Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

λγ΄. Τὰ δʼ ἑκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγράφων,  νόμων, συμβολαίων, διαθηκῶν. ἄτεχνα δὲ καλεῖται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι ἔγγραφον [*](458) καὶ διʼ αὐτοῦ δεῖξαι τὸ πρᾶγμα.

λδ΄. Ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη.

λε΄. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ πάνθʼ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.

λϚ΄. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γάνεσθαι [*](459) ἀποφαινόμενον, οἷον πέρας μὲν ἅποσιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δʼ ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως.

λζ΄. Ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν.

λη΄. Πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δήλωσις.

λθ΄. Ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμβουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγκεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς.

μ΄. Διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβουλευτικὸς τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.