Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
[*](430)
Τῶν δὲ αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θερα 6 καὶ παραμυθίαι δύο, ἢ βραχεῖα προσθήκη ἢ ὁμολογία τοῦ τολμήματος. βραχεῖα μὲν οὖν προσθήκη οὔτως «ὁ μὲν οὖν παρὼν καιρός, Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί» καὶ πάλιν ἀλλαχοῦ «ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς ἑαυτοῦ πονηρίας κατασκεεδάσας»· καὶ Πλάτων «ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι ποτίμῳ λόγῳ», αὔθαδες τοῦτο· τίς οὖν ἡ βραχεῖα προσθήκη; «οἷον ἁλμυρὰν ἀκοήν». — Ὁμολογία δὲ τοῦ τολμήματος, ὡς ἐν τῷ Κατὰ Τιμοκράτους «καὶ γὰρ εἰ φορτικὸς ὁ λόγος εἶναι δοκεῖ, ὅμως ἐρῶ· ἀποκτείνατε αὐτόν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου θῇ τοῦτον τὸν νόμον».