Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος εἶναι τοιούτου παραδείγματα οἵ τε Κατὰ Φιλίππου λόγοι καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου· διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, [*](359) οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. ― Τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περιτοῦθʼ, [*](2 τε om Ac | δεινὸς ὢν V 3 τὰ om. VcBa 4 οὐ VcBa 9 οἵ — λόγοι om. Laurentius in vesione latina 11 λέγων, ει m.1 supr, Pa 12 Dem. 61, 44. 45? 15 οὗτος | καὶ om. Vc 17 μὲν om. Ac 17. 18 φανερᾶ PaAc, Syr.; φ[αν m. po.; ex οβ?] ερᾶι Vc; om. Pc (suppl. m.po.); φοβερᾶι Ba 18 αὐτὸν om. V, Syr. 21 τὸ VcBa 21 22 τὰ τοιαῦτα VcBa 22 πάντ| α ex ω]ς Pc 22 αἰσθάνεσθαι Sc 26 Dem. 1, 4)

374
ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν» καὶ πάλιν «ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει» καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον «ἔγὼ δὲ οὐδὲ [*](393) συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα. ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτʼ ἔσθʼ, ἃ διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι. τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται· ῾ ἐπειδὴ οὐκ ᾐτιάσωʼ, φησί, ῾ τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπʼ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι· εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο᾿. ἀλλʼ ἡ μὲν [*](360) ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται. δῆλον δὲ τοῦτο κὰκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι [*](2 Dem. 4,2 3 τὸν (pro τὰ) Ac 5 τῆς παραπρεσβείας Vc Ba; περὶ παραπρεσβείας Ac | Dem. 19, 189 8 τὸ om. Ac 9 Dem. 18, 118 11 Dem. 18, 119 12 οὐδὲ Ac 13 ταῦ[τʼ ἔ]σθαι (sic) Pa; ταῦθʼ ἔσται (sic) Vc; ταῦτά ἐσθʼ Ac 16 ἀπο- δόναι Ac 19 αὐτὸ Ba | τι om Ac 20 μὴ γὰρ Ac 23 καὶ etiam ante μετὰ add. Syr.)
375
μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. — Μέθοδοι δὲ ὡσαύτως, ὁπόσαι τε ἐοίκασι ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθεἴαις, κοὺ ἅτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτʼ εἶναι μόνον δεινότητα. — Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων [*](394) τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι· αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως διʼ ἐνάργειαν, ὅτε τι πρᾶγμα διʼ ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. — Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλʼ ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην Αακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν [*](361) καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;» καὶ πάλιν «ὁ [*](1 ὄντως VcBa | ἀληθοῦς Ba 4 καὶ αἱ Ac | δὲ VcBa; τε PAc 6 ἴδιαι om. Vc 7 τοῦτʼ Ac 8 δεινότητος Vc | alt. καὶ om. V 11 τέ P: καὶ | cf. 298, 21 11. 12 ἐνέργειαν Ac Ba, (α m.1 supr.) Vc 12 ἐναργείας, ε m.1 supr., Vc; ἐνεργείας AcBa 13 τοιαῦτα Pa 14 συνθῆκαι Ac 18 sq. cf 294, 7 sq. 20 Dem. 6, 13 | μεσ[l]ήνην Vc 21 ἀφεῖναι V; cf 317, 21 22 τ|ῶι m.1 ex ὸ] Vc: τῶ Ac; τὸ PBa | γρ ὁ γὰρ ὀρχομενὸν καὶ κορώνειαν τότε θηβαίοις παραδοὺς πῶς ἂν μιεσήνην λακεδαι- μονίοις ἀφεῖναι κελεύων τὸ (τὰ add. Pc) δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι (πεπ. om. Pc) σκήψαιτο P 23 Dem 9, 17)
376
γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος» καὶ τὰ ἑξῆς, καὶ τὸ «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ τοιαῦτα. Ἀλλʼ ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται.

Τοῦ δʼ αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατʼ ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι, ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, [*](395) ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μηδʼ ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖ σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι [*](362) τοιούτου. τοῦτο δʼ αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἷναι δοκεῖν τοιοῦτον, πᾶν τοὐναντίον ὄντα τε καὶ ποιοῦντα κατὰ τὸν λόγον. οὐ μὴν δίαρμά [*](1. 2 κατασκευαξόμενος Pa 2 Dem. 1, 8 3 τοιαῦτα P Ac; ἐξῆς VcBa 10 p. 373. 5 | ἔφην m. 1Pa 12 δεινότητος Pc 14 pr. καὶ PAc, Syr.; om Vc Ba 14.15 (πᾶσι om.) τοῖς (ἐπομένοις om.) τῆς λέξεως Ba 20 pr ἐν om. Ac 22 τοιούτου P Ac; δει- νοῦ VcBa | τοῦτο P: τοιοῦτον V (-το Ac) | καὶ τὸ τῆς V | ὡς ὄντως Ba 24 δοκ[εῖν m.po.⌉ Pc, (ν m.po. supr.) Pa)

377
γε οὐδὲ ἀξίωμά τι δύναιτʼ ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐδὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵνʼ ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχʼ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη.