Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέγειν, 8 εἰ δὲ ἐν καιρῷ γίγνοιτο, ζηλωτὸν ἂν σχῆμα εὑρεθείη. καιρὸς οὖν τῆς περιπλοκῆς τῶν λόγων τριπλοῦς. [*](3 τῆς om῎ PAc | Dem. 20, 2 | τινῶν m.po. suppl. Sf 5 εἶτα — 6 παραλιπεῖν om. SfPh, (m.2 suppl.) Vc; utique προσποι- εἱσθαι suspect., cf p. 420, 21 7 διαγινώσκεται Pa 8 τοῦ om. Ac 8. 9 ἐν δὲ τοῖς Dem. 18, 268 9 δὴ om. Vδ | κοινῶς καὶ φιλανθρώπως Ph 11 τούτων VcAcsfPh | τισιν Ph 14 δεῖν P, Dem.; om VcAcSfPh 18 μικροῦ δεῖν om. Pc 20 supr VcSf, mg P; περὶ τοῦ περιπλέκειν Pπ; περιπεριπλοκῆς πότε περιπλέκειν εὔκαιρον καὶ ποσαχῶς γίνεται mg Ph, (om. περὶ περιπλοκῆς) mg. Ac | mg. ς Ac, ζ P)
Παραδείγματα τῶν μὲν αἰσχρῶν ἐν τῷ Κατὰ Τιμάρχου φησὶν Αἰσχίνης «εἰδὼς δʼ αὐτὸν ἔνοχον ὄντα», θέλει μὲν εἰπεῖν «τῇ πορνείᾳ», φυλαττόμενος δὲ τὸ αἰσχρὸν περιπλέκει λέγων «οἷς ὀλίγῳ πρότερον ἠκούσατ’ ἀναγινώσκοντος τοῦ γραμματέως»· — Τῶν δὲ λυπηρῶν ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν «ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ δὲ μή, ἀπολεῖται τὰ πράγματα’, περιέπλεξεν «εἴπερ ὑπὲρ [*](411) σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ», ὑπακούεται ‘ἀμελοῦμεν’, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ᾿ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». — Τῶν δὲ ἐπαχθῶν τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων [*](2 γὰρ om. Ph, (suppl. m.po.) Vc | αὐτῶ⌊ι⌉ τ⌊ῶ m.po. ex ὸ] Vc 6 παράδειγμα VcAcSfPh; cf 420, 16 7 Aesch 1, 2 11 ὡς ante 12 ὁ Pe: suspect., cf. l. 7 | φησιν PAc ; om. Vδ; ἐστιν VcPh: ⌊ἐστὶ, del m.1⌉ φησίν Sf 12 Dem. 1, 2 | cf. 419, 6 14 καὶ ἐπει- δὴ PSf; καὶ om. VcPh; ἐπειδὴ δὲ Ac 15 ἀπολεῖτ⌊ε m.po. ex αι⌉Sf 16 ὑμῶν om. VcAcSfPh, Dem | ἐφροντίζετε Ph 17 ὑμεῖς AcPh. (ὑ ex cr.) Vc 18 ὑπακούεται P, (γρ καὶ ὑπόκειται m.2) Sf; ὑπακούετε AcPh: ⌊ὑ m.po.⌉πακούετ⌊αι er.; οντ?ες supr. m.po.⌉ Vc 20 τρόπον ἔχειν VcAcSfPh | δέ γ᾿ Ph 21 τὸ om. Ma 23 ὑπέστη Ald.; ὕπεστιν Vc; ὑπεσχόμην mg. P; Dem. 21, 13 ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής)
Ὅτι δὲ τὸ ὄνομα τοῦ σχήματος τοῦτό ἐστιν ἡ περιπλοκή, Αἰσχίνης φησὶν ἐν τῷ Κατὰ Τμάρχου «οὗτος φανήσεται οὐ μόνον ἡταιρηκώς, ἀλλὰ — μὰ τὸν Διόνυσον, οὐκ οἶδ᾿ ὅπως δεῖ περιπλέκειν ὅλην τὴν ἡμέ— ραν — καὶ πεπορνευμένος», ὡς δι᾿ ὅλου τοῦ λόγου περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος.