Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τὸ ἀντίθετον σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ 15 διὰ τῶν ὁμολογουμένων. ἔστι δὲ διανοήματι διανόημα ἀντικείμενον. ἁπλούστατον δὲ ὂν ἰσχυρόν ἐστιν, οἷον «ἐδίδασκες γράμματα, ἐγὼ δ᾿ ἐφοίτων· ἐτέλεις, ἐγὼ δ᾿ ἐτελούμην· ἐτριταγωνίστεις, ἐγὼ δ᾿ ἐθεώρουν· ἐγραμμάτευες, ἐγὼ δ᾿ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δ᾿ ἐσύριττον».

Τοῦτο δὲ τὸ ἀντίθετον ὁ Δημοσθένης ἐποίησε κακόηθες, [*](1 εἰς ἀεὶ Ac 4 καθίστασαν Thuc. 5 γὰρ (pro δὲ) Ac 8 Hom. Ο 1 | τάφον Ph 10 τισίν: cf. schol. Ven. A (ὑπερβατὸν γὰρ ὁ τρόπος) 12 τάφρων Ac; τάφων Ph 15 supr. VcSf; mg. P, (τοῦ ἀντ.) Ac, (add. τί ἐστι καὶ οἷον) Ph | mg. ιγ AcPh, ιδ P 16 cf. p. 173 18 ⌊circ. IX⌉ἀντικείμενον Vc 20. 21 ordo mutatus est, cf. Dem. 18, 265 20 post ἐτελούμην add. Vc: καὶ σὺ μὲν ἐχόρευες ἐγὼ δ᾿ ἐχορήγουν, quod explicat etiam Diac 23 δὲ om. Ac Ph)

432
τὸ μὲν πρᾶγμα ἀληθὲς λαμβάνων, τὸ δὲ ἀντικείμενον ψευδὲς ὄν· ὡς ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰσάγει συμπόσιον Φιλίππου καὶ τῶν Ὀλύμπια νενικηκότων καὶ διάλογον Σατύρου τοῦ κωμικοῦ ὑποκριτοῦ, οὕτω δὲ ψυχαγωγεῖ τοὺς ἀκούοντας, ὥστε οἰηθῆναι ἐν συμποσίῳ εἶναι· εἶτα ἀντιτίθησι συμπόσιον ἕτερον ὡς γενόμενον Αἰσχίνῃ ψευδόμενος μηδέποτε γενόμενον, ἵνα ἐψυχαγωγημένοι διὰ τῶν προτέρων λόγων οἱ δικασταὶ πιστεύωσι καὶ τοῖς ἐπιφερομένοις ὡς ὁμοίως ἀληθέσι. τοῦτο κακόηθες ἀντίθετον.