Encomium of Helen
Gorgias of Leontini
Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.
εἰ οὖν τῷ τοῦ Ἀλεξάνδρου σώματι τὸ τῆς Ἑλένης ὄμμα ἡσθὲν προθυμίαν καὶ ἅμιλλαν ἔρωτος τῇ ψυχῇ παρέδωκε, τί θαυμαστόν; ὃς εἰ μὲν θεὸς ὢν ἔχει θεῶν θείαν δύναμιν,
πῶς ἂν ὁ ἥσσων εἴη τοῦτον ἀπώσασθαι καὶ ἀμύνασθαι δυνατός; εἰ δ᾿ ἐστὶν ἀνθρώπινον νόσημα καὶ ψυχῆς ἀγνόημα, οὐχ ὡς ἁμάρτημα μεμπτέον ἀλλ᾿ ὡς ἀτύχημα νομιστέον· ἦλθε γὰρ οἷς ἦλθε τύχης ἀγρεύμασιν, οὐ γνώμης βουλεύμασι, καὶ ἔρωτος ἀνάγκαις, οὐ τέχνης παρασκευαῖς.