Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾿ οὐδὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾿ οὐχ οἱ . . . . , οὐδ᾿ οἱ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾿ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δ᾿ ἐμοὶ πρόσεστιν οὐδέν. ὡς δ᾿ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.