De tropis

Tryphon I Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον

199
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς·
καὶ
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι·
καὶ
μελάντερον ἠΰτε πίσσα.
καὶ
κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι·
καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν
ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ᾽ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν σκότος.