Ars rhetorica

Rufus Soph.

Rufus Soph., Ars rhetorica, Spengel, Teubner, 1853

ιγ΄. Ἔφοδος δʼ ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον [*](452) βούλομαι δʼ ἕκαστα ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι· οὐδὲν γάρ ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.

ιδ΄. Τὰ δʼ ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ· ὁ μὲν οὖν παρὼν και ρός.

ιε΄. Ἡ δ᾿  αἰτία, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας· πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὧ Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμνοτέραν τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θουκυδίδης πανταχῆ.