De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακειμένου τὸ ἐναντίον παριστῶσα χωρὶς ὑποκρίσεως, πρόςκειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως,
ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν·ἀλλ᾽ ὁ ἄριστος δηλονότι. καὶ
οὐδ᾽ ἄρα τώ γε ἰδών γήθησεν Ἀχιλλεύς·ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθεται τὸ ἐκ τοῦ ἐναντίου, οἷον οὐχ ὁ κάκιστος, ἀλλ᾽ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ᾽ εὐφημισμὸν λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς Ἐριννύας Κύμενίδας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον, καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας.