De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ᾽ Εὐριπί-. δῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν
Ἀντίνο᾽ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος.οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναντίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ,
ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ·ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ᾽ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ ἐφ᾽ ἡμῶν ἀστεϊσμός.