Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

4 Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ πότε ποικιλίᾳ; ταυτότητι μέν, ὅταν τοῦ πράγματος ἓν ὄνομα ᾖ τὸ ἐναργέστατον· τότε γὰρ οὐ ζητεῖν δεῖ χορηγίαν ἀφανίζουσαν τὴν ἐνάργειαν τοῦ πράγματος, ἐὰν δέ τις παραλάβῃ, ἐπίδειξιν μὲν ἄκαιρον ἐποιήσατο, τὴν χρείαν δὲ ἀπολώλεκε τῆς συγγραφῆς. Ὅμηρος

  • «ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  • [*](428)
  • ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ,
  • τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  • ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης. »
  • οὔτε τὸ λείβεται οὔτε τὸ χεῖται οὔτε τὸ λύεται οὕτως ἁρμόζει ὡς τὸ ‘τήκεται’· ὄψις γάρ ἐστι χιόνος ἀναλισκομένης ἡ τηκεδών.

    Ὅταν δὲ πολλὰ ὀνόματα ἔχῃ τις ἰσότιμα καὶ ὁμοίως ἔχοντα ἐνάργειαν χρήσιμον, ἡ ποικιλία ἁρμόζει, οἷον Ὅμηρος [*](1 καὶ om. Ph | cf. Suid s. v. παρακαλεῖν 2 ἀκυρίως Ph γὰρ om. Ph 4. 5 διαζώστραν εἴπηι Pc 5 ἢ (pro καὶ) Ph | de eo- dem verbo: [Dion.] lI 1 p 366, 2 sq. (cf. 365. 3) Us. 6. 7 px, mg. P; om. Vc AcPh; περὶ ταυτότητος ὀνόματος καὶ ποικιλίας mg. Sf, (ὀνομάτων) Vt | mg. PAc 8. 9 πηλικία (sic) Ph 9 ἦι ὄνομα AcSfPh 10 τότε γὰρ om. VcPh 12 μὲν om. St Ph | cf. [Dion.] lI 1 p. 366, 16. 17 Us 18 γραφῆς Sf 14 Hom. τ 205 | δὲ om. Ph 17 δάκρυα χεούσης Pa 19. 20 ἀναλισκομένη ἡ Ph, m. 1Vc 21 τις μὴ ἰσότιμα μὴδὲ ὁμοίως Ac )

    417
  • «ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα,
  • δριμύ, τό τε προϊεῖσι μογοστόκοι Κἰλείθυιαι,
  • [*](405)
  • Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι»·
  • ἔχομεν ὀξύ, δριμύ, πικρόν, ἐπεὶ δʼ οὐκ ἔχει ἄλλο ἰσότιμον, ἐπὶ τὸ πρῶτον ἐπανέρχεται
  • «ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρείδαο».
  • καὶ ὁ Θουκυδίδης ἐν τῷ προοιμίῳ τεκμήριον, σημεῖον, παράδειγμα, μαρτύριον, καὶ ἀεὶ κύκλον ποιεῖται τῶν ὀνομάτων· «ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει», καὶ «μαρτύριον δή· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων», καὶ «σημεῖον δʼ ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας», καὶ «παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι».