De tropis
Tryphon I Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ὁμοίωσίς ἐστι ῥῆσις, καθ᾽ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον
ἠΰτε βοῦς ἀγέλῃφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων.παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον
Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι·σχῆμα δὲ πρὸς σχῆμα, οἷον
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων·χρῶμα δὲ πρὸς χρῶμα, οἷον
ὥς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ.μέγεθος δὲ πρὸς μέγεθος, οἷον
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ ὡς ἱστὸς νηὸς ἐεικοσόροιο·παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον
οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;ἀποτροπῆς δέ,
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε·διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα
201
ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι.Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον
δεῖ δὲ χρημάτων·κῶλον δὲ μέρος νοήματος, οἷον ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν.
Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φράσεων· αὐστηρόν, μέσον, ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Τπεράδης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.>
Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον μετ᾽ ἐνεργείας παριστάνων, οἷον
κινήθη δ᾽ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο·γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει,
ὡς δ᾽ ὅταν ἀσπασίως·διαθέσεως δὲ διαθέσει,
ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων.φύσεως δὲ φύσει, οἷον
οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν.πράξεως δὲ πράξει,
οἱ δ᾽ ὡς ἀμητῆρες ἐναντίοι ἀλλήλοισι.