Defense of Palamedes
Gorgias of Leontini
Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.
Σκέψασθε δὲ καὶ τόδε. πῶς οὐκ ἂν ἀβίωτος ἦν ὁ βίος μοι πράξαντι ταῦτα; ποῖ γὰρ τραπέσθαι με χρῆν; πότερον εἰς τὴν Ἑλλάδα; δίκην δώσοντα τοῖς ἠδικημένοις; τίς δ᾿ ἂν ἀπείχετό μου τῶν κακῶς πεπονθότων; ἀλλὰ μένειν ἐν τοῖς βαρβάροις; παραμελήσαντα πάντων τῶν μεγίστων, ἐστερημένον τῆς καλλίστης τιμῆς, ἐν αἰσχίστῃ δυσκλείᾳ διάγοντα, τοὺς ἐν τῷ παροιχομένῳ βίῳ πόνους ἐπ᾿ ἀρετῇ πεπονημένους ἀπορρίψαντα; καὶ ταῦτα δι᾿ ἐμαυτόν, ὅπερ αἴσχιστον ἀνδρί, δυστυχεῖν δι᾿ αὑτόν.