Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Βούλομαι δὲ μετὰ ταῦτα πρὸς τὸν κατήγορον διαλεχθῆναι. τίνι ποτὲ πιστεύσας τοιοῦτος ὢν τοιούτου

168
κατηγορεῖς; ἄξιον γὰρ καταμαθεῖν, οἷος ὢν οἷα λέγεις, ὡς ἀνάξιος ἀναξίῳ. πότερα γάρ μου κατηγορεῖς εἰδὼς ἀκριβῶς ἢ δοξάζων; εἰ μὲν γὰρ εἰδώς, οἶσθ᾿ ἰδὼν ἢ μετέχων ἤ του μετέχοντος πυθόμενος. εἰ μὲν οὖν ἰδών, φράσον τούτοις τὸν τρόπον, τὸν τόπον, τὸν χρόνον, πότε, ποῦ, πῶς εἶδες· εἰ δὲ μετέχων, ἔνοχος εἶ ταῖς αὐταῖς αἰτίαις· εἰ δέ του μετέχοντος ἀκούσας, ὅστις ἐστίν, αὐτὸς ἐλθέτω, φανήτω, μαρτυρησάτω. πιστότερον γὰρ οὕτως ἔσται τὸ κατηγόρημα μαρτυρηθέν· ἐπεὶ νῦν γ᾿ οὐδέτερος ἡμῶν παρέχεται μάρτυρα.

φήσεις ἴσως ἴσον εἶναι τὸ σέ τε τῶν γενομένων, ὡς σὺ φής, μὴ παρέχεσθαι μάρτυρας, τῶν τε μὴ γενομένων ἐμέ. τὸ δ᾿ οὐκ ἴσον ἐστί· τὰ μὲν γὰρ ἀγένητα πῶς οὐκ ἀδύνατα μαρτυρηθῆναι; περὶ δὲ τῶν γενομένων οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ ῥᾴδιον, οὐδὲ μόνον ῥᾴδιον, ἀλλὰ . . . . . σοὶ μὲν οὖν ἦν οἷόν τε μόνῳ μὴ μόνον μάρτυρας ἀλλὰ καὶ ψευδομάρτυρας εὑρεῖν, ἐμοὶ δ᾿ οὐδέτερον εὑρεῖν τούτων δυνατόν. Ὅτι μὲν οὖν οὐκ οἶσθ᾿ ἃ κατηγορεῖς, φανερόν·

169
τὸ δὴ λοιπὸν οὐκ εἰδότα σε δοξάζειν. εἶτ᾿, ὦ πάντων ἀνθρώπων τολμηρότατε, δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν; ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα; ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ
689
τῶν ἄλλων σοφώτερος. ἀλλ᾿ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς ἀληθείας πιστοτέραν νομίζειν ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης.