Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Πότε ῥήτωρ ψεύσεται συνειδότων τῶν ἀκροατῶν, 19 ὅτι ψεύδεται; ὅταν τὸ ψεῦδος συμφέρῃ τοῖς ἀκούουσι· [*](342) διὰ γὰρ τὸ οἰκεῖον λυσιτελὲς οὐκ ἐλέγχουσι τὸν ῥήτορα. οὕτω Δημοσθένης ἐψεύσατο ἐν τῷ Περὶ τοῦ στεφάνοῦ· Αἰσχίνου γὰρ λέγοντος, ὅτι οἱ Ἀθηναῖοι ὑπὸ τὸν αὐτὸν καιρὸν πρέσβεις πρὸς Φίλιππον ἔπεμψαν περὶ εἰρήνης καὶ πρὸς τούς συμμάχους περὶ συμμαχίας κατὰ Φιλίππου, καὶ τοῦτο πεποιηκότων Ἀθηναίων, φησὶν [*](424) ὅτι «καὶ διαβάλλει τὰ μέγιστα τὴν πόλιν, ἐν οἷς ψεύδεται· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν Ἕλληνας εἰς πόλεμον παρεκαλεῖτε, αὐτοὶ δὲ περὶ εἰρήνης πρὸς Φίλιππον πρέσβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πόλεως ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε».