Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](417)

13 Τὰ ἴσα σχήματα ταὐτὰ ὄντα ποτὲ μέν ἐστιν ἀγωνιστικά, ποτὲ δὲ ἐπιδεικτικά, ποτὲ δὲ σοφιστικά.

Ἀγωνιστικὰ μέν ἐστιν, ὅταν τῇ φύσει τῶν πραγμάτων [*](437) συνδράμῃ ἔξωθεν πάρεργον, ὅ καὶ χωρὶς τῶνμιάτων ἕκαστον αὐτὸ καθʼ ἑαυτὸ πρᾶγμα μηνύει καὶ λεχθὲν λανθάνει, πολλάκις δὲ ἀναγινωσκόμενον εὑρίσκεται· οἶον

  • «νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἄλα δῖαν,
  • ἐς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼἑκατόμβην
  • θείομεν, ἂν δʼ αὐτὴν Χρυσηίδα καλλιπάρῃον
  • βήσομεν»·
  • τέσσαρα ἴσα, ‘ἐρύσσομενʼ, ‘ἀγείρομενʼ, ‘θείομενʼ, ‘βήσομενʼ. καὶ Θουκυδίδης «αἴτιον δʼ ἦν οὐχ ἡ ὀλιγανθρωπία, ὅσον ἡ ἀχρηματία· τῆς γὰρ τροφῆς ἀπορίᾳ [*](3 ᾧ Plat. Phaedr.267 D | ὄνομα ἐπάνοδον SfPh 4 καὶ — ἄλλο τι om. Ac | ἐστι etiam post ἄξιόν Vc 5 Dem. 19,177 | cf. 52, 11. 12 | dσυλλογεῖσθαι Ph | δὴ om. Pa | φησὶν ὁ Vδ; φησὶ ante 6 τὰ add. Portus 6 τὰ εἰρημένα Ph 7 supr. VeSf (om. τῶν) Px, mg. PaAc; om Pch | mg. ια Ac, ιβ P 11 πάρεργ⌊ α ex ον⌉ Sf | ὃ Ph, (τε add m. 2) Vc ὅτε P: ἃ Ac, (ex ὃ) Sf; γρ ὃ καὶ χωρὶς τῶν ὀνομάτων ἑκάστου mg P 12 αὐτῶν καθʼ αὐτὸ Vc AcSfPh μηνύηι . . . 13 λανθάνηι. . .εὑρίσκηται Ph 15 Hom. Α 141 17 ἐν (pro ἂν) Pc 19 τέσσαρα — βήσομεν om. Pc 20 Thuc. 1, 11 | οὐκ (om ἡ)AcPh: οὐχὶ (om.ἡ)Vδ 21 ἀχρη⌊ ματ m.po.; ex στ?⌉ία Sf)
    429
    τόν τε στρατὸν ἐλάσσω ἤγαγον». καὶ Δημοσθένης «ἂν τοίνυν ἐξελέγξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ καὶ ἀνηλωκότα τούς χρόνους καὶ πάντων τούτων δῶρα καὶ μισθοὺς εἰληφότα».

    Ἐπιδεικτικὰ δέ ἐστιν, ὅταν τὰ ἀγωνιστικὰ πολλὰ γένηται καὶ ἐπιτηδευθῇ εἰδημόνως εἰς ἡδονὴν ἀκοῆς σώφρονα, ὥσπερ τὰ παρὰ Ἰσοκράτει ἴσα τὰ ἐν ταῖς παραινέσεσι μάλιστα.

    [*](418)

    Σοφιστικὰ δέ ἐστιν, ἃ νῦν μὲν ἐπαινεῖται, ὑπὸ δὲ τῶν παλαιῶν κωμῳδεῖται, ὅσα αἰσχρῶς καὶ κενῶς κολακεύει τὴν ἀκοήν· ἃ Πλάτων διαβάλλει «ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ» καὶ «Παυσανίου δὲ παυσαμένου· διδάσκουσι γάρ με ἴσα λέγειν οὑτωσὶ οἱ σοφοί». — Δημοσθένης δὲ καὶ Ὅμηρος καὶ τὰ τοιαῦτα ἐποίησαν ἀγωνιστικά, «Πρόθοος θοὸς ἡγεμόνευεν», ὄνομα καὶ ἀρετή, καὶ «ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ».