Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως, διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. — Ἕτερον δὲ [*](1 δὲ om. VcBa 3 ⌊ἀφ m. po.⌉ ελείας Pc 6 ἡ ἡδεῖα VcBa; ἰδία Ac | cf. 308, 15 7 ἄγουσα P Ac; οὖσα VcBa 10 cf. 251, 23 11 αἱ om. PcAc 12 ὑποβεβηκέναι VcBa, v. lP 13 p. 329, 14 16 p. 328, 22. 329, 2 19 p. 328, 9 | εἰσὶν οἷον P, cf. Syr.; οἷόν εἰσιν VcBa; εἰσὶν οἷον αἱ Ac 24 τὰ om. Ac | τὰ etiam ante παρὰ Vc | p. 328, 13)

340
παρὰ ταύτην τὴν δριμύτητα εἰτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθʼ ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν· κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθʼ ἑαυτὴν ἡ ποιοῦσα τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς ἐξαγγέλλοι καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλʼ [*](324) αὐτὴ μὲν καθʼ ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη, οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, διʼ ἃς πρὸ [*](366) τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί· τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, [*](2 exsp. πότερον 3 οὐδὲ V 5 γὰρ m.2 suppl. Vc | pr. ἡ post δὲ Pc 7 αὐτῆς Pc | ἢ om. Ba 8. 9 οὐκ ἔστι τοῦτο V 10 ἐξαγγέλλοι — 12 αὐτῆς om. Ba 18.19 τοῦτο ἔσται Ac 20 ἐκείνη Ac 21 Xen. Cyneg. 3, 8 23 διʼ ἀσθένειαν Diac. f. 421r; διʼ ἀ⌊I⌉ήθειαν Pa 24 alt. διὰ om. Pa | διὰ τὸ φιλάνθρωπον Sc, Diac., Xen. 26 cf. Plat. Defin. 412 E)
341
οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως — ἐπʼ ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν —, κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα· καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφʼ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπʼ ἄλλου πράγματος ταττόντων τοὔνομα τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι,
  • «μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
  • ὑπερβάλῃς»,
  • φησί· σχεδὸν γὰρ τοὐναντίον νῦν ἡ λέξις αὕτη σημαίνει [*](325) ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι· τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γʼ ἕνεκα οὐδὲν ἄλλʼ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἷδος δριμύτητος, [*](1 ἐπὶ om. VcBa 3 σημαῖνον VcBa 4 τάχα post μᾶλλον Pc | τοῦτο m. 2Vc; ἐπὶ τούτου Ac 6 φύσει καὶ 7 Soph. fr. 1006 N.2 10 παῤ (om. 11 τῷ) Pc 13 ὑπερβάλη Ba, (λλης m.2 supr.) Vc; ζήτει παρελθεῖν Eur. Andr. 230 15 ἢ om. Ba, supr. Vc 18 fr. 159 Scheidweiler (diss. Bonn. 1908); cf. Meineke, Anal. Alex. p. 126 20. 21 ἐμπεσεῖν PcAc 21 ‘fort. σπουδο- γέλοια vel σπουδαιογέλοια’ Meineke; εἰ δὲ δεῖ ‘γελοῖα’ γράφειν μόνον, ὅπερ ἐμοὶ κάλλιον δοκεῖ, ῥᾴδιος ἡ ἑρμηνεία Sic. VI 408, 29 W.)
    342
    παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν.

    Ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ πάντα κατʼ ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος [*](367) λέξεως γίνεται, διαφέρει δέ πως ἀλλήλων. τὸ μὲν γὰρ καθʼ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον «μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι [*](326) βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχʼ ἴσως οὐδʼ ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλʼ οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθʼ ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται.

    Ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας, οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι χρησάμενοι εἶτʼ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφʼ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτʼ εἰπών, διʼ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι [*](3 κέχρηται V 4 τινῶν PV; τῶν 4. 5 ἀπό τινων λέξεων Ald. 7 Dem. 8, 27 8 τισι Vc | τούτων τῶν Sc 9 εἶχον om. Ac 11 δὲ ἔτι V 13 pr. καὶ om. Sc 13. 14 γρ καὶ τεθείκασι γε πως καὶ παράδειγμα τοιαύτης Pa, (om. γε πως καὶ) Pc 14 δρι- μύτητος τοιαύτης (m. 1 cr.) Pa 15 cf. 341, 20 20 κυρίως Ac 21 ἑπομένωι VcBa 22 Dem. 9, 17 22 φήσαιμεν Ac 24 ἂν om. Ba, (add. m. 2) Vc | ἤδη τοῖς τείχεσι Pc)

    343
    πάνθʼ, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπʼ αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ». καὶ πάλιν «ἐγὼ δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ [*](368) καθʼ ἑαυτὸ εἰ λέγοι τις τὸ «τέθνηκε τῆς πόλεως τὸ τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει.

    Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ [*](327) ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ [*](1 νυνὶ V 2 Dem. 9, 18 4 Dem. 19, 289 5 εἰ m. po. suppl. Pa 7 καὶ om. Ac 8 μόνον Pc V; μὴν Pa 9 καὶ om. Ac 10 ἑαυτὸν Pc 13 ἐνεργείαι P 16 ἀτηρᾶ Ac (quod interpretatur Syr.), cf. l. 23; ἀ⌊υσ m. 2⌉ρᾶ Ba: ἀτ⌊η m. 2⌉ρᾶ Vc 19 Dem. 2, 10 20 βραχὺ (sic) Ba 22 γὰρ PV; δὲ Syr. 23 ἀτηρὸν Vc Ac; ἀ⌊υστη m. 2⌉ρὸν Ba οὐδὲ PaAc; καὶ PcBa; l litt. er., supr. (m 1?) ὀ⌊υ⌉δε, Vc | οὐ σκληρὸν δέ (om. οὐ μὴν αὐστηρόν) Syr. 24 τοιοῦτό (-τόν Ac) γε V)

    344
    τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ
  • «εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο
  • ὁ κύματʼ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν
  • τὸν παῖδʼ ἐν ὑγροῖς κύμασι τεθνηκέναι»·
  • τῷ γὰρ ‘οἰκῶν’ παράκειται τὸ ‘ἡρμήνευσεν ἄν’, καθʼ αὑτὸ δʼ ἂν ἦν σκληρόν πως. Τοσαῦτα καὶ περὶ τῆς δριμύτητός τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι.

    Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς [*](328) λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον· ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων [*](369) τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν διʼ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται· ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα [*](4 λέγω om. Ba, supr. Vc 5 πολυείδωι Vc, m. 1Ba 6 Eur. fr. 636 N.2 | ἵπ⌊τ⌉ατο Pc; ἵππατο Ac; ἵπτατ᾿ VcBa; ἔπτατο Mat- thiae 8 κύμασι⌊ν er.] Vc 9 ἄν om. V 13 ἡμῖν om. Pc 15 περὶ om. Pc 17 διαλλάττειν Ac | εἶναι (pro ἔστι) Ba γὰρ om. Ac 21 τοῖς σχήμασιν PV; ταῖς συλλαβαῖς ? cf. 300, 6)

    345
    ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου.

    Ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα· ἑξῆς δʼ ἂν εἴη λέγειν περὶ ἐπιεικείας.