Encomium of Helen
Gorgias of Leontini
Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.
δεῖ δὲ καὶ δεῖξαι καὶ δόξαι τοῖς ἀκούουσιν. τὴν ποίησιν ἅπασαν καὶ νομίζω καὶ ὀνομάζω λόγον ἔχοντα μέτρον· ἧς τοὺς ἀκούοντας εἰσῆλθε καὶ φρίκη περίφοβος καὶ ἔλεος πολύδακρυς καὶ πόθος φιλοπενθής, ἐπ᾿ ἀλλοτρίων τε πραγμάτων καὶ σωμάτων εὐπραγίαις καὶ δυσπραγίαις ἴδιόν τι πάθημα διὰ τῶν λόγων ἔπαθεν ἡ ψυχή. φέρε δὴ πρὸς ἄλλον ἀπ᾿ ἄλλου μεταστῶ
682
λόγου λόγον.