De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ἀστεϊσμός ἐστι λόγος ἀφ᾽ ἑαυτοῦ διασυρτικὸς γενόμενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πενέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φησίν,
ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμί.καλεῖται δὲ τοῦτο καὶ προσποίησις.