Odysseus

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

Πολλάκις ἤδη ἐνεθυμήθην καὶ ἐθαύμασα ὦ ἄνδρες

667
Ἕλληνες τὰς γνώμας τῶν λεγόντων, τί ποτε ἄρα βουλόμενοι ῥᾳδίως δεῦρο παριόντες
668
συμβουλεύουσιν ὑμῖν, ἀφ᾿ ὧν ὠφέλεια μὲν οὐδεμία ἐστὶ τῷ κοινῷ, λοιδορίαι δὲ πλεῖσται γίγνονται ἐν ἀλλήλοις, εἰκῇ τε λόγους ἀναλίσκουσιν ἀκαίρους περὶ ὧν ἂν τύχωσι.

λέγουσι δὲ τὴν αὑτῶν δόξαν ἕκαστος βουλόμενοί τι λαβεῖν· οἱ δὲ καὶ μισθὸν πραττόμενοι συναγορεύουσι παρ᾿ ὁποτέρων ἂν νομίζωσι πλεῖον λήψεσθαι. καὶ εἰ μέν τις ἐν τῷ στρατοπέδῳ πλημμελεῖ ἢ βλάπτει τὸ κοινὸν χρήματα ἑαυτῷ ποριζόμενος, τούτων μὲν ὁρῶμεν μηδένα τὸν φροντίζοντα εἶναι· εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν ἐκ τῶν πολεμίων, ἢ γέρας λαχὼν εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων δ᾿ ἕνεκα μεγάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς. ὁρῶμεν μηδένα τὸν φροντίζοντα εἶναι· εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν ἐκ τῶν πολεμίων, ἢ γέρας λαχὼν εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων δ᾿ ἕνεκα μεγάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς.

ἐγὼ δὲ ἡγοῦμαι τὸν ἄνδρα τὸν ἀγαθὸν καὶ δίκαιον μήτε ἔχθρας ἰδίας φροντίζειν, μήτε ἰδίαν φιλεταιρίαν, φιλοτιμίᾳ

184
χρησάμενον ἕνεκα ἀνδρὸς ἑνός, [χρήματα] περὶ πλείονος ἂν ποιήσασθαι, καὶ μὴ ὅτι ἂν μέλλῃ τῷ πλήθει συνοίσειν . . . . . . . . οὐ μὲν δὴ ἀλλὰ παραλιπὼν τοὺς ἀρχαίους πόνους τε καὶ λόγους, πειράσομαι Παλαμήδη τόνδε ἐν ὑμῖν εἰς κρίσιν δικαίως καταστῆσαι.

ἔστι δὲ τὸ πρᾶγμα, ὡς ἄν εἰδῆτε, προδοσία· ἐφ᾿ ᾗ δεκαπλάσιαι ζημίαι τῶν ἄλλων εἰσὶν ἐπικείμεναι. καίτοι, ὡς ὑμεῖς ἴστε πάντες, ἐμοὶ καὶ τούτῳ οὐδεμία πώποτ᾿ ἔχθρα οὐδ᾿ ἔρις ἐνεγένετο περὶ οὐδενὸς χρήματος, καὶ μὴν οὐδ᾿ ἐν παλαίστρᾳ οὐδ᾿ ἐν συμποσίῳ, ἔνθα φιλεῖ ἔριδας πλείστας καὶ λοιδορίας γίγνεσθαι. ὁ δὲ ἀνήρ ἐστι φιλόσοφός τε καὶ δεινός, οὗ μέλλω κατηγορεῖν, ὥστε εἰκότως ἂν τὸν νοῦν προσέχειν ὑμᾶς καὶ μὴ ἀμελῆσαι περὶ τῶν νυνὶ λεγομένων.

Σχεδὸν μὲν γὰρ ἴστε καὶ αὐτοὶ ἐν οἵῳ κινδύνῳ ἐγενόμεθα, ὅτε ἡμῶν οἱ μὲν εἰς τὰς ναῦς καταπεφευγότες ἦσαν, οἱ δὲ εἰς τὰς τάφρους, ἐνέπιπτόν τε εἰς τὰς σκηνὰς οἱ πολέμιοι, πᾶσά τε ἀπορία ἦν ποῖ ποτε προβήσοιτο ἡ τοῦ μέλλοντος κακοῦ τελευτή. ἔχει δὲ ὧδε ὑμῖν. ἐτυγχάνομεν πλησίον τῶν πυλῶν ἐν τῷ αὐτῷ συντασσόμενοι ἐγώ τε καὶ Διομήδης, πλησίον δ᾿ ἦν Παλαμήδης καὶ Πολυποίτης.

συνιόντων δὲ ἡμῶν

185
ὁμόσε τοῖς ἀνδράσιν, ἐκδραμὼν τοξότης ἐκ τῶν πολεμίων ἐστοχάσατο τούτου, ἁμαρτὼν δὲ αὐτοῦ βάλλει ἐγγὺς ἐμοῦ· οὗτός τε λόγχην ἀφίησιν ἐπ᾿ αὐτόν, καὶ ἐκεῖνος ἀνελόμενος ᾤχετο εἰς τὸ στρατόπεδον. ἐγὼ δὲ ἀνελὼν τὸν οἰστὸν δίδωμι Εὐρυβάτῃ δοῦναι Τεύκρῳ, ἵνα χρῷτο. ἀνοχῆς δὲ γενομένης ἀπὸ τῆς μάχης ὀλίγον χρόνον, δείκνυσί μοι τὸν οἰστὸν ὑπὸ τοῖς
669
πτεροῖς γράμματα ἔχοντα.

ἐκπλαγεὶς δὲ ἐγὼ τῷ πράγματι, προσκαλεσάμενος Σθένελόν τε καὶ Διομήδη ἐδείκνυον αὐτοῖς τὰ ἐνόντα. ἡ δὲ γραφὴ ἐδήλου τάδε· ,,Ἀλέξανδρος Παλαμήδει. ὅσα συνέθου Τηλέφῳ, πάντα σοι ἔσται, ὅ τε πατὴρ Κασάνδραν γυναῖκα δίδωσί σοι, καθάπερ ἐπέστειλας· ἀλλὰ τὰ ἀπὸ σοῦ πραττέσθω διὰ τάχους“. ἐνεγέγραπτο μὲν ταῦτα· καί μοι προσελθόντες μαρτυρήσατε οἱ λαβόντες τὸ τόξευμα.

[*](ΜΑΡΤΥΡΕΣ.)

Ἐπέδειξα δὲ ἂν καὶ αὐτὸ τὸ τόξευμα ὑμῖν, ὡς ἀληθὲς ἦν· νῦν δὲ ἐν τῷ θορύβῳ ἔλαθεν αὐτὸ Τεῦκρος ἀποτοξεύσας. δεῖ δέ με καὶ τὰ λοιπὰ διελθεῖν ὡς ἔχει, μηδ᾿ εἰκῇ οὕτως ἄνδρα σύμμαχον περὶ θανάτου κρίνειν, αἰσχίστην αἰτίαν προστιθέντα, καὶ ταῦτα πρότερον ἐν ὑμῖν ηὐδοκιμηκότα.

Ἡμεῖς μὲν γὰρ πρὶν

186
ἐμβαλεῖν δεῦρο πολὺν χρόνον ἐν ταὐτῷ ἐγενόμεθα, καὶ οὐδεὶς ἡμῶν εἶδεν ἔχοντα τοῦτον σημεῖον ἐν τῇ ἀσπίδι· ἐπειδὴ δὲ κατεπλεύσαμεν δεῦρο, τρίαιναν ἐπεγράψατο. τίνος ἕνεκα; ἵνα δῆλος εἴη τῷ ἐπιγράμματι, ὅ τε ἀντιτεταγμένος τοῦτον τοξεύοι διὰ τὸ σύνθημα, οὗτός τε εἰς ἐκεῖνον ἐσακοντίζοι.

Τεκμαίρεσθαι δὲ δεῖ ἐκ τούτων εἰκότως καὶ τὴν ἄφεσιν τῆς λόγχης. φημὶ γὰρ καὶ ἐν ἐκείνῃ γράμματα εἶναι, πηνίκα τε καὶ πότε προδώσει· πιστὰ γὰρ ἦν οὕτω παρ᾿ ἀλλήλων τὰ πεμπόμενα, οὗτός τε ἐκείνοις ἐκεῖνοί τε τούτῳ πέμποντες διὰ τοιούτου εἴδους καὶ μὴ δι᾿ ἀγγέλων.

Ἔτι δὲ καὶ τόδε σκεψώμεθα. ψήφισμα ἡμῖν ἐγένετο, ὃς ἂν βέλος τι λάβῃ ἐκ τῶν πολεμίων, ἀποφέρειν πρὸς τοὺς ἡγεμόνας, διὰ τὸ σπανίοις αὐτοῖς χρῆσθαι ἡμᾶς· καὶ οἱ μὲν ἄλλοι πειθαρχοῦσι τοῖς ἐψηφισμένοις, οὗτος δὲ βέλη ἀνελόμενος πέντε [τοξεύειν], φανερός ἐστιν οὐδὲ ἓν πρὸς ὑμᾶς ἐνηνοχώς, ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι.

ἆρά γε ἐνθυμεῖσθε ὦ ἄνδρες Ἕλληνες, ὅτι ταῦτα τοῦ σοφιστοῦ τῆς διανοίας

187
καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα /> καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττει; Τά τε πράγματα τὰ περιεστηκότα καὶ τὴν στρατείαν πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν τόν τε πατέρα αὐτοῦ καὶ τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων λόγων ῥηθῆναι τὰ γενόμενα.

Τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν.

οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε πολλὰ ἐκ τῶν νεῶν ὑφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐδεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκούσαντες τῶν γενομένων. Ἄλεῳ γὰρ

τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ Ἄλεως διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος

ἐπ᾿ Αὐγέαν εἰς Ἦλιν, καὶ αὐτὸν ξενίζει ὁ

188
Ἄλεως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ὁ πατὴρ ᾔσθετο Ἄλεως, μεταπέμπεται τὸν τούτου πατέρα, πυθόμενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι.

ὁ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ ὡς γίγνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ Ἄλεως αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Τεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ, δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι.

χρόνου δὲ προϊόντος Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδ᾿ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα τρόπον

671
καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν ἐποιεῖτο διὰ προφάσεις τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενελάου αὐτούς τε διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι
189
εἴη ὁ πατὴρ τετελευτηκὼς αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. εἶεν· τί οὖν γίγνεται;

πλεῖν αὐτῷ ἔδοξε, καὶ ἐπιστείλας τῇ γυναικὶ καὶ τοῖς ἀδελφοῖς αὐτῆς ἐπιμελεῖσθαι τῶν ξένων, ἵνα μηδενὸς ἔσοιντο ἐνδεεῖς, ἕως ἂν αὐτὸς ἔλθῃ ἐκ Κρήτης, ὁ μὲν ᾤχετο· Ἀλέξανδρος δὲ αὐτοῦ τὴν γυναῖκα ἐξαπατήσας, ἐκ τῶν οἴκων λαβὼν ὅσα πλεῖστα ἐδύνατο, ἀποπλέων ᾤχετο, οὐκ αἰδεσθεὶς οὔτε Δία ξένιον οὔτε θεῶν οὐδένα, ἄνομα καὶ βάρβαρα ἔργα διαπραξάμενος, ἄπιστα πᾶσι καὶ τοῖς ἐπιγιγνομένοις ἀκοῦσαι.

ἀφικομένου δὲ αὐτοῦ, καὶ πάλιν εἰς Ἀσίαν ἄγοντος τὰ χρήματα καὶ τὴν γυναῖκα, ἔστιν ὅπου ἀντελάβου τινὸς ἢ βοὴν ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συνέλεξας; οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ περιεῖδες Ἕλληνας ὑπὸ βαρβάρων ὑβρισθέντας.

ἐπεὶ δ᾿ ἐπύθοντο οἱ Ἕλληνες τὴν ἁρπαγὴν καὶ Μενέλεως ᾔσθετο, ἤγειρε τὴν στρατιὰν καὶ διέπεμπεν ἡμῶν ἄλλον ἄλλοσε εἰς τὰς πόλεις αἰτήσοντας στρατόν. καὶ δὴ τοῦτον ἔπεμψεν εἰς Χίον πρὸς Οἰνοπίωνα καὶ εἰς Κύπρον πρὸς Κινύραν. ὁ δὲ Κινύραν τε ἔπεισε μὴ συστρατεύειν ἡμῖν, δῶρά τε πολλὰ παρ᾿ αὐτοῦ λαβὼν

190
ἀποπλέων ᾤχετο·