Ars rhetorica
Rufus Soph.
Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853
α΄. Ἡ ῥητορική ἐστιν ἐπιστήμη τοῦ καλῶς καὶ πειστικῶς πάντα τὸν προκείμενον διαθέσθαι λόγον.
β΄. Εἴδη τοῦ ῥητορικοῦ ἐστι τέσσαρα, δικανικὸν συμβουλευτικὸν ἐγκωμιαστικὸν ἱστορικόν.
Δικανικὸν μὲν οὖν ἐστιν ἐν ᾧ κατηγοροῦμεν ἢ ἀπολογούμεθα, ἢ ἄλλως ἐν δικαστηρίῳ ἀμφισβητοῦμεν.
Συμβουλευντικὸν δὲ ἐν ᾧ προτρέπομέν τινα ἢ ἀποτρέπομεν.
Ἐγκωμιαστικὸν δὲ ἐν ἐγκωμιάζομέν τινα ἢ ψέγομεν.
Ἱστορικὸν δὲ ἐν ᾧ διηγούμεθα πράξεις τινὰς μετὰ [*](448) κόσμου ὡς γεγενημένας.
γ΄. Μέρη δὲ τοῦ δικανικοῦ λόγου τέσσαρα, προοίμιον, διήγησις, ἀπόδειξις, ἐπίλογος.
δ΄. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζεσθαι.
ε΄. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν, [*](449)
στ΄. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν, ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.
ζ΄. Ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμένων, ὅταν, αὐτῶν ὡς ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέγωμεν, [*](450) οἷον τὴν μὲν ἀπειρίαν τοῦ λέγειν καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, πάντες ὁρᾶτε, ὦ δικασταί.
η΄. Ἔτι δʼ ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν, ὅταν τὴν αὐτῶν εὔνοιαν ἐκφαίνωμεν· οἷον ἐπὶ πολλῶν ἄν τις ἴδοι, ὡ δικασταί, τὴν παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δʼ ἐν τοῖς παροῦσι πράγμασιν.