Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](403)

Πάσης λέξεως τῆς ἀγνοουμένης ἐν πεζῷ λόγῳ τρεῖς 2 μέθοδοι τῆς εὑρέσεως· ἢ γὰρ ἐθνική ἐστιν ἡ λέξις ἢ [*](427) τεχνικὴ ἢ νομική. ὁ γοῦν παρασάγγης οὐκ οἶδα τίς ἔστιν· ἐθνικὸν γάρ ἐστι καὶ Περσικὸν ὁδοῦ μέτρον, οἱ τριάκοντα στάδιοι· σχοῖνος δὲ Αἰγύπτιον, οἱ ἑξήκοντα στάδιοι. νομικὸν δὲ ὄνομα τὸ τοιοῦτον «τπομπεύειν ἀντὶ τοῦ κατηγορεῖν εἶλετο». ἐν Ἀθήναις τοῖς Διονυσίοις ἐπόμπευον καὶ ἀλλήλοις διελοιδοροῦντο καὶ τοῦτο ἐκαλεῖτο πομπεύειν· καὶ ἡ εἴσαγγελία καὶ ἡ φάσις καὶ ἄλλα τοιαῦτα ὀνόματα νομικά ἐστι. τεχνικὰ δὲ ἐκεῖνα· τζεύξαντες τὰς παλαιὰς ναῦς» ναυπηγικὸν ὄνομα, καὶ δὶς διὰ τεσσάρων μουσικόν, καὶ μοσχεύειν γεωργικόν, καὶ ὅσα τοιαῦτα.