Encomium of Helen

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

αὐτίκα γὰρ ὅταν πολέμια σώματα καὶ πολέμιον ἐπὶ πολεμίοις ὁπλισθῇ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εὐθέως ἡ ὄψις ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν, ὥστε πολλάκις τοῦ κινδύνου μέλλοντος ὄντος φεύγουσιν ἐκπλαγέντες ἰσχυρῶς· ἡ γὰρ ἀλήθεια τοῦ νόμου διὰ τὸν φόβον ἐξῳκίσθη τὸν ἀπὸ τῆς ὄψεως, ἥτις ἐλθοῦσα ἐποίησεν ἀμελῆσαι καὶ τοῦ καλοῦ τοῦ διὰ τὸν νόμον κρινομένου καὶ τοῦ ἀγαθοῦ τοῦ διὰ τὴν

νίκην γιγνομένου.