Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Ἡ μὲν κατηγορία καὶ [ἡ ἀπολογία] κρίσις οὐ περὶ θανάτου γίγνεται· θάνατον μὲν γὰρ ἡ φύσις φανερᾷ

160
τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ τις ἐγένετο· περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ . . . δικαίως ἀποθανεῖν, ἢ μετ᾿ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν.

δισσῶν δὲ τούτων ὄντων τοῦ μὲν ὑμεῖς ὅλου κρατεῖτε, τοῦ δ᾿ ἐγώ, τῆς μὲν δίκης ἐγώ, τῆς δὲ

685
βίας ὑμεῖς. ἀποκτεῖναι μὲν γάρ με δυνήσεσθε βουλόμενοι ῥᾳδίως· κρατεῖτε γὰρ καὶ τούτων, ὧν οὐδὲν ἐγὼ τυγχάνω κρατῶν.

Εἰ μὲν οὖν ὁ κατήγορος Ὀδυσσεὺς ἢ σαφῶς ἐπιστάμενος προδιδόντα με τὴν Ἑλλάδα τοῖς βαρβάροις ἢ δοξάζων οὕτω ταῦτ᾿ ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν δι᾿ εὔνοιαν τῆς Ἑλλάδος, ἄριστος ἂν ἦν [ὁ] ἀνήρ· πῶς γὰρ οὐχ ὅ γε σῴζων πατρίδα, τοκέας, τὴν πᾶσαν Ἑλλάδα, ἔτι δὲ πρὸς τούτοις τὸν ἀδικοῦντα τιμωρούμενος; εἰ δὲ φθόνῳ καὶ κακοτεχνίᾳ καὶ πανουργίᾳ συνέθηκε ταύτην τὴν αἰτίαν, ὥσπερ δι᾿ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ.