαις ὑπάρχοντα. πᾶσα γὰρ φιλία ἢ διὰ τὸ ἀγαθὸν ἢ δι’ ἡδονήν, καὶ δι’ ἀγαθὸν ἁπλῶς καὶ ἡδὺ ἁπλῶς, ὅπερ ὑπάρχει ἐν τῇ τῶν ἀληθῶν φιλίᾳ ἢ διὰ τὸ τῷ φιλοῦντι ἀγαθὸν ἢ ἡδὺ καθ’ ὁμοιότητά τινα. οἱ γὰρ μὴ διὰ τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ ἁπλῶς ἡδὺ φιλοῦντες ἀλλὰ διὰ τὸ αὑτοῖς τὴν καθ’ ὁμοιότητα λεγομένην φιλίαν ἔχοιεν ἄν, οὐ τὴν κυρίως· τῇ δὲ τῶν σπουδαίων πάντα ὑπάρχει. καὶ γὰρ κατὰ τὸ ἁπλῶς ἀγαθὸν φιλοῦσι καὶ τὸ αὑτοῖς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἡδὺ καὶ τὸ αὑτοῖς ἡδύ. ταύτῃ γὰρ ὅμοιοι, φησί, καὶ τὰ λοιπά. οὕτω μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥητέον ταῦτα, τουτέστι διὰ τοῦτο· λέγει δὲ διὰ τὸ ἀγαθοὺς αὐτοὺς εἶναι καὶ τὰ λοιπά, ὅτι ὅμοιοί εἰσιν· ἡδεῖς τε ὁμοίως καὶ χρήσιμοι, οὐ μόνον ἀγαθοὶ ὁμοίως. ἢ ταύτῃ δὲ ὅμοια καὶ τὰ λοιπά, ἵν’ ᾖ ταύτῃ δὲ τῇ φιλίᾳ ὅμοια καὶ τὰ λοιπὰ εἴδη τῆς φιλίας.
Σπάνιαι δ’ αἱ τοιαῦται φιλίαι. ὀλίγοι γὰρ οἱ ἀγαθοί, ἔτι δὲ καὶ δεῖ [*](1 ἐστιν om. Ba 2 πάντες a 3 οἷς βούλεται a 5. 6 φιλοῦντες scripsi: φιλοῦντας ZN: φιλοῦνται Ba 9 τέλιον N 10 ὁ·μωνύμου Z οἷόν τε Ba: οἴονται ΖΝ τὸ om. a 11 ὕστερον—συμβηβεκὸς om. Β τοῦ] καὶ τὸ Z 12 τὸ ἀγα] lac. Z 16 γὰρ om. a 16 17 ἀλλήλους ὠφελίμους NB 17. 18 δὲ ἀλλήλοις NBa 18 δὲ οἱ ἀγαθοὶ ΖΝ: οἱ ἀγαθοὶ a: ἀγαθοὶ Β 20 διόπερ] διὸ Ba 23 πᾶσα Z: πᾶσι Na: πᾶσα corr. ex πᾶσι Β 24 ὅπερ] ὃ Ba ἀληθινῶν Ba 26 φιλοῦντες (R): φιλοῦνται ZNa τὴν αὐτοῖς Ba αὐτοῖς Diels: αὐτοῖς libri, ut 28. 29 27 ἔχειεν N τῇ corr. ex τὴν Β πάντων a 29 ὅμοιοί Ba et Arist. K b: η ὅμοιά ZN et Arist. vulg. 30. 31 ἀγαθὸν a 32 ἵν᾿ ἧ Za: ἵνα Ν ἶν’ ᾖ— λοιπὰ (33) om. Β)
Αὕτη μὲν οὖν, ἡ τῶν ἀγαθῶν φιλία, καὶ κατὰ τὁν χρὁνον τελεία ἐστίν (ἐν πολλῷ γὰρ χρόνῳ κρίνεται) καὶ <κατὰ> τὰ λοιπά. καὶ γὰρ καθ’ αὑτήν ἐστι φιλία οὐ κατὰ συμβεβηκὸς καὶ πάντα ἔχει τὸ ἄγαι|θὸν τὸ ἡδὺ τὸ [*](138r) χρήσιμον· τὸ δὲ πάντων τελειότατον ἐν αὐτῇ ἡ ἀρετή, ἢ ὁμολόγου μένως τε- λειότατον τῶν ὄντων ἀγαθὸν πλὴν τῆς εὐὸ̀αιuιονίαζ. ἔτι δὲ ὁμοία ἐστὶν ἑκα- τερῶ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· ἰσότης γὰρ ἡ φιλία. αὕτη δ’ οὐκ ἂν γένοιτο μὴ ὁμοίως ἀλλήλους φιλούντων. ἡ δὲ διὰ τὸ ἡδὺ φιλία καὶ <ἡ> διὰ τὸ χρήσιμον καθ’ ὁμοιότητα ταύτης λέγονται· οἵ τε γὰρ ὸι’ ἡδονὴν ἀλλήλοις ἡδεῖς καὶ οἱ διὰ τὸ χρήσιμον ἀλλήλοις χρήσιμοι. ἃ δὲ ἑξῆς λέγει, δῆλον ὅτι καὶ ἐν τούτοις αἱ φιλίαι διαμένουσιν, ἂν ἰσότητος lo ὡς δυνατόν ἐστιν ἅπτωνται, τὸ α ὒ τὸ καὶ ἀπ’ ὁ τ ο ὗ’ α ὒ τ ο ὖ ἡ τὸ ἡδὺ ἀντι- παρέχοντες ἀλλήλοις ἢ τὸ χρήσιμον, καὶ μὴ ὡς ἐραστὴς καὶ ἐρώμενr̔ λαμ- βάνει δὲ ἐραστὴν καὶ ἐρώμενόν οὐ σπουδαίους. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλ λαττόυενι ἐν ἰοῖς ἐρωτικοῖς ἀλλὰ τὸ χρήσιμον, ὡς οἱ ἐπ’ ἀργυρίῳ συνόντες τοῖς ἐρασταῖς, οὔτε κυρίως φιλοῦσι καὶ ῥᾳδίως διαλύονται. οὐδέτερον δὲ λέ- [*](31) [*](25) γει τὸν μέσον, ὃς οὔτε φαῦλος οὔτε ἀγαθός ἐστιν. τοῦτον δέ φησι καὶ τῷ φαύλῳ ἔσεσθαι φίλον· καὶ δι’ ἡδονὴν καὶ διὰ τὸ χρήσιμον συγχωρητέον· ἔτι δὲ τὸν uέσ̣ον καὶ τῶ σπουδαίω καὶ τῶ σαύλῳ· τὸ δὲ τῶ ὑαύλω τὸν σπου- δαῖον ἔσεσθαι φίλον ἢ δι·ὰ τὸ ἡδὺ ἢ διά τὸ χρήσιμον οὐ ῥᾴδιον πιστεῦσαι. οὔτε γὰρ ἄν ἡσθείη τῷ φαύλῳ ὁ σπουδαῖος οὔτε θέλῃς ἀν’ χρήσιμος αὐτῷ τῷ γενέσθαι, οὐδὲ ἐκεῖνος αὐτῷ. εἰ μὴ ὄρα φαῦλον λέγει τὸν μὴ ἀνιάτως ἔχοντα, ὃν ἰδὼν ὁ σπουδαῖος οὐκ ἀγεννῆ μὲν φύσιν ἔχοντα διεφθαρμένον δέ, [*](1 πρὸς Ba: πρός γε 2N καὶ om. Z "2 εὐτυχίας XHa διαλάθῃ a o προ- βαλόμενος Z 4 ἔλεγεν] c. 2 p. lir)5iio4 5 ὅτι] ὃς Z ἐντευχηκἐναι] ἐντυχεῖν Ba 7 ἀγαθοὺς Ba λαβῶνιι Z 1 1 γὰρ] δὲ X κατὰ ex Aristotele addidi δὲ post λοιπά add. ZX lo πάν] lar. Z 14 ἀγαθῶν] X 14. 15 ἑ·κα- τέρα παρ’ Β 15 ὅπερ ZX: ὃ Ba 16 αὕτη—φιλούντων om. Z ἀλλήλων Ba 16. 17 ἡ δὲ διὰ τὸ ἡδὺ φιλία om. Z 17 ἡ addidi ex Arist.: om. libri ταὑ- τῇ a λέγεται Ba lit δῆλον ZBa: δῆλα X διαμένουσιν] διαβασ́͂ουσιν N 20 ἐστιν om. a ἅπτονται Xa ἢ τὸ srripsi: ἤτοι libii 20. 21 ἀντιπαρέχοντες scripsi: ἀντιπαρέχονται Z : ἀντιπαρέχοντα NBa 22 καὶ posit ἐραστὴς om. a σπουδαῖον Ba 22. 23 ἀντικαταλαττόμςνοι Z 23 ἐπ’ ἀργυρίῳ] παρ’ ἀργύριον a 24 κυρίως] ῥᾳδίως Ba φ ιλοῦσι X : φίλοι Z 25 ἐστιν om. Ba 26 διὰ τὸ χρήσιμον N: τὸ χρήσιμον ZBa 2!) θελείσῃ a χρήσιμον et ἐκεῖνον libri: oorr. a oO λέγει] φισι Ba ."ll ἀγεννῆ a διεφθαρμένην a)
Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης ἕως τοὺ 139r φαίνονται φιλίαι δι᾿ ἀνομοιότητα ἐκείνης.
Τῆς φιλίας εἰς εἴδη τρία νεμεμημένης ὁμώνυμοι ἀλλήλοις οἱ φίλοι· κατὰ μὲν οὖν τὸ πρῶτον εἶδος οὐκ ἔσονται φίλοι ἀλλήλοις οἱ φαῦλοι. δι᾿ ἀρετὴν γὰρ οἱ μὲν ἐπιεικεῖς φιλοῦσιν ἀλλήλους, τοῖς δὲ φαύλοις οὔτε ἀρετῆς μέτεστιν οὔτε τῆς δι’ αὐτὴν φιλίας· δι’ ἡδονὴν δὲ γένοιντ’ ἄν φίλοι καὶ οἱ φαῦλοι. ἐνδέχεται γάρ τινας μοχθηροὺς ἡδονὴν ἀλλήλοις πορίζειν καὶ διὰ τοῦτο συνάπτειν ἀλλήλοις τὴν δι’ ἡδονὴν φιλίαν. γίνοιντο δ’ ἂν καὶ διὰ τὸ χρήσιμον· ἔνιοι γὰρ φαῦλοι μέν εἰσι, γίνονται δὲ ἀλλήλοις χρήσιμοι, καὶ σχεδὸν ταύτην μάλιστα οἱ φαῦλοι μετίασι τὴν φιλίαν· ἵνα γὰρ τύχωσιν ὧν δέονται παρά τινων, ἀνθυπουργοῦσιν αὐτοῖς, ὧν ἂν ἐκεῖνοι ἐν χρείᾳ ὦσι, καὶ λέγεται [*](3 δὲ post ἡ om. a 4 καὶ ἀγαθοῖς—φιλία (5) om. Z 5 εἰληφαίναι ZN 5. 6 πιστεύσωσι Νa 7 ἀδικήσαιεν ZB ἀλλήλοις a ὑπάρχει Z 8 δεῖ] δῆ Z 9 τῶν om. B 10 εἰσι corr. ex λέγουσι Z φίλοι] φιλίαι Z 11 τοιαύτας] αὐτὰς N ἐχόμενοι—φιλίαν (12) om. Z 11. 12 ἀληθῆ a 18 μέν τι] μέντοι N λέγηται corr. ex λέγειται N πρῶτος Ba 21 λοιπαὶ] λυπαὶ Z 23 εἰς—ἐκείνης (24) om. a 25 τῆς φιλίας εἰς εἴδη τρία τρία εἴδη Z)] Εἰς εἴδη τρία τῆς φιλίας a 26 οὖν om. a 27 ἀλλήλοις a 28 γένοιντ Ba: γένοιτ’ ZN 32 ταύτην] ταῦτα N μετίασοι N 33 παρατείνων Ν)
Ὁ δ᾿ Ἀριστοτέλης τὴν μὲν φιλίαν οὔ φησι διαλύεσθαι ὑπὸ τῶν τόπων, ἂν ὧσι κεχωρισμένοι, τὴν δὲ φιλικὴν ἐνέργειαν· ἴσως οὐκ ἀλόγως· τὴν γὰρ μεγίστην ἐνέργειαν διαλύει ἡ ἀπουσία. οὐδὲν γὰρ οὕτω φιλαὸν ὡς τὸ συζῆν τοὺς φους καὶ καρποῦσθαι τὴν ἐκ τῆς συνουσίας καὶ ὁμιλίας ἀπόλαυσιν καὶ ἀντιπαρέχειν ταύιην. ἴσως οὖν καὶ ἀσφαλέστατον ἦν οὕτως εἰπεῖν, ὅτι οὐκ [*](4 καὶ ᾖ—καὶ δι᾿ om. B καὶ δι᾿ ἡδονὴν om. Z 5 αὐτοῖς] αὐτοῖς libri ἀεὶ] αἱοὶ N φαῦλοι Z: φίλοι NBa 6 οὐδὲν sciipsi: οὐδὲ libri 7 ἤθη αὐτῶν παραπλήσις a 8 post ἔχωσι addit ἀλλήλοις Z 9 αὐτοὺς] αὐτοὺς libri διόπερ ZN: διὸ Ba 11 χρήσιμον : εἴρηται ὅτι δὴ Diels 13 ἐπεὶ γὰρ] lac.Z τῷ ZB: τὸ Na ἡδὺς Z 15 post ἔχουσι add. τέλη Z τῆς φιλίας—ἔχουσι (17) om. Z 16 αὑτοὺς] αὐτοὺς libri 16. 17 διὰ τὸ χρήσιμον N 17 ιέλος N ὥσπερ] ὡς Ba 19 κατὰ δὲ—οἱ μὲν καθεύδονιες (20) om. Β κατὰ τὴν]κατ᾿ a 20 οὕτω] οὗτος Z 23 φίλων] φίλον N 24 ἡσθήσεται N 25 ἀνιάσοντε N τινι om. Ba πύθονται a 25. 26 περιπεπτωκότες a 26 τοὺς φίλους om. ZBa 27 αὐτῷ B: αὐτῶν ZNa: in amando ipsos versio lat. αὐτοὺς Diels: αὐτοὺς libri 28 ἄλλο] ἄλλό τι Ba 29 οὔ φησι τὴν μὲν φιλίαν a 32 ἐκ τῆῆς συνουσίας καὶ ὁμιλίας ZN: ἐντεῦθεν Ba)
Μάλιστα μέν ἐστι φιλία, ὡς καὶ πρότερον εἴρηται, ἡ τῶν ἀγαθῶν. φιλητὸν μὲν γὰ ἀπλῶς, καὶ αἱρετὸν τὸ ἀπλῶς ἀγαθόν· καὶ ἡδὺ τὸ ἁπλῶς ἡδύ. ἑκάστῳ δὲ τὸ ἑκάστῳ, τῷ δὲ ἀγαθῷ καὶ ἀγαθὸν καὶ ἡδὺ ὁ ἀγαθός. ἐοικέναι δέ φησι τὴν μὲν φίλησιν πάθει, τὴν δὲ φιλίαν ἕξει. καίτοι δοκοῦσί τινες φιλήσεις καὶ ἕξεις εἶναι οὐ μόνον πάθη. πάθη δ’ εἰσὶν αἱ πρόσκαιροι κινήσεις αἱ κατὰ σῶμα ἢ ψυχήν, ἕξεις δὲ ποιότητές τινες ἔμμονοι, ἀφ’ ὧν αι ἐνέργεια καλουαεν γαρ τινας φιλοινους καὶ φιλοφους της φιλησεως της εν αὐτοῖς ἕξεως ουσης. λεγω οε ἐν αὐτοῖς ἔξιν τὴν τε φιλοψιαν και την φιλοινίαν. μήποτ’ οὖν πάθος καλεῖ οὐ μόνον τὴν πρόσκαιρον κίνησιν, ἀλλὰ καὶ τὴν παθητικὴν διάθεσιν· λέγω δὲ παθητικὴν διάθεσιν ἰὴν ἐν τῷ παθητικῷ μόνῳ, μηκέτι δὲ καὶ ἐν τῷ λογιστικῷ. ἡ μὲν γὰρ φιλία <ἐν> τῷ λόγον τῆς φυχῆς ἐστι καὶ ἐν τῷ ἀλόγῳ. καὶ γὰρ κρίνας κτᾶται τὸν φίλον καὶ παθὼν πρὸς αὐτόν, καὶ ἡ ἕξις ἐν ἀμφοτέροις γίνεται τοῖς μορίοις. ἡ δὲ κατὰ πάθος φίλησις κατὰ ψιλὸν τὸ πάθος ἐγγίνεται καὶ κατὰ τὸ πάθος ἐνεργεῖ. διὰ τοῦτο τὴν μὲν φίλησιν πάθος, τὴν δὲ φιλίαν ἕξιν εἴρηκεν. ἔστι δὲ καὶ ἡ φιλία ἡ μέν τις ἕξις, ἡ δὲ ἐνέργεια. νῦν δὲ τὴν ἕξιν παραβέβληκε τῇ φιλίᾳ. ὅτι δὲ ἡ μὲν φιλία ἕξις, ἕξις, οἵαν εἰρήκαμεν, ἡ ἐν ἀμφοτέροις τοῖς μορίοις ψυχῆς, ἡ δὲ φίλησις πάθος εἴρηται παθητική τις ἕξις οὖσα ἀφ’ ἧς αἱ ἐνέργειαι κατὰ πάθος μόνον γίνονται, δῆλον ποιεῖ λέγων, τὴν μὲν φησιν οὐχ ἧττον πρὸς τὰ ἄψυχα εἶναι, ἀντιφιλεῖν δὲ μετὰ προαιρέσεως, τὴν δὲ προαίρεσιν ἀφ’ ἕξεως. διὰ γὰρ τούτων φανερόν ὅτι γίνεται ἡ φίλησις παθητική τις διάθεσις καὶ πρὸς ἄψυχα, οἷον ἡ μὲν φιλοινία πρὸς τὸν οἶνον, ἡ δὲ φιλοψία πρὸς τὸ ὄψον. ἀφ’ ἧς ἕξεως κατὰ πάθος μόνον, ἡ ἐνέργεια ἡττωμένων κατὰ τὸ πάθος τῶν μὲν τοῦ οἴνου, τοῦ δὲ τοῦ ὄψου. ἡ δὲ φιλία, ἐπειδὴ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, εἴη ἂν ἕξις ἡ φιλία ἔν τε τῷ λόγον ἔχοντι καὶ ἐν τῷ παθητικῷ, ἀφ᾿ ἧς βούλονται τἀγαθὰ τοῖς φίλοις αὐτῶν ἐκείνων ἕνεκα, οὐ κατά πάθος ψιλὸν ἀλλὰ κατά τινα ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς ἕξιν. φιλοῦντες δὲ τὸν φίλον ἅμα μὲν τὸν φίλον φιλοῦσιν. ἇι δὲ τὸ αὑτοῖς ἀγαθόν. ὁ γὰρ φίλος ἀγαθὸς τῷ φίλῳ καὶ ἀνταποδιδόασι τὸ ἴσον ἀλλήλοις. καὶ γὰρ βούλεται ἑκάτερος ἑκατέρῳ τἀγαθὰ αὐτοῦ ἐκείνου [*](4 καὶ om. Z 5 μὲν οὖν Arist. 7 ἑκάστῳ δὲ τὸ ἑκάστου a 8 οὖν φησι a πάθει ZNa: ἕξει Β ἕξει ΖΝa: πάθει Β 11 καλοῦσι Ba φιλοψύχους a 12 τε om. Ba φιλοψίαν NB: φιλοψΐχειν Z: φιλοψυχίαν a τὴν (post καὶ) om. Ba 13 πάθη B 14 λέγω—διάθεσιν om. a 15 μηκέτοι N τὴν ἐν τῷ tw λογιστικῷ a ἐν (post φιλία) addidi ἔχοντα Ν 16 γὰρ om. Z 17 παθὼν corr. ex παθὸν N ἀμφετέροις Z 21 εἰρήκαμεν] εἴπομεν Ba τοῖς Z: τῆς N: om. Ba 23 δῆλον δὲ ποιεῖ a 26 φιλοψία] φιλοψυχία Z 28 τὸ (ante πάθος) om. Ba τοῦ ante οἴνου et ante ὄψου om. Ba ἐπειδὴ] ἐπεὶ Ba 30 καὶ ἐν. τῷ Z: καὶ τῶ NBa 31 τινα] γε Ba 32 τῆς ψυχῆς om. a ἕξιν om. Z 33 αὐτοῖς libri)
Πολλοῖς δὲ εἶναι φίλον, οὔ φησιν εἶναι ῥᾴδιον, κατὰ τὴν τελείαν [*](140r) φιλίαν, ὥσπερ οὐδὲ ἐρᾶν πολλῶν. ὑπερβολὴ γάρ τίς ἐστιν ἐν τῷ φιλεῖν, τοῦτο δὲ οὐ ῥᾴδιον πρὸς πολλούς· αἱ γὰρ ὑπερβολαὶ πρὸς ὀλίγους. λεκτέον δ’ ὑπερβολὴν τὴν κατὰ τὸ εὖ. διὰ τί οὖν οὐκ ἂν εἴη πρὸς πολλούς, ἀπορήσαι ἄν τις. εἰ γὰρ καθ’ ὑπόθεσιν εἶεν πολλοὶ ἀγαθοί, τί κωλύει τὸν ἀγαθὸν ἔμπειρον αὐτῶν γινόμενον πᾶσιν ὁμοίως εἶναι φίλον; ἢ συναπτέον ἃς ἐπιφέρει αἰτίας τοῦ μὴ πολλοὺς ἀρέσκειν τῷ ἀγαθῷ. οὔτε γὰρ ἀγαθὸν εἶναι οἷόν τε πολλοῖς, ἀλλ’ ἀλαπητὸν ἑνὶ ἢ δυσὶν ἐντυχεῖν. οὔτε πεῖραν οἷόν τε πολλῶν ἅμα λαβεῖν, δεῖ δὲ πάντως πρὸς τὸ ἀδιάβλητον εἶναι· ἔτι δὲ καὶ συνηθείας, αὕτη γάρ ἐστι πρὸς τῇ ἀρετῇ συνάπτουσα καὶ προσοικειοῦσα ἀλλήλοις ἰὰς τῶν ἀγαθῶν ψυχάς· διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ ἐνδέχεται πολλοῖς εἶναι φίλον. καὶ γὰρ πολὺ τὸ τῶν τοιούτων γένος.. ἔτι δὲοὐδὲ πολλοῦ χρόνου δεῖ οὐδ’ ἐξετάσεως· ἐν ὀλίγῳ γὰρ χρόνῳ εὐθέως φανεραὶ γίνονται αἱ περὶ τῶν χρησίμων καὶ τῶν ἡδέων ὑπηρεσίαι, καὶ καταμάθοι ἄν τις ταχέως τὸν αὑτῷ ἡδὺν ἢ χρή σιμὸν. ὅταν δὲ μηκέτι γένηται τούτων ὁποτεροῦν, λύεται ἡ φιλία· ἐν ὀλίγῳ γὰρ χρόνῳ συστᾶσα καὶ τὴν ὕπαρξιν ἔχει ὀλιγοχρόνιον. ἀμφοτέρων δὲ καθ’ ὁμοιότητα τὴν πρὸς τὴν πρώτην λεγομένων φιλίαν, τῆς τε δι’ ἡδονὴν καὶ ἰῆς διὰ τὸ χρήσιμον, μᾶλον ἔοικε τῇ πρώτῃ φιλίᾳ ἡ δι’ ἡδονήν, ὅταν ἑκατέρῳ παρ’ ἑκατέρου γένηται τὸ ἡδύ. δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους ἡδέως συνεῖναι καὶ χαίρειν ἀλλήλοις, ὅπερ ὑπάρχει τοῖς δι᾿ ἡδονὴν φιλοῦσιν, ἔτι δὲ ἐλευθεριωτέρα ἐστὶ τῆς διὰ τὸ χρήσιμον· οὐ γὰρ διὰ κέρδος οὐδὲ δι᾿ ὠφέλειαν τὴν ἐκ χρημάτων ἢ ἄλλης χρείας φίλοι εἰσίν, ἀλλὰ προσπάσχοντες ἐνίοτε ἀλλήλοις ἢ τοῖς αὐτοῖς χαίροντες, οἷον γυμνασίοις μαθήμασι παιδιαῖς. ἡ δὲ διὰ τὸ χρήσιμον φιλία μᾶλλον ἀγοραίων ἐστὶν ἀνθρώπων καὶ ἀνελευθέρων. τεκμήριον δὲ τοῦ τὴν διὰ τὸ ἡδὺ φιλίαν έοικέναι μᾶλλον τῇ ἀληθινῇ, ὅτι καὶ οἱ μακάριοι καὶ εὐδαίμονες οὗτοι δέ εἰσιν οἱ κατ᾿ ἀρετὴν ἐνεργοῦντες ἐν προηγουμένοις) χρησίμων μὲν οὐ δέονται φίλων, ἡδέων δέ. μάλιστα μὲν γὰρ ἄν βούλοιντο τελειοτέρους κατ᾿ ἀρετὴν ἔχειν τοὺς φίλους, καὶ πάντῃ ἑαυτοῖς ὁμοίους, ἄν δὲ μὴ εὐπορῶσιν, ἀπόχρη [*](1 ἑκατέρῳ om. a φιλία a: φίλου ΖΝΒ: Z in marg. γρ. ἡ φιλία 4 πρεσβυτέρων a ἧττον] οὐ Ba 5 γίνονται Ba: γίνεται ΖΝ 6 φίλον] φίλοις N φασι a εἶναι Z: ἐστὶν N: om. Βa 7 ἐστιν om. Ba 9 διὰ τί] διότι a 11 ἔμπορον a αὐτὸν N 12 πολλὰ a οὔτε] lac. Z 13 πολλοῖς] πολλοὺς B πεῖραν] πεῖ Ν 15 αὕτη] ὥτο Z τῇ ἀρετῇ] ἀρετὴ Ν 16 δὲ] ἢ a 17 φίλους Ba Z: πολλοὶ Ν δὲ om. a 18 οὐδὲ om. Z εὐθὺς Β 20 τὸν] τῶ Z μηκέτι] μὴ B 22 δὲ] γὰρ Ba λεγομένων corr. exemplum Spanhemii Berolinense: λεγομένην libri 25 ὃ Ba τοῖς] τῆς Z 27 ὠφέλιαν Ν ἄλλης] ἄλλοις Z 28 προσπάσχοντες Ba: προπάσχοντες ΖΝ 29 παιδιαῖς Βa: παιδία N: παιδεία Z ἐστὶν om. Ba 31 καὶ οἱ εὐδαίμονες Na εἰσιν om. Ba 34 πάντη Ba: πάντα ZN)
Οἱ δ’ ἐν ταῖς ἐξουσίαις (λέγει δ’ ἐν ταῖς ἐξουσίαις τοὺς τυράννους καὶ τοὺς καλουμένους βασιλεῖς, οὐκ ὄντας δέ, ἅτε τρυφῶντας) διῃρημένοις χρῶνται τοῖς ὀνομαζομένοις αὐτῶν φίλοις. οἱ μὲν γάρ εἰσιν αὐτοῖς ἡδεῖς, οἱ δὲ χρήσιμοι· αἴτιον δέ, ὅτι οὔτε ἡδεῖς ζητοῦσι μετ’ ἀρετῆς (οἱ αὐτοὶ ἄν ἦσαν καὶ χρήσιμοι) οὔτε χρησίμους εἰς τὰ καλά (οἱ αὐτοὶ γὰρ ἦσαν καὶ ἡδεῖς)· χρήσιμοι γὰρ εἰς τὰ καλὰ οἱ ἐνάρετοι. εἴρηται δὲ ὅτι οἱ ἐνάρετοι καὶ ἡδεῖς εἰσιν, οἱ δὲ δυνάσται ἐφιέμενοι μὲν τοῦ ἡδέος τοὺς εὐτραπέλους κτῶνται φίλους, εἰς δὲ τὰς χρείας τοὺς δεινοὺς τὰ προσταχθέντα πρᾶξαι. οὐ συνδυάζεται δὲ ταῦτα ἐν τοῖς πολλοῖς· οἵ τε γὰρ καλούμενοι εὐτράπελοι, ὄντες δὲ βωμολόχοι, ὡς ἐπὶ τὸ πολὺ εἰς τὰς πράξεις ἀχρεῖοι, οἵ τε δεινοὶ καὶ παρακλητικοὶ τῶν προσταττομένων πάσης χάριτος καὶ εὐτραπελείας ἐστέρηνται, ἡδὺς δὲ καὶ χρήσιμος ἅμα μόνος ὁ σπουδαῖος. πρακτικὸς μὲν γὰρ τῶν καλῶν δι’ ἀρετὴν ἡδὺς δὲ τῷ ἀγαθῷ διά τε τὴν τοὐ ἤθους ὁμοιότητα καὶ τὰς καλὰς πράξεις. ἀλλὰ ὑπερέχοντι οὐ γίνεται φίλος ὁ σπου- [*](1 μέσοι] μέσι Z 2 ἐπεὶ Ba μονώτας NB: μονώσας Z: μονώτερον a πρότερον] c. 6 p. 1157b21 4 ἄλλο] ἄλλον Z 5. 6 εὐδαιμονία alterum] εὐδαίμονα a 6 εἴρηκεν] εἶπεν Ba 7 μηδένα ΖΝ: οὐδένα Β: οὐδεὶς a εὐδαιμονὴν Z θελήσῃ Ba ὡς om. a 8 ἐστὶν om. Ba utrubique αὐτὴν N: αὐτὸν Z 9 οἱ ἄνθρωποι ζητοῦσιν ΖΝ: καὶ ζητοῦσιν οἱ ἄνθρωποι Ba 11 καὶ (ante ἔτι) om. Z ἔτι Arist.: ὅτι libri αὑτοῖς] αὐτοῖς libri 12 τελείαν] τ . . . . . . Z 13 ἀναφέροντες Β: ἀναφέρονται ZNa καὶ εἴ τι B: καὶ ἤτι N: lac. Z: εἴτι a γίνεται Na 14 παρὰ] περὶ N δὲ] οὖν N 18 λέγω Β ταῖς om. NBa 19 ἅτε Z: οὔτε NBa τρυφόντας Z 21. 22 γὰρ αὐτοὶ ἦσαν ἄν Ba 22 ἄν in versiculi fine om: N 23 χρήσιμοι— εἰσιν (24) N in marg. ὅτι καὶ οἱ Z 24 ἐφέμενοι Z 25 κτῶντε Ζ: χρῶνται a 26 ἐν τοῖς om. a 27. 28 οἱ δέ τε δεινοὶ a 30 τε om. Ba 31 ἀλλὰ καὶ a ὑπερέχοντος] ὑπερέχοντι a)
Ἐπεὶ δὲ εἶπε μὴ ἂν ἄλλως ἔσεσθαι τὸν σπουδαῖον δυνάστῃ φίλον, εἰ μὴ ἔχοι οὕτως ὁ δυνάστης πρὸς αὐτὸν ὡς κατ’ ἀρετὴν ὑπερέχοντα, ζητοῦσί τινες, εἰ ὁ ἐν τῇ ἐξουσία εἴη σπουδαῖος, ἆρά γε οὐκ ἔσται φίλος αὐτῷ ὁ σπουδαῖος, ἐπεὶ μὴ ὑπερέχει αὐτοῦ κατὰ τὴν ἀρετήν· εὐήθης δὲ ἡ ἀπορία. τοῦτο μὲν γὰρ ἢδη ὁμολογεῖται τόν ἀγαθὸν τῷ ἀγαθῷ ἀσμένως φίλον γίνεσθαι· κἂν ἐν δυνάμει οὖν ᾖ ἅτερος, οὐδὲν διακωλύσει ἡ δύναμις τὴν φιλίαν αὐτῶν, ἀλλὰ δῆλον ὅτι συνέσονται τὰ μὲν ἄλλα πάντα ἴσοι, ὅσα δὲ νόμιμά ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν ἀσμένως ἅτερος συγχωρήσεται τῷ ἐν ἀρχῇ·. δῆλον γὰρ ὡς νομίμως ἄρξει ὁ σπουδαῖος, καὶ ὁ φίλος οὗν ἀρχθήσεται νομίμως. παντὸς γὰρ μᾶλλον, φύλαξ ὁ σπουδαῖος ἰῆς πολιτικῆς κοινωνίας. ἡ μὲν οὑν τῶν αγαθῶν φιλία πάντως κατ’ ἰσότητα· εἰσὶ δέ πὼς καὶ αἱ λοιπαὶ ἐν ἰσότητι. καὶ γὰρ οἱ δι’ ἡδονὴν ἀνταποδιδόασιν ἀλλήλοις ἡδονὴν καὶ οἱ διὰ τὴν χρείαν ἀνθυπουργοῦσι τὰ χρήσιμα. ἔνιοι δ’ ἕτερον ἀνθ’ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν παρέχοντες λαμβάνουσι τὴν κατὰ χρήσιμον ὠφέλειαν, ὡς οἱ διὰ τὴν εὐτραπελίαν ἀξιοῦντες τυγχάνειν χρημάτων. ὅτι δὲ καὶ ἧττον φίλοι εἰσὶν οἱ τοιοῦτοι καὶ ἧττον μένουσιν, εἴρηται. δῆλον δὲ καὶ ὃ ἑξῆς λέγει, ὅτι καθ᾿ ὁμοιότητα τοῦ αὐτοῦ καὶ ἀνομοιότητα δοκοῦσι φιλίαι καὶ οὐ δοκοῦσιν. ᾗ μὲν γὰρ ὑπάρχει τῇ καῖ’ ἀρετὴν φιλίᾳ. καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, ταύτῃ ἐοικυῖαι αὗται φιλίαι νομίζονται· ᾗ δὲ ἡ μὲν τῶν ἀγαθῶν ἀδιάβλητος καὶ μόνιμος, αὗται δὲ καὶ διαβολὴν δέχονται καὶ μεταπίπτουσι, ῥᾳδίως οὐκ ἔστι. διαφέρουσι δὲ καὶ ἄλλως τῷ τὴν μὲν τῶν ἀγαθῶν καθ’ αὑτὴν εἶναι· δι’ αὑ- [*](1 ὑπερέχηται] ὑπερέχειται N 4 οἴηται] εἴη τε Z πλούτῳ καὶ δυνάμει Ba: πλούτου καὶ δυνάμεως ZN θαυμάζῃ scripsi: θαυμάζοι NBa: θαυμάζει Z 5 διαφέροντα Ba: διαφέροντος ZN 6 ὡς καὶ a ἐγχειριεῖ N: ἐγχωριεῖ ΖΒa αὑτοῦ] αὐτοῦ ZNa: αὐτὴν B 7 ὁ inserui 8 ὑπεριφανίαν Za θεραπείαν corr. ex θεωρίαν, sed ut evaserit θεωραπείαν Z 10 πρὸς ὑπερέχοντας Z: πρὸς ὑπερέχοντα N: πρὸς τὴν ὑπερέχοντα Ba 12 τῶ δύναστη BNa 13 ἔχει a οὕτως om. Ba 14 γε om. Ba ἔσται] ἔστι a 15 εὐήθεια a ἀπορία] ἀπόκρισις Ba μὲν om. Ba 16 τὸν ZB: τῶ N: τὸ a ἀσμένως] ἀμέσως a γίνεσθαι] γενέσθαι Ζ 17 διακωλύει a αὐτοῦ Ba 19 τῷ] αὐτῶ a 20 παντὸς ZB: πάντως Na 21 ὁ σπουδαῖος om. a 23 οἱ δι’ ἡδονὴν] ἡ δι᾿ ἡδονὴν Z ἀνταποδιδώασιν N 25 παρέχοντα N 28 φιλίαι] φίλοι a 31 διαβολαὶ Z δέχονται om. om. N ῥαδίως] ῥᾷον Ba 32 post ἄλλως add. οἷον N εἶναι om. N)
Ἕτερον δέ ἐστι φιλίας εἶδος, τὸ καθ’ ὑπεροχήν ἕως ταῦτα μὲν οὖν ἀφείσθω.
Καὶ γάρ ἐστιν ἀλλοτριώτερον ὥσπερ καὶ δίκαιον τὸ μὲν κατ’ ἰσότητα ἐστι. τὸ δὲ καθ’ ὑπεροχήν, οἷον πατρὸς πρὸς υἱὸν καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος πρὸς ἀρχόμενον, οὕτω καὶ φιλία, ἡ μὲν κατ’ ἰσότητα, ἡ δὲ καθ’ ὑπεροχήν. ἔοικε γάρ πὼς τῇ δικαιοσύνῃ, ἔστι δὲ καὶ ἡ καθ’ ὑπεροχὴν φιλία ἐν τοῖς αὐτοῖς ἐν οἷς καὶ τὸ καθ’ ὕπερ ὀχὴν δίκαιον. ἡ γὰρ πατρὸς πρὸς υἱὸν φιλία καὶ ὅλως πρεσβυτέρου πρὸς νεώτερον (ἔστι δὲ φρονιμώτερος ὁ πρεσβύτερος ἵνα ἄρχῃ) καὶ ἡ ἀνδρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος φιλία πρὸς ἀρχόμενον καθ’ ὑπεροχήν ἐστι. δῆλον γὰρ ὡς τὸ μὲν ἄρχον ὑπερέχει, τὸ δὲ ἀρχόμενον ὑπερέχεται. σὺν τούτῳ οὖν καὶ ἡ φιλία, σὺν τῷ τὸν μὲν ἄρχειν τὸν δὲ ἄρχεσθαι. διαφέρουσι δὲ καὶ αὗται αἱ καθ’ ὑπεροχὴν ἀλλήλων. οὐ γὰρ ταὐτὰ ὑπάρχει γο.νεῦσι παρὰ τέκνων καὶ ἄρχουσι παρὰ ἀρχομένων οὐδὲ υἱοῖς παρὰ γονέων καὶ ἀρχομένοις παρὰ ἀρχόντων. ἀλλ’ εἰσί τινες φυσικαὶ οἰκεῖαι γονεῦσι παρὰ τέκνων ὑπουργίαι, καὶ τέκνοις παρὰ γονέων προστάξεις καὶ ἐπιμέλειαι, ὧν οὐδὲν μέτεστι τοῖς ἄρχουσι καὶ ἀρχομένοις· καὶ αἱ φιλίαι οὖν ταύτῃ διοίσουσιν. ὅτι δὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα οὐ τὰ αὐτὰ ὑπάρχει, οὐδὲ [*](141r) ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. γονεῦσι μὲν γὰρ καὶ ἀνδράσι προσήκει ἄρχειν, υἱέσι δὲ καὶ γυναιξὶ οὔ. καὶ τοῦτο ποιεῖ τὴν φιλίαν αὐτῶν οὐ κατ’ ἰσότητα ἀλλὰ καθ’ ὑπεροχήν. ταῦτα μὲν οὖν πᾶς ἄν συγχωρήσειεν, ἣν δ’ ἐπιφέρει αἰτίαν τοὺ μὴ τὴν αὐτὴν εἶναι φιλίαν πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα καὶ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, σφόδρα ἐστὶν ἀμφισβητήσιμος. λέγει δὲ οὕτως ἑτέρα γὰρ ἑκάστῳ τούτων ἀρειὴ καὶ ἔργον. οὔ φασι δή τινες ἄλλην ἀρειὴν εἶναι πατρὸς καὶ ἄλλην [*](2 ἄν ante εἰσὶ Ba 2. 3 προσήκοντα Ν 3 ἀδικῆσαι Ζ 4 τις om. Ba πολλὰς superscriptum N αὐτῶν πολλὰς Z 6 φιλίας εἶδος Z: εἶδος φιλίας N 8 ἀλλοτριωτέρᾳ NB 10 ἄρχοντος Ba: ἄρχοντα N: ἄρχον Z 12 ἐν τοῖς αὐτοῖς—φιλία (13) Ζ in marg., sed habet ἐν τοῖς τοσαύτοις 14 φρονιμότερον N 15 φιλία om. Ba καθ’ ὑπεροχὴν δέ ἐστι Ν 16 ἄρχειν] ἄρχον. Z τούτῳ Β ex τούτοις Za: τοῦτο Ν 17 ἡ φιλία] ὁ ψίλος Β σὺν τῶ NB: . . . τῶ Z 18 γονεῦσαι Ν 18. 19 παρὰ τέκνων] περὶ τέκνων Ν 20 οἰκεῖς N περὶ τέκνων Ν 21 τέκνοις] τέκνων Za μέτεσι] μετέστη Ν 22 δὲ om. Ζ 23 οὐ τὰ αὐτὰ ὑπάρχει οὐδὲ] καὶ Ν 24 γονεῦσι—ἄνδρα (28) om. N γὰρ om. Z 25 γυναιξὶ δὲ καὶ υἱέσιν Ba 26 αὐτῶν Z: αὐτοῖς Ba καθ’ ὑπεροχὴν] μετὰ ὑπεροχῆς Z πᾶς] πῶς Β ἂν om. a 29 ἑκάστῳ Νa: ἑκάστῃ ZB 30 καὶ τὸ ἔργον Arist.)
Ἐν πάσαις δὲ ταῖς ἀρχαῖς καὶ ταῖς καθ’ ὑπερβολὴν φιλίαις οὐ μόνον τὴν φιλίαν δεῖ εἶναι ἀνάλογον ἀλλὰ καὶ τὴν φίλησιν. καὶ σχεδὸν διὰ τὴν φίλησιν καὶ ἡ φιλία ἕξει ἀνάλογον. ἂν γὰρ ὁ κρείττων καὶ ὠφελιμώτερος μᾶλλον φιλῆται τοῦ ἧττον τοιούτου, ἀνάλογον ἕξει καὶ ἡ φίλησις καὶ ἡ φιλία. ὡς γὰρ ἐν ταῖς πολιτικαῖς διανομαῖς κατ’ ἀξίαν δεῖ τὴν τιμὴν νέμεσθαι, οὕτως καὶ ἐν ταῖς φιλίαις ταῖς καθ’ ὑπεροχὴν τὸ φιλεῖσθαι κατ’ ἀξίαν νέμεσθαι. ἔσται γὰρ ἰσότης, ἄν τὸ φιλεῖν καὶ τὸ φιλεῖσθαι ἀνάλογον γίνηται καὶ κατ’ ἀξίαν. οὗτος δ’ ὁ λόγος μηνύει δεῖν τοὺς γονεῖς μᾶλλον φιλεῖσθαι ὑπὸ τοῦ υἱῶν ἢ φιλεῖν, εἰ καὶ μὴ συμβαίνει οὕτως· εἰσὶ γὰρ καὶ ὠφελιμώτεροι καὶ κρείττους. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων ἀρχόντων. ὅσῳ γὰρ [*](2 ἐξαιτάσαι N 3 cf. Arist. Polit. I, 13 p. 1260 a 22 4 ἄδικον om. Z 6 λαμβάνοντες a 6. 7 ἔχειν τὰς ἀρετὰς πάσας a 8 τὰς τοῦ ἄρχοντος Z 11 πράττῃ] πράττει N 12 ποιῇ om. Ba ὥσπερ] ὡς Ba κυβερνήτου a: κυβερνήτης Z: κυβερνίτης N 12. 13 τοῦ κυβερνήτου] κυβερνίτου N 13 ποιῇ] ποιεῖ N ἄρχῃ] ἄρχοντος a τῶν δέ γε ναυτῶν ἀρετὴ ZN: ναυτῶν δὲ Ba 14 κυβερνήτου] κυβερνίτου N αὐτῆς om. Z ἐστὶ om. Ba τὸ (post καὶ) om. Ba 18 τὸν αὐτὸν] τῶν αὐτῶν Z 19 ἄρχει] ἄρχειν Z 20 ἑτέρα] ἄλλη Ba 21 καὶ ἀνὴρ—ἄρχεται (22) om. Ba 22 δὲ om. a 2.3 εἶναι corr. ex εἰδέναι Z 27 φιλῆται ZB: corr. ex φιλεῖται N: φιλεῖται a ἀναλόγως Ba 28 νέμεσθαι] γίνεσθαι Ba 29 καὶ om. NBa 31 δ’ om. a 32 καὶ—οὕτως om. a Comment. Arist. XIX. Aspasius. 12)
Φησὶ δὲ μὴ ὁμοίως ἔχειν τὸ ἴσον ἐν τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρῶιον μὲν ἴσον τὸ κατ’ ἀξίαν καὶ τὸ μὴ τῶν αὐτῶν τυγχάνειν τὸν κρείττονα τῷ ἐλάττονι, δευτέρως δὲ τὸ κατὰ τὸ ποσόν. λέγει δὲ ἐν ἄλλοις ἴσον τὸ καῖ’ ἀριθμόν. γίνεται δ’ ἐπειδὰν ἴσων τυγχάνωσιν οἱ ἐλεύθεροι πάντες. μάλιστα δ’ ἀξιοῦσι ταύτῃ χρῆσθαι τῇ ἰσότητι οἱ δημοκρατούμενοι. διὰ γὰρ τὸ ἐλεύθεροι εἶναι πάντες τῶν αὐτῶν καὶ ὁμοίων τυγχάνειν ἀξιοῦσιν. ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν ἴσον πρῶτον | (δεῖ [*](141v) γὰρ τοὺς τῷ ὄντι φίλους εἶναι ἀλλήλοις ἴσους), τὸ δὲ κατ’ ἀξίαν δευτέρως. οὐ βούλεται γάρ ἡ κυρίως φιλία ἐν ὑπεροχῇ εἶναι τοῦ ἑτέρου. δῆλον δὲ ἐν οἷς πολὺ τὸ διάστημά τινων πρὸς ἀλλήλους. οὐ γὰρ γίνεται φίλος ὁ μηδενὸς ἄξιος τῷ ἐναρέτῳ καὶ σπουδαίῳ οὐδὲ τοῖς βασιλεῦσιν οἱ πολὺ καταδεέστεροι· οὐδὲ τοῖς θεοῖς δὲ τὴν κυρίως φιλίαν εἰσὶ φίλοι οἱ σπουδαῖοι καὶ οἱ καλού- [*](2 γίνονται NB: γίνεται Za 3 καὶ αἱ (αἱ om. a) καθ’ ὑπεροχὴν φιλίαι post (4) ΖΝ 4 ἢ δι’ ἀρετήν] finis Z 5 Ηinc libri RNBa 7 προστάττει] πράττει Β 8 μὲν om. R 9 γυνὴ B: ἡ γυνὴ NRa 10 κολουθῶν R 13 post ἀρχόμενον repetunt καὶ διὰ τὸ χρήσιμον Na γυναῖκες R δὲ καὶ ἄνδρα Diels: δ᾿ ἀνδρὶ libri ἀνδρία R φίλους Ba: φιλίαν NR 14 ἀπορήσειεν Ba 15 τἀγαθὸν Ba υἱεῖ] υἱῷ Ba 16 φιλῇ] φυλὴ R 14 παρακολουθῆ R 19 ἐν τοῖς libri, ut Arist. codd. M b O b: ἔν τε τοῖς Arist. vulg. 20 πρῶτον libri cum Arist. cod. M b: πρώτως Arist. vulg. τὸ κατ’] τῶ κατ’ N 22 ἐν ἄλλοις] Eth. Nicom. Ε 10 p. 1134a 28 τὸ κατ’ N: κατ’ RBa 23 ἐλευθέριοι Na ἀξιοῦσι corr. ex ἀξιοῦσθαι N cf. Polit. E 1 p. 1301 b 29; Z 2 p. 1317 b 4 24 ἐλευθέριοι a 25 μὲν om. R κατὰ τὸ ποσὸν Ba 29 καὶ οὐδὲ N: οὐ καὶ R πολὺ] πολλοὶ Ν 30 δὲ τὴν] ἐστί τις a φιλίαν] φίλος a εἰσὶ δὲ φίλοι a)
Ἀκριβῶς μὲν οὖν οὐκ ἔστι λόγῳ διορίσαι μέχρι πόσου τῆς ὑπεροχῆς οὔσης ἐγχωρεῖ φιλίαν εἶναι. οὐδὲ γὰρ τὰ ἄλλα τὰ πρακτὰ δυνατὸν ἀκριβῶς διορίσαι. νόμως δ’ ὅταν πολὺ ᾖ τὸ μεταξὺ διάστημα, οὐ γίνεται φιλία. διὸ καὶ ἀπορεῖται εἰ βουλήσεται ὁ φίλος τῷ φίλῳ τά μέγιστα ἀγαθά, οἷον θεὸν γενέσθαι. φανερὸν μὲν οὗν ὅτι τὰ ἀδύνατα οὐ βουλήσειαι ὁ φρόνιμος· τοιοῦτον δὲ τὸ ἐξ ἀνθρώπου θεὸν γενέσθαι· ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ δυνατὸν εἴη θεὸν γενέσθαι, ἆρά γε βουλήσεται; σχεδὸν γάρ θελήσει τὸν φίλον μὴ εἶναι φίον, ὥστε οὐδὲ ἀγαθὸν αὐτῷ. ὁ γὰρ φίλος ἀγαθός, εἰ τῷ φίλῳ βούλεται ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά, ἐθελήσει πᾶσαν αὐτὸν ὑπεροχὴν ἔχειν ἀγαθοῦ. ταῦτα μὲν οὖν ἀπορείσθω. ἃ δ’ ἑξῆς λέγει φάσκων τὸν φίλον αὑτῷ τῷ μάλιστα βούλεσθαι τἀγαθά, οὐ περὶ τῶν τὴν πρώτην φιλίαν ἐχόντων εἴ- ῥηταὶ ἀλλὰ περὶ τῶν ὁμωνύμως λεγομένων φίλων. λέγει δ’ ἔζης τὴν αἰτίαν, δι᾿ ἣν οἱ πολλοὶ βούλονται φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν. διὰ γὰρ τὴν φιλοτιμίαν μίαν τοῦτοπάσχουσιν, ἡγούμενοι ταὐτὸν εἶναι τὸ φιλεῖσθαι ἰῷ τιμᾶσθαι· ἔστι δὲ ἕτερον. τὸ μὲν γὰρ τιμᾶσθαι οὐ δι’ αὑτὸ αἱροῦνται ἀλλὰ κατὰ συμ- βεβηκός. ὑπὸ μὲν γὰρ τῶν ἐν ταῖς ἐξουσίαις χαίρουσι τιμώμενοι δι᾿ ἐλ- πίδα τοῦ τεύξεσθαί τινων καὶ ἅμα δυνάμεως ἐφιέμενοι· ὑπὸ δὲ τῶν υἱῶν, ἡγούμενοι μάρτυοͅας ἔχειν. ὅτι εἰσὶν ἀγαθοί. ἀσμενίζουσιν οὖν βεβαιοῦντες ἣν ἔχουσι περὶ αὑτῶν δόξαν. τῷ φιλεῖσθαι δὲ καθ’ αὑτὸ χ αἴρουσι· κρεῖτ- τον οὖν τὸ φιλεῖσθαι τοῦ τιμᾶσθαι καὶ ἡ φιλία τῆς τιμῆς. τὸ γάρ καθ’ αὑτὸ αἱρετὸν βέλτιον τοῦ δι’ ἕτερον.
Ἔστι μὲν οὖν ἡ φιλία ἐν τῷ φ̔οιλεῖν καὶ φιλεγσθαι· μᾶλλον δὲ δοκεῖ ἐν τῷ φ ιλεῖν εἶναι- ἡ ἐν τῷ φιλεῖσθαί. ἡ γὰρ ἐνέργεια ἑκατέρων τῶν φίλων ἐν τῷ φιλεῖν· τὸ δὲ φιλεῖσθαι οὐκ ἔστιν αὐτῶν ἐνέργεια. ἕκαστον δὲ περὶ ἐκεῖνό ἐστι περὶ ὃ ἔχει τὴν ἐνέρ-ίειαν. σημεῖον δὲ φέρει τούτου τὸ καὶ τἀς μητέρας τῶ φιλεῖν χαίρειν, κἄν μὴ φιλῶνται. ὑπὸ γοῦν τῶν εἰς τροφὴν δοθέντων ἄλ- [*](1 τὴν] τοῦ Ba 2 αὐτοὺς ἔχωμεν] ἑαυτοῖς ἔχομεν a ὦσι Diels: εἰσι libri 4 οὐδ’ ὡς] οὐδὲ a 5 εὐχαῖςNRa: ψυχαῖςΒ; cf. Plat. Phileh. p. 25Β σέβεσθαι superscriplo Iv R πολὺR.. πολὺ corr. ex πολλὺ N καταδεεστέρου πολὺ a 7 λόγω R2 πό- σου]πόσηςR 8 δυνατὰ a 9 διωρίσαι R 10εἰ] ἡ N 11 γενέσθαι] γεγἐσ9αι R2 ὁ om. R 12 γενἐσθαι NR: ὑπάρχειν Ba 14 ἀγαθὸς εἴη τῷ φίλῳ NRB: ὁ γὰρ φίλος ἀγαθὸς εἴη εἰ γοῦν τῷ φίλῳ a 15 ὁ φίλος a: φίλος NRB 16 ἀπορήσθω R: ἠπορείσθω N: ἠπορήσθω B ἃ N: ἡ R 16.17 αὐτῷ libri 17 τἀγαθὰ δὲ, οὐ Na φιλίαν post ἐχόντων add. Β 18 περὶ R2 τὴν αἰτίαν om. NR 20 εἶναι om. Ba 21 αὐτὸ libri 22 ταῖς om. Β 23 τεύξεσθαι] φεύξεσθαι R καὶ cm. R 25 αὐτῶν libri τῷω οὖν (26) om. R χαίρουσι καθ’ αὑτό Ba 29 ἑκατέρου) R ;iO αὐτῶν Β: αὐτοῦ RNa ἕκαστονR: ἕκαστος NBa δὲ (post ἕκαστον R2 31 δὲ cm. R 32 τροφὴν scripsi: βολὴν NR: lac 16 fere litt. Β 12*)
Εἰπὼν ἐν ἀρχῇ ὡς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, οἷον ‘ἐρᾶν ὄμβρου γαῖαν ξηρανθεῖσαν᾿, ἐπιφέρει τούτου τὴν λύσιν μαλακῶς· καί φησιν ὡς οὐ καθ’ αὑτὸ ἁλλὰ κατὰ συμβεβηκὸς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται· καθ’ αὑτὸ γὰρ τοῦ μέσου ἐφίεται· ἔστι γὰρ τοῦτο τὸ ἀγαθόν. παραδείγματα δὲ τοῦ τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεσθαι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτά φησιν. οἷον τὸ ὑγρὸν οὐχ ὑπερξηρανθῆναι βούλεται ἀλλὰ πρὸς τὸ μέσον ἐλθεῖν· εἰ γὰρ ὁ ἀὴρ ὑπερυγρανθείη, οὐ διὰ τοῦτο τὸν ὄμβρον ὠθεῖ πρὸς τὸ κάτω, ἵν’ ὑπερξηρανθῇ, ἀλλ’ ἵνα τὴν πολλὴν ἀποβάλλῃ ὑγρότητα· ὁμοίως δὲ καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα.
[*](p. 1159 b 25)<Ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἕως πολλὰ γὰρ τὰ [*](142r) κοινὰ ἴσοις οὖσιν>.
Ἔοικε δέ, ὃ καὶ ἐν ἀρχῇ εἴρηται, ἐν οἷς ἔλεγε “καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι” τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον. ἡ γὰρ φιλία καὶ τὸ δίκαιον περὶ τὰ αὐτά ἐστι καὶ ἐν τοῖς αὐτοῖς, οἷς φιλία ἐστὶν ἐν τοῖς συστρατιώταις καὶ τοῖς λοιποῖς ὁμοτέχνοις, ἀλλὰ καὶ τὸ δίκαιον ἐν τούτοις. οὐ γὰρ αἱρήσεταί τις ἐκ τούτων τὸ παρ’ ἀξίαν λαβεῖν. ἀλλὰ καὶ περὶ τὰ αὐτά· περὶ τὰ στρατιωτικὰ γὰρ ἡ φιλία τοῖς στρατιώταις. κατασκευάζων δὲ τὸ ἐν οἷς [*](3 τοῖς] ταῖς N 4 πλὴν] πλεῖν R 7 cum verbis φιλεῖν ἢ desinit R, ubi quae sequuntur a mauu altera transcripta sunt ex N 8 post verba ἑκάστῳ γὰρ B τ habet ζῆ; de librorum turbis exposui in praefatione; hic hiatum significasse sat habui: deest enim paraphrasis eorum quae Aristoteles disputat c. 10 p. 1159a35— b 19 11 ἐν ἀρχῇ] Θ 2 p. 1155b 3 12 τὴν λύσιν τούτου νῦν ἐπιφέρει N: ἐπιφέρει τούτου τὴν λύσιν Ba 13 κατὰ om. N 17 ὑπερυγρανθείη N: ὑπερυγρανθείη Ba 18 ἶν’ ὑπερξηρανθῇ Ba: ἵνα ξηρανθῇ N ἀποβάλλει N δὲ om. Ba 20 lemma intercidit in exemplaribus graecis, servarunt latina: Videtur autem quemadmodum in principio dictum est usque multa enim communia equalibus existentibus 22 ἔλεγε] Θ 1 p. 1155 a 28 24. 25 συστρατιώταις scripsi ex Arist.: στρατιώταις libri 26 τὰ αὐτὰ N: αὐτὰ Ba 27 κατασκευάζωνται a)
τρίτον εἶδος πολιτείας φησὶ τὴν τιμοκρατίαν, ἣ λέγεται διὰ τὸ ἀπὸ τιμημάτων γίνεσθαι. διδόντες γὰρ χρήματα τὸ ἄρχειν ἐλάμβανον· διὰ τοῦτο καὶ τιμοκρατία ἐλέγετο. < * * * > κακίᾳ δὲ τῶν ἀρχόντων εἰσίν, ὅταν ἐξ ἀριστοκρατίας εἰς ὀλιγαρχίαν μεταβῇ, καὶ ταύτην φαύλην. εἰ γὰρ ἡ ὀλιγαρχία ἀγαθή, οὐδὲν συμβήσεται χείριστον. #x003E; ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία. τὴν δημοκρατίαν ἐλάττω φησὶν εἶναι κακίαν τυραννίδος καὶ ὀλιγαρχίας διὰ τὸ ἐπὶ μικρὸν παρεκβαίνειν τὴν δημοκρατίαν, ἥτις ἐστὶ πολιτεία. εἰ γὰρ καθ’ αὑτὸ σκοπήσεις, χείρω ἂν εὑρήσεις τὴν δημοκρατίαν τῶν ἑτέρων. εἰ γὰρ ἐν τῇ δημοκρατίᾳ πάντες ἄρχουσιν, ἐν τῇ τυραννίδι καὶ [*](1 τοῖς αὐτοῖς scripsi: αὐτοῖς Ba: τούτοις N 3 τύχοι Β: τύχοι N: τύχῃ a 3. 4 στρατιώτης ὢν καὶ δικαστὴς N 5 ἔτι Β: εἰ N: ἕτεροι a καὶ ἐν ᾗ γὰρ a 7 τοῖς στρατιώταις Β τὸ στρατιωτικὸν a δὲ om. Ba 9 καὶ φιλία Ba: ἡ φιλία N 10 γὰρ om. Ba 11 τῶ Ba: καὶ N 13 ἐστιν om. Ba χρημάτων libri et Arist. cod. M b: χρήματα Arist. vulg. 14 καὶ κρεῖττον Ba 16 καὶ μῶν—στρατιωτῶν (17) om. Β εἰσὶν post λοιπῶν om. a 18. 19 desunt quae explicarint Aristotelia p. —33 20 τιμοκρατείαν BNa ubique ἥ Ba: ἤτοι N 22 τιμοκρα ἐλέγετο Β hiatum indicavi, pergit p. 1160b12 κακίᾳ δὲ τῶν ἀρχόντων scripsi ex Arist.: κακίαι δὲ τῶν ἀνθρώπων libri 22. 23 ἀριστοκρατείας N 24 ἀγαθὸν Ba συμβῆ Ba hiatum iudicavi 25 δημοκρατεία N δημοκρατείαν N τε καὶ N 26 ἐπὶ om. Ba δημοκρατείαν N 26. 26 πολιτείας a 27 σκοπήσῃ a εὑρήσῃ a: εὕρεις N δημοκρατείαν N 28 δημοκρατεία N)
Καθ’ ἑκάστην δὲ τῶν πολιτειῶν. τρία εἴδη πολιτείας εἰπὼν καθ’ [*](143r) ἕκαστόν φησι φιλίαν εἶναι ἐφ’ ὅσον καὶ τὸ δίκαιον. εἰ γὰρ μεῖζον τὸ δίκαιον τὸ τοῦ βασιλέως πρὸς τοὺς ὑπ’ αὐτόν, παρὰ τῶν ἀριστοκρατῶν καὶ τιμοκρατῶν πρὸς τοὺς ὑπὸ χεῖρα, καὶ ἡ φιλία καλλίων. ἀνάλογος δὲ τῇ βασιλικῇ καὶ ἡ πατρική. διαφέρει δὲ ἡ πατρικὴ τοῖς εὐεργετήμασιν. αἴτιος γὰρ ὁ πατὴρ τοῦ εἶναι, ὅ ἐστι μέγιστον. ἀλλὰ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται, ἤτοι συγκεχώρηται παρ’ ἡμῶν τὸ ἀγαγεῖν εἰς τὸ εἶναι ἡμᾶς καὶ τὰ λοιπά, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ διὰ μέσων τῶν πατέρων, ἢ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται παρὰ τῶν πατέρων ἡμῶν τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ εἶναι. ὑπερέχει δὲ ἡ φιλία τῶν πατέρων καὶ βασιλέων καὶ οὐ τὸ αὐτὸ δίκαιον πατρὶ πρὸς υἱοὺς καὶ βασιλεῖ πρὸς ἀρχομένους· οὐδ’ ἡ φιλία ὁμοία· ἡ δὲ τοὐ ἀνδρὸς πρὸς τὴν γυναῖκα φιλία ὁμοία τῇ ἀριστοκρατίᾳ’ κατὰ τὸ πρέπον γάρ· καὶ γὰρ ἀνδρὶ πλέον ἀγαθόν· οὕτω καὶ τὸ δίκαιον. εἰπὼν ὁμοίαν εἶναι τὴν τῶν ἀδελφῶν φιλίαν τῇ τιμοκρατίᾳ, νῦν τῇ ἑταιρικῇ φησι διὰ τὸ ὁμοίους εἶναι, εἰ καὶ μικρὸν ἡ ἑταιρικὴ κρείττων. τῇ δ’ ἑταιρικῇ ἔοικε καὶ ἡ τιμοκρατική. ὡς γὰρ οἱ ἀπὸ τῶν τιμημάτων ἄρχοντες ἴσοι βούλονται εἶναι, οὕτω καὶ οἱ ἑταῖροι. | Ε; ἑκάστῳ γὰρ καὶ ἡ φιλία [*](142r) πρὸς τὰ τέκνα τῆς φιλίας τοῦ βασιλέως, ἣν ἔχει πρὸς τοὺς βασιλευομένους, καὶ τοῦ δικαίου τοῦ πρὸς αὐτοὺς καὶ πάντων δὲ τῶν προγόνων ἡ πρὸς τοὺς ἐγγόνους φιλία καὶ τὸ δίκαιον ἐν ὑπεροχῇ πάντων, καὶ εἰ ἔτι τῶν ἄνωθέν τις ζωή· καὶ τὸ δίκαιον δὲ ἐν τούτοις τὸ κατ’ ἀξίαν, οὐ τὸ κατ’ ἰσότητα· ἀνδρὸς δὲ πρὸς γυναῖκα ἀριστοκρατικὴ φιλία καὶ δίκαιον ἀριστοκρατικόν, ἡ δὲ τῶν ἀδελφῶν φιλία τῇ ἑταιρικῇ ἔοικεν.] ἑταιρικὴ δέ ἐστιν ἡ τῶν ἴσων καὶ ἡλικιωτῶν καὶ ὁμοηθῶν ἀλλήλοις καὶ ὁμοιοπαθούντων. τοιαύτη δέ καὶ ἡ τῶν ἀδελφῶν. ἥλικες γάρ πὼς καὶ οὗτοι καὶ συνήθεις καὶ ὁμοιοπαθεῖς, ἄν γε μὴ διεφθαρμένοι τύχωσι τὰς ψυχάς· τοιαύτη δὲ καὶ ἡ τιμοκρατική· καὶ γὰρ οἱ ἐν τῆ πολιτείᾳ ταύτῃ ἴσοι βούλονται εἶναι καὶ ἐπιεικεῖς, οὐκ ἀκριβῖς μὲν κατ’ ἀρετήν, ἠγμένοι δὲ ἐλευθερίως καὶ πεπαιδευμένοι μετρίως κα.· [*](2 δημοκρατεία N λοιπῶν] πολλῶν a 3 post παρεκβάσεων statim afferunt verba Aristotelia καθ’ ἕκαστον δὲ τῶν πολιτειῶν libri 6 ἑκάστην scripsi ex Aristotele: ἕκαστον libri 7 ἑκάστην in commentario B: ἕκαστον Na 8 αὐτὸν Ba: αὐτὸν ex αὐτῶν N 11 ὃ Ba: ὅπερ N 16 πρὸς τοὺς ἀρχομένους N 17 τὴν om. Β 18 τὸ ante πλέον rubro inserit Β 19 τιμοκρατεία N 19. 20 ἑταιρικῇ rubro corr. ex ἑτερικῆ Β —28 iterum explicantur Aristotelis verba p. —25 22 ἑκάστω B: ἑκάστου N 24 ἡ N: αἱ Ba 25 φιλία N: φιλίαι Ba ἔτι] ἔστι a 29 δὲ om. N 31 ἄν γε N: ἄνπερ Ba 32 εἶναι om. N 33 κατὰ N: καὶ Ba)
’Ev κοινωνίᾳ μὲν οὗν ἕως περὶ μὲν τούτων ἐπὶ τοσοῦτον [*](143v) εἰρήσθω.
Ὀτι μὲν οὖν πᾶσα μιλία ἐν κοινωνίᾳ ἐστιν, εἴρηται. ἀφορίσειε δ΄ ἄν τις, φησί, τὴν συγγενικὴν καὶ τὴν ἑταιρικὴν φιλίαν, ἤτοι χωρίσειεν [*](3 τῇ τιμοκρατία Β | ἴσαι Β: ἴσω Na 4 ὥσπερ N: ὡς Ba 5 δὴ N: om. Ba ἥκιστα addidi 7 οἱ Ba: οὐ N 8 ἔχουσι corr. ex ἔχοντες N 10 σῶμα τῆ ψυχὴ Ba: σῶμα καὶ τῆ ψυγῆ N 13 μηδὲν Na: οὐδὲν Β ἄρχοντα N 14 φιλία ἐστιν Ba: φιλία ἔνεστιν N 15 τεχνίτου a ψυχῆς a 16 οὔτε δὲ πρὸς N δεσπότου a 17 ὠφελοῦσιν ἀλλ’ οὐ φιλοῦσιν scripsi: οὐ φιλοῦσιν Ba: ὠφελοῦσιν N 19 ὑπουργῇ Ba: ὑπουργοὶ N 20 δεσπότου a 20. 21 ἧ μὲν οὑν δοῦλος οὐκ ἔστι φιλία πρὸς αὐτόν * * * ἰσότητα Β: ἧ μὲν δοῦλον * * * ἰσότητα N: ἥ μὲν δοῦλον οὐκ ἔχειν δεῖ πρὸς δεσπότην ἰσότητα a 23 αὐτοῖς N: ἀμφοῖν Ba δούλων N: φίλων Ba 26 ἐπὶ πλέον a: ἐπὶ πλεῖον B: ἐπὶ πλεῖστον N 29 lemma deest a 30 εἰρήσθω ἐπὶ τοσοῦτον Β 32 ἤτοι Ba: τουτέστι N)
Ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς οἷον ἔκγονοι καὶ δισέκγονοι πρὸς ἀλλήλους ἔχουσιν οἰκειότητα διὰ τὸ | ἀπὸ τῶν αὐτῶν γεννηθῆναι ἀδελφῶν. [*](144r) μᾶλλον δ’ εἰσὶν οἰκεῖοι, ὅσοι τῷ τοῦ γένους ἀρχηγῷ πλησιάζουσιν. ὅσῳ, φησίν, ἀναγκαιότερον οἰκία πόλεως καὶ πρότερον, τοσοῦτον καὶ τεκνοποιία τοῖς ζῴοις καὶ μᾶλλον ἀνθρώποις. ὡς γὰρ οὐκ ἂν πόλις συσταίη μὴ γινομένης οἰκίας, οὕτως οὐδὲ βίος ἀνθρώπινος οὐδὲ φιλία γένηται μὴ γεννηθέντων τῶν φιλτάτων παίδων. ὁ δὲ ζητῶν βίον ἀνδρὸς πρὸς γυναῖκα καὶ φίλου πρὸς φίλον οὐδὲν ζητεῖ ἢ εἰ ὅμοιον τὸ δίκαιον ἔχουσιν· ἐπεὶ δ’ οὐχ ὅμοιον τὸ δίκαιον, οὐδ’ ὁμοίως βιώσουσι.
Τριττῶν δὴ οὐσῶν τῶν φιλιῶν. τριττὴν εἰπὼν εὔαι τὴν φιλίαν, διά τε τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, καθ’ ἑκάστην φιλίαν εἰσὶ καὶ [*](1 διαφέρον corr. ex διαφέρων N κοινωνικὰς Ba: κοινωνίας N 2. 3 φιλετικαὶ N 3 σύμπλων Β 4 ὁμολόγη N εἰ δὲ] ἤδη a 5 ἑτερικὴ N 6 ἀλλήλοις a 8 συμπλοτῆρες Β: συμπληρωτικοὶ N 11 τοὺς] οἱ a πάντες] πάλιν BN: πάντες a οἱ] τοὺς a 14 καὶ oin. a 15 πρὸς πατέρας B 18 ποιεῖ B: ποιῆσαι Na 21 διὰ τὸ—ὁμοιότητα (23) om. Β 24 αἷμα] εἶναι a 26 δισίκγονοι a: corr. ex δυσέκγονοι Β: δυσέκγονοι N 28 ἀρχιγῶ N 33 ζητεῖ scripsi: ζητεῖν BNa 35 τριττῶν Ba: τριῶν N δὴ Ba: δὲ N τῶν om. a 36 ἑκάστην γε τε φιλίαν Na 36 ἑκάστην γε τὴν φιλίαν Na)
Άμφισβήτησιν δ’ ἔχει πότερον δεῖ πιστεύειν τῇ τοῦ παθόντος ὠφελείᾳ [*](144v) καὶ οὕτως ἀνταποδιδόναι ἢ τῇ τοῦ δόντος εὐεργεσίᾳ. λύων οὖν φησιν, ἐπεὶ ἡ φιλία διὰ τὸ χρήσιμον, μέτρον ἐστὶ τῆς. ἀνταποδόσεως ἡ τοῦ παθόντος ὠφέλεια. εἰ γάρ τις δέδωκέ τινι δέκα νομίσματα, ὁ δὲ ἐκέρδανεν ἑκατόν, δεῖ τὰ ἡμίση διδόναι τῷ εὐεργέτῃ. οὕτω γὰρ δέδωκεν ὡς τὰ ἴσα τοῦ κέρδους κομιουμένου. ὁ λαβὼν δέ ἐστιν ὁ δεόμενος. εἰ οὖν ὁ λαβὼν ἑκατὸν ὠφελήθη, τοσοῦτον ὁ δοὺς ἐβοήθησεν. καὶ ἀποδοτέον τὸ ἥμισυ τοῦ κέρδους ἢ καὶ τὸ πλέον. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν οὐκ ἔστιν ἐγκαλεῖν. εἰ γὰρ μέτρον ἐστὶν ἡ τοῦ δράσαντος τὸ ἀγαθὸν προαίρεσις, οὐδὲν δ’ αἰτεῖ ὁ δρῶν, οὐδ’ ἐγκαλέσει ποτέ.
Ἐπεὶ τρεῖς εἰσιν αἱ φιλίαι, ἔχουσι δὲ καὶ ὑπεροχάς, διαφορὰ γίνεται καὶ ἐν ταῖς ὑπεροχαῖς. ἀξιοῖ γὰρ ὁ βελτίων, ἤγουν ὁ ἀγαθός, ἔχει ἔχειν πλεῖον, πάλιν δὲ ὁ πλούσιος• οὕτω γὰρ ὠφελιμώτερος. φησὶ γὰρ ὁ μὲν πλούσιος, ὡς ἀχρεῖόν σε ἐν πλούτῳ ὄντα οὐ χρὴ ἴσον ἔχειν ἐμοί. ὑπηρεσία γάρ ἐστι τὸ ἐμὲ μὲν μόνον κομίζειν, λαμβάνειν δὲ καὶ σὲ ἐξ ἴσου ἐμοί· ὁμοίως δὲ πάλιν καὶ ὁ ἕτερος. δεῖ οὖν φησι τῷ μὲν ὑπερέχοντι κατὰ πλοῦτον ἢ ἀρετὴν διδόναι τιμήν, χρήματα δὲ τῷ ἐνδεεῖ.
Φαίνονται δὲ καὶ ἐν ταῖς πολιτείαις τιμώμενοι οἱ ὑπερέχοντες πλούτῳ καὶ τὸ κοινὸν εὐεργε|τοῦντες. οὐκ ἔστιν οὖν θαυμαστὸν καὶ λαμβάνειν χρήματα [*](145r) καὶ τιμᾶσθαι; οὐδεὶς γὰρ αἱρεῖται τὸ ἔλαττον, ὥστε καὶ διδόναι χρήματα καὶ τιμᾶσθαι. τῷ γὰρ διδόντι χρήματα τιμὴν νέμειν δεῖ καὶ τῷ ὠφελοῦντι καὶ λαμβάνοντι ἢ εἰς ἀρετὴν ὁδηγουμένῳ τιμὴν δεῖ ἀνταποδιδόναι καθ’ ὅσον ἐνδέχεται καὶ δυνατόν. οὐ γὰρ πᾶσι τὸ κατ’ ἀξίαν. διὰ τοῦτό φησι δόξειε μὴ ἐξεῖναι υἱῷ τὸν πατέρα ἀρνήσασθαι· ὀφείλοντα γὰρ τὸν υἱὸν δεῖ ἀποδιδόναι, οὐδὲν δὲ ποιήσας ὁ υἱὸς ἄξιον δέδρακε τῶν πεπραγμένων παρὰ τοῦ πατρὸς πρὸς αὐτόν. ἐξουσία οὖν τῷ πατρὶ ἀφεῖναι, ᾧ καὶ χρεωστεῖ ὁ υἱός. οὐδεὶς δέ ποτε ἀποστήσεται τοῦ υἱοῦ, εἰ μὴ μὴ μοχθηρὸν ἴδοι αὐτὸν ὄντα. βούλονται γὰρ πάντες τὸ βοηθεῖσθαι, τῷ δὲ υἱῷ ἐπίφευκτον τὸ ἐπαρκεῖν ἢ οὐ σπουδαστόν. καὶ περὶ μὲν τούτων τάδε μοι εἴρηται.
[*](1 πότερα Arist. 2 ἀνταποδιδόναι Na: ἀποδιδόναι Β 5 ἥμισυ a 8 μέτρον N: om. Ba 9 δ' αἰτεῖ] δι’ αἰτίαν a 10 ἐγκαλέσας Na 11 δὲ om. B 12 γίνονται Β 14 ἀχρεῖσε a ἴσως a ὑπηρεσία B: ὑπηρέτης Na 17 δὲ ἐν τῶ N 19 τῷ κοινῷ a θαυμαστὸν N et Β, sed in marg. οἶμαι δυνατὸν B2 20 καὶ οὐ τιμᾶσθαι a αἱρεῖται B: ἐρεῖται Ν 21 τιμᾶσθαι rubro corr. in τιμᾶν Β, recte ut videtur 22 ὠφιλοῦντι N λαμβάνοντι χρήματα ἢ a 23 οὐ γὰρ ζητεῖ φιλία πᾶσι a 27 άνταστήσεται N 28 ἐπεὶ φευκτὸν a 29 βοηθεῖν B: ἐπαρκεῖν Na)