Peri Sophiston

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

καίτοι τίς ἂν εὖ φρονῶν ἀποδέξαιτο τὴν τοιαύτην μελέτην, ἥτις καὶ τῶν αὐτομάτων ἀγαθῶν ἐπίπροσθεν τῇ χρήσει καθέστηκε καὶ χείρω τῆς τύχης ἐνίοτε τοῖς ἀγωνιζομένοις τὴν ἐπικουρίαν παραδίδωσι, καὶ τῶν ἄλλων τεχνῶν ἐπὶ τὸ βέλτιον ἄγειν τὸν τῶν ἀνθρώπων βίον εἰθισμένων αὐτὴ καὶ τοῖς αὐτομάτοις εὐπορήμασιν ἐμποδών ἐστιν.

Ἡγοῦμαι δ᾿ οὐδὲ λόγους δίκαιον εἶναι καλεῖσθαι τοὺς γεγραμμένους, ἀλλ᾿ ὥσπερ εἴδωλα καὶ σχήματα καὶ μιμήματα λόγων, καὶ τὴν αὐτὴν κατ᾿ αὐτῶν εἰκότως ἂν δόξαν ἔχοιμεν, ἥνπερ καὶ κατὰ τῶν χαλκῶν ἀνδριάντων καὶ λιθίνων ἀγαλμάτων καὶ γεγραμμένων ζῴων.

ὥσπερ γὰρ ταῦτα μιμήματα τῶν ἀληθινῶν σωμάτων ἐστί, καὶ τέρψιν μὲν ἐπὶ τῆς θεωρίας ἔχει, χρῆσιν δ᾿ οὐδεμίαν τῷ τῶν ἀνθρώπων βίῳ παραδίδωσι, τὸν αὐτὸν τρόπον ὁ γεγραμμένος λόγος, ἑνὶ σχήματι καὶ τάξει κεχρημένος, ἐκ βιβλίου μὲν θεωρούμενος ἔχει τινὰς ἐκπλήξεις, ἐπὶ δὲ τῶν καιρῶν ἀκίνητος ὢν οὐδεμίαν ὠφέλειαν τοῖς κεκτημένοις παραδίδωσιν· ἀλλ᾿ ὥσπερ ἀνδριάντων καλῶν ἀληθινὰ σώματα πολὺ χείρους

203
τὰς εὐπρεπείας ἔχοντα πολλαπλασίους ἐπὶ τῶν ἔργων τὰς ὠφελείας παραδίδωσιν, οὕτω καὶ λόγος ὁ μὲν ἀπ᾿ αὐτῆς τῆς διανοίας ἐν τῷ παραυτίκα λεγόμενος ἔμψυχός ἐστι καὶ ζῇ καὶ τοῖς πράγμασιν ἕπεται καὶ τοῖς ἀληθέσιν ἀφωμοίωται σώμασιν, ὁ δὲ γεγραμμένος εἰκόνι λόγου τὴν φύσιν ὁμοίαν ἔχων ἁπάσης ἐνεργείας ἄμοιρος καθέστηκεν.

Ἴσως ἂν οὖν εἴποι τις ὡς ἄλογόν ἐστι κατηγορεῖν μὲν τῆς γραφικῆς δυνάμεως, αὐτὸν δὲ διὰ ταύτης φαίνεσθαι τὰς ἐπιδείξεις ποιούμενον, καὶ προδιαβάλλειν τὴν πραγματείαν ταύτην δι᾿ ἧς εὐδοκιμεῖν παρασκευάζεται παρὰ τοῖς Ἕλλησιν, ἔτι δὲ περὶ φιλοσοφίαν διατρίβοντα τοὺς αὐτοσχεδιαστικοὺς λόγους ἐπαινεῖν καὶ προυργιαίτερον ἡγεῖσθαι τὴν τύχην τῆς προνοίας καὶ φρονιμωτέρους τοὺς εἰκῇ λέγοντας τῶν μετὰ παρασκευῆς γραφόντων.

ἐγὼ δὲ πρῶτον μὲν οὐ παντελῶς ἀποδοκιμάζων τὴν γραφικὴν δύναμιν ἀλλὰ χείρω τῆς αὐτοσχεδιαστικῆς ἡγούμενος εἶναι, καὶ τοῦ δύνασθαι λέγειν πλείστην ἐπιμέλειαν οἰόμενος χρῆναι ποιεῖσθαι, τούτους εἴρηκα τοὺς λόγους· ἔπειτα προσχρῶμαι τῷ γράφειν οὐκ ἐπὶ τούτῳ μέγιστον φρονῶν, ἀλλ᾿ ἵν᾿ ἐπιδείξω τοῖς ἐπὶ ταύτῃ τῇ δυνάμει σεμνυνομένοις ὅτι μικρὰ πονήσαντες ἡμεῖς ἀποκρύψαι καὶ καταλῦσαι τοὺς λόγους αὐτῶν οἷοί τ᾿ ἐσόμεθα.